- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.2.1-1.2.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马皇帝阿卡狄乌斯临终前托孤于波斯国王伊斯底格德,后者恪守信义维持和平并庇护幼帝狄奥多西。后来波斯王瓦拉兰内斯率军来犯,罗马使节阿纳托利乌斯单身徒步致敬迫其退兵,双方最终缔结了互不在边界修筑要塞的和平协定。
Ἡνίκα τὸν βίον Ἀρκάδιος ὁ Ῥωμαίων βασιλεὺς ἐν Βυζαντίῳ τελευτᾶν ἤμελλεν ʽἦν γάρ οἱ παῖς Θεοδόσιος οὔπω τοῦ τιτθοῦ ἀπαλλαγείσ̓, διηπορεῖτο ἀμφί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ, εὖ θέσθαι ἄμφω ὡς ἥκιστα ἔχων.
当罗马人的皇帝阿卡狄乌斯即将在拜占庭辞世之时——他有一个尚未断奶的幼子狄奥多西——他对幼子与帝国的处境深感困窘,根本无法妥善安顿这两者。
ἐγίνετο γάρ τις αὐτῷ ἔννοια, ὡς, ἢν μὲν κοινωνόν τινα Θεοδοσίῳ τῆς ἡγεμονίας πορίζηται, αὐτὸς ἂν τὸν παῖδα τὸν αὑτοῦ διαχρησάμενος τῷ ἔργῳ εἴη,1 πολέμιον αὐτῷ δύναμιν τὴν βασίλειον περιβεβλημένον ἐπαγαγών, ἢν δὲ μόνον αὐτὸν ἐπὶ τῆς ἀρχῆς καταστήσηται, πολλοὶ μὲν τῆς βασιλείας ἐπιβατεύσουσι, τῆς τοῦ παιδὸς ἐρημίας, ὡς τὸ εἰκός, ἀπολαύοντες, ἐπαναστάντες δὲ πόνῳ οὐδενὶ τυραννήσουσι, τὸν Θεοδόσιον διαφθείραντες, ἐπεὶ οὐδένα ἐν Βυζαντίῳ ξυγγενῆ εἶχεν ὅστις ἂν αὐτῷ ἐπίτροπος εἴη.
因为他心中生出一种念头:如果给狄奥多西安排一位共同统治者,他就等同于亲手害死了自己的幼子,因为他把一个披着皇权的政敌引到了幼子面前;反之,如果立幼子独自在位,众人必然会趁着幼子的孤弱无援而图谋皇位,一旦起事,就能毫不费力地除掉狄奥多西并确立僭政,因为幼子在拜占庭没有任何可以担任监护人的亲属。
Ὁνώριον γάρ οἱ τὸν θεῖον ἐπαρκέσειν οὐδαμῆ ἤλπισε, πονηρῶν ἤδη τῶν Ἰταλίας πραγμάτων ὄντων.
至于其叔父霍诺里乌斯,阿卡狄乌斯绝不指望他能施以援手,因为意大利的时局早已败坏。
οὐδὲν δὲ ἧσσον καὶ τὰ ἐκ Μήδων αὐτὸν ξυνετάρασσε, δεδιότα μὴ οἱ βάρβαροι οὗτοι τῆς τοῦ αὐτοκράτορος καταθέοντες ἡλικίας2 ἀνήκεστα ἔργα Ῥωμαίους δράσωσιν.
同样令他不安的还有来自米底人的威胁,他唯恐这些蛮族趁着皇帝幼弱之年而给罗马人带来无法挽回的灾难。
ἐς ταύτην Ἀρκάδιος τὴν ἀμηχανίαν ἐμπεπτωκώς, καίπερ οὐ γεγονὼς εἰς τὰ ἄλλα ἀγχίνους, βουλεύεται βουλὴν ἥτις οἱ τόν τε παῖδα καὶ τὴν ἀρχὴν διασώσασθαι εὐπετῶς ἴσχυσεν, εἴτε κοινολογησάμενος τῶν λογίων τισίν, οἷοι πολλοὶ βασιλεῖ παρεδρεύειν εἰώθασιν, ἢ θείας τινὸς ἐπιπνοίας αὐτῷ γενομένης.
陷入此等进退维谷之境的阿卡狄乌斯,尽管在其他事务上并非足智多谋之人,却想出了一条轻而易举保全幼子与政权的良策,这或许是因为他与常伴君王身侧的某些饱学之士商议过,抑或是因为他获得了某种神圣的启示。
διαθήκης γὰρ διαθεὶς γράμματα, διάδοχον μὲν τῆς ἡγεμονίας ἀνεῖπε τὸν παῖδα, ἐπίτροπον δὲ αὐτῷ κατεστήσατο Ἰσδιγέρδην τὸν Περσῶν βασιλέα, ᾧ δὴ πολλὰ ἐν ταῖς διαθήκαις ἐπέσκηψε Θεοδοσίῳ τὴν βασιλείαν σθένει τε καὶ προνοίᾳ πάσῃ ξυνδιασώσασθαι.
因为他拟定了一份遗嘱,宣布幼子为统治权的继承人,却指定波斯人的国王伊斯底格德为幼子的监护人,并在遗嘱中郑重嘱托他倾尽全力与一切深谋远虑,协助狄奥多西保全皇权。
Ἀρκάδιος μὲν ὧδε τήν τε ἀρχὴν καὶ τὰ οἰκεῖα διοικησάμενος ἐτελεύτησεν· Ἰσδιγέρδης δὲ ὁ Περσῶν βασιλεύς, ἐπεὶ τὸ γράμμα τοῦτο ἀπενεχθὲν εἶδεν, ὢν καὶ πρότερον ἐπὶ τρόπου μεγαλοφροσύνῃ διαβόητος ἐς τὰ μάλιστα, ἀρετὴν ἐπεδείξατο θαύματός τε πολλοῦ καὶ λόγου ἀξίαν.
阿卡狄乌斯就这样安排妥政权与家事后离世了。波斯人的国王伊斯底格德收到并查阅了这份文书后,鉴于他向来就以心胸豁达之德而享有盛誉,便展现出了一种令人叹为观止、值得颂扬的美德。
τὰς γὰρ Ἀρκαδίου ἐντολὰς ἐν ἀλογίᾳ οὐδεμιᾷ ποιησάμενος εἰρήνῃ τε ἀφθόνῳ χρώμενος διαγέγονεν ἐς Ῥωμαίους τὸν πάντα χρόνον καὶ Θεοδοσίῳ τὴν ἀρχὴν διεσώσατο.
因为他丝毫不曾将阿卡狄乌斯的托付置若罔闻,在整个时期始终与罗马人维持着丰沛的和平,为狄奥多西保全了皇权。
αὐτίκα γοῦν πρὸς Ῥωμαίων τὴν βουλὴν γράμματα ἔγραψεν, ἐπίτροπός τε οὐκ ἀπαρνούμενος Θεοδοσίου βασιλέως εἶναι καὶ πόλεμον ἐπανατεινόμενος, ἤν τις αὐτῷ ἐς ἐπιβουλὴν ἐγχειροίη καθίστασθαι.
事实上,他立即致信罗马元老院,既不推辞担任狄奥多西皇帝的监护人,又扬言倘若有人胆敢谋害狄奥多西,便将对其宣战。
Ἐπεὶ δὲ Θεοδόσιος μὲν ἀνήρ τε ἐγεγόνει καὶ ἡλικίας πόρρω ἀφῖκτο, Ἰσδιγέρδης δὲ νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐπῆλθε μὲν ἐς Ῥωμαίων τὴν γῆν Οὐαραράνης ὁ Περσῶν βασιλεὺς στρατῷ μεγάλῳ, ἔδρασε δὲ οὐδὲν ἄχαρι, ἀλλ’ ἄπρακτος ἐπανῆλθεν εἰς τὰ οἰκεῖα τρόπῳ τοιῷδε.
及至狄奥多西长大成人、年岁渐长,而伊斯底格德染疾离世后,波斯人的国王瓦拉兰内斯率大军入侵罗马人的疆土,却并未做出任何敌对之举,而是以下述方式徒劳无功地撤回了本国。
Ἀνατόλιον τὸν τῆς ἕω στρατηγὸν Θεοδόσιος βασιλεὺς πρεσβευτὴν ἐς Πέρσας μόνον αὐτὸν ἐτύγχανε πέμψας· ὃς ἐπειδὴ ἄγχιστα ἐγεγόνει τοῦ Μήδων στρατοῦ, ἀποθρώσκει μὲν τοῦ ἵππου μόνος, πεζῇ δὲ βαδίζων ἐπὶ Οὐαραράνην ᾔει.
恰在此时,狄奥多西皇帝派东方军统帅阿纳托利乌斯独身一人作为使节出使波斯。当阿纳托利乌斯非常接近米底人的军旅时,他只身跳下战马,徒步走向瓦拉兰内斯。
καὶ αὐτὸν Οὐαραράνης ἰδὼν τῶν παρόντων ἀνεπυνθάνετο ὅστις ποτὲ ὁ προσιὼν εἴη. οἱ δὲ τῶν Ῥωμαίων εἶναι στρατηγὸν ἔφασαν.
瓦拉兰内斯见状,便向侍从询问走来者究竟何人。众人回答说是罗马人的统帅。
καταπλαγεὶς οὖν τῷ ὑπερβάλλοντι τῆς τιμῆς ὁ βασιλεὺς αὐτὸς στρέψας τὸν ἵππον ὀπίσω ἀπήλαυνε, καί οἱ ἅπας ὁ τῶν Περσῶν λεὼς εἵπετο.
国王被这种非同寻常的崇高敬意所震慑,竟亲自拨转马头向后退去,全体波斯大军也随之撤退。
γενόμενος δὲ ἐν γῇ τῇ οἰκείᾳ τόν τε πρεσβευτὴν ξὺν φιλοφροσύνῃ πολλῇ εἶδε, καὶ τὴν εἰρήνην ξυνεχώρησεν οὕτως ὥσπερ Ἀνατόλιος αὐτοῦ ἔχρῃζεν, ἐφ’ ᾧ μέντοι μηδέτεροι ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων τοῖς τῶν ἑτέρων ὁρίοις ὄντι ὀχύρωμα νεώτερόν τι ἐργάζονται.3 οὗ δὴ αὐτοῖς ἐξειργασμένου ἑκάτεροι τὰ οἰκεῖα ὅπη ἐβούλοντο ἔπρασσον.
回到本国领土后,他以极大的友善接见了这位使节,并完全依从阿纳托利乌斯的要求缔结了和约,但附加了一项条件:双方皆不得在各自邻接对方边境的领土上营建任何新的要塞。在这一协定达成之后,双方各自随意处理本国内政。
- 1.2.2αὐτὸς ἂν τὸν παῖδα τὸν αὑτοῦ διαχρησάμενος τῷ ἔργῳ εἴη
由过去分词 διαχρησάμενος 与带 ἄν 的愿望式 εἴη 构成的迂回式可能表达,意为“他在实际上等于亲手害死了自己的孩子”。在 ὡς 引导的间接引语中,它保留了直接引语中潜在条件句的结果主句结构。
- 1.2.5τῆς τοῦ αὐτοκράτορος καταθέοντες ἡλικίας
动词 καταθέω(疾驰、侵略)支配属格的罕见句式。在此处作比喻用法,意为“践踏、蔑视、趁机利用”,属格 ἡλικίας 表示动作指向的对象(即“趁着皇帝的幼小年龄”或“轻视皇帝的年幼”)。
- 1.2.15ἐφ’ ᾧ μέντοι μηδέτεροι ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων τοῖς τῶν ἑτέρων ὁρίοις ὄντι ὀχύρωμα νεώτερόν τι ἐργάζονται
由引导限制性条件从句的 ἐφʼ ᾧ(以……为条件)后接直陈式现在时(ἐργάζονται)构成的构式。否定词遵循条件句规则采用了 μή 系列的 μηδέτεροι。短语 ἐν γειτόνων 为惯用表达,意为“相邻近”,与与格 τοῖς ... ὁρίοις 连用。
