← 普罗科皮乌斯

战史

§1.25.27-1.25.44

卡帕多西亚的约翰失势与因杀害主教流放

卡帕多西亚的约翰谋反败露后逃入圣堂避难,被削职为僧;后因卷入主教遇刺案而被籍没家产、受尽鞭笞,最终一路乞讨流放至埃及。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25.27

ἐνταῦθα Ἰωάννης μὲν ἀφυλάκτῳ στόματι τὰ ἐς τὴν ἐπίθεσιν ὡμολόγει τε καὶ ὅρκοις δεινοτάτοις ἀπισχυρίζετο, Ναρσῆς δὲ αὐτῷ καὶ Μάρκελλος ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν.

就在那里,约翰毫无防备地亲口承认了谋反之事,并立下极其可怖的誓言加以证实;纳尔塞斯和马塞卢斯却突然出现在他面前。

§1.25.28

θορύβου δέ, ὡς τὸ εἰκός, γενομένου οἱ τοῦ Ἰωάννου δορυφόροι ʽἄγχιστα γάρ πη ἑστήκεσαν’ παρ’ αὐτὸν αὐτίκα ἐγένοντο.

理所当然地引起了一场骚乱,约翰的侍卫们——因为他们恰好站在近处某处——立刻赶到了他身边。

§1.25.29

καὶ αὐτῶν τις Μάρκελλον, οὐκ εἰδὼς ὅστις ποτὲ ἦν, ξίφει ἔπληξεν, οὕτω τε Ἰωάννης διαφυγεῖν ξὺν αὐτοῖς ἴσχυσεν ἔς τε τὴν πόλιν κατὰ τάχος ἀφίκετο.

其中一人在不知马塞卢斯究竟是何人的情况下拔剑将他砍伤,约翰因此得以与他们一同逃脱,迅速逃回了城中。

§1.25.30

καὶ εἰ μὲν εὐθὺς ἐλθεῖν παρὰ βασιλέα ἐθάρσησεν, οἶμαι ἄν, οὐδὲν ἐπεπόνθει1 πρὸς αὐτοῦ ἄχαρι· νῦν δὲ καταφυγὼν ἐς τὸ ἱερὸν δέδωκε τῇ βασιλίδι κατ’ ἐξουσίαν τῇ ἐς αὐτὸν ἐπιβουλῇ χρῆσθαι.

假若他当时有胆量立刻面见皇帝,依我之见,他本不至于遭受皇帝任何严苛的处置;然而事实上,他逃入圣堂避难,反倒赋予了皇后全权实施对他的处置阴谋。

§1.25.31

Τότε μὲν οὖν ἐξ ἐπάρχων ἰδιώτης γενόμενος ἐς ἕτερον2 ἐνθένδε ἀναστὰς ἐκομίσθη, ὅπερ ἐν τῷ προαστείῳ Κυζίκου πόλεως ἵδρυται,—Ἀρτάκην καλοῦσι Κυζικηνοὶ τὸ προάστειον. ἐνταῦθα ἱερέως οὔ τι ἑκούσιος περιβέβληται σχῆμα, οὐκ ἐπισκόπου μέντοι, ἀλλ’ ὅνπερ καλεῖν πρεσβύτερον νενομίκασιν.

于是就在那时,他从民政总督沦为平民,从该处起身被押送往另一座圣堂,那座圣堂坐落于基齐库斯城的郊区——基齐库斯人称那片郊区为阿尔塔凯。在那里,他极不情愿地被披上了教士的法衣,并非主教的装束,而是他们习惯称之为长老的品阶。

§1.25.32

ὁ δὲ ἱερουργεῖν ἥκιστα ἤθελεν, ὡς μή ποτε αὐτῷ ἐμπόδιον εἴη ἐς τὰς ἀρχὰς αὖθις ἰέναι· τῶν γὰρ ἐλπίδων μεθίεσθαι οὐδαμῆ ἤθελε. τὰ δὲ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα εὐθὺς γέγονεν.

但他绝不愿主持圣礼,以免这成为日后再次出任官职的阻碍;因为他绝不甘心放弃这些希望。他的财产则随即被没收充公。

§1.25.33

ὧν δὴ αὐτῷ μοῖραν βασιλεὺς πολλὴν ἠφίει· ἔτι γὰρ τῇ ἐς αὐτὸν φειδοῖ εἴχετο. ἐνταῦθα παρῆν τῷ Ἰωάννῃ ἀφροντιστήσαντι μὲν κινδύνων ἁπάντων, χρήματα δὲ περιβεβλημένῳ μεγάλα, ὅσα τε αὐτὸς ἐτύγχανε κρύψας καὶ ὅσα βασιλέως γνώμῃ παρ’ αὐτῷ ἔμεινε, τρυφᾶν τε κατ’ ἐξουσίαν καὶ τὰ παρόντα ἡγεῖσθαι λογισμῷ σώφρονι εὐδαίμονα εἶναι.

皇帝将其中很大一部分留给了他;因为皇帝依然对他怀有怜悯之情。至此,约翰本可以抛却对一切危险的顾虑,坐拥巨额资财——既有他自己碰巧隐匿的,也有凭皇帝的旨意留给他的——尽情享乐,依明智的考量当以当下的境遇为幸福。

§1.25.35

διὸ δὴ καὶ πάντες Ῥωμαῖοι ἐπὶ τῷ ἀνθρώπῳ ἀτεχνῶς ἤχθοντο, ὅτι δὴ πονηρότατος γεγονὼς δαιμόνων ἁπάντων, βίον παρὰ τὴν ἀξίαν εὐδαιμονέστερον ἢ πρότερον ἔχοι.

因此,全体罗马人都对此人格外愤慨,因为他身为万恶之尤,竟能过上与他的罪行不相称的、比往昔更为优渥的生活。

§1.25.36

ἀλλ’ ὁ θεός, οἶμαι, οὐκ ἤνεγκεν ἐς τοῦτο τὴν τίσιν Ἰωάννῃ ἀποκεκρίσθαι, ἐπὶ μέγα τε αὐτῷ τὴν κόλασιν ἐξηρτύετο. ἐγίνετο δὲ ὧδε.

然而依我之见,神并未容忍对约翰的报应仅止于此,而是正为他筹划着更大的惩罚。

§1.25.37

Ἦν τις ἐν Κυζίκῳ ἐπίσκοπος Εὐσέβιος ὄνομα, χαλεπὸς ἅπασι τοῖς ἐντυγχάνουσιν Ἰωάννου οὐδέν τι ἧσσον· τοῦτον Κυζικηνοὶ βασιλεῖ διαβάλλοντες ἐς δίκην ἐκάλουν.

事情是这样发生的: 基齐库斯有一位名叫优西比乌斯的主教,对待所有与他相遇的人都极为苛暴,丝毫不逊于约翰;基齐库斯人向皇帝控告他,将他传唤受审。

§1.25.38

ἐπεὶ δὲ οὐδὲν ἤνυον, δυνάμει αὐτοὺς περιελθόντος Εὐσεβίου πολλῇ, ξυμφρονήσαντες νεανίαι τινὲς ἐν τῇ Κυζίκου ἀγορᾷ κτείνουσιν.

但由于优西比乌斯依仗强权压制了他们,控告未能奏效,几名年轻人遂合谋在基齐库斯的广场上将他刺杀。

§1.25.39

ἐτύγχανε δὲ Ἰωάννης τῷ Εὐσεβίῳ διάφορος γεγονὼς μάλιστα, καὶ ἀπ’ αὐτοῦ ἡ τῆς ἐπιβουλῆς ὑποψία ἐς αὐτὸν ἦλθε.

碰巧约翰与优西比乌斯极为不和,谋杀的嫌疑因而落到了他的头上。

§1.25.40

στέλλονται τοίνυν ἐκ βουλῆς ἄνδρες διερευνησόμενοι τὸ μίασμα τοῦτο· οἳ δὴ τὸν Ἰωάννην πρῶτα μὲν ἐν δεσμωτηρίῳ καθεῖρξαν, ἔπειτα δὲ ἄνδρα ἔπαρχον μὲν δυνατὸν οὕτω γενόμενον, ἐς πατρικίους δὲ ἀναγραφέντα καὶ ἐς τῶν ὑπάτων ἀναβεβηκότα τὸν δίφρον, οὗ μεῖζον εἶναι οὐδὲν ἔν γε τῇ Ῥωμαίων πολιτείᾳ δοκεῖ, ἔστησάν τε γυμνόν, ἅτε λῃστήν τινα ἢ λωποδύτην, καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς3 εἰπεῖν τὰ βεβιωμένα ἠνάγκαζον.

于是元老院派出使者前去调查这起血腥罪行;他们先是将约翰关进监狱,随后将这位曾官居显赫的民政总督、位列贵族阶层并升任执政官宝座——在罗马体制中被视为至高无上之位——的人物,像对待强盗或窃贼一样扒得精光,在他背上抽打无数鞭,强迫他招认平生的劣迹。

§1.25.41

καὶ τοῦ μὲν Εὐσεβίου φόνου αἴτιος Ἰωάννης οὐ λίαν ἐξελήλεγκτο, ἐῴκει μέντοι ἡ τοῦ θεοῦ δίκη ποινὰς αὐτὸν τῆς οἰκουμένης ἐσπραττομένη.4

虽然约翰并未被完全证实是谋杀优西比乌斯的凶手,但神的公义似乎正借此向他索取为普天下遭受苦难之人应偿还的惩罚。

§1.25.42

ἔπειτα δὲ τὰ χρήματα πάντα ἀφελόμενοι γυμνὸν ἐς τὴν ναῦν εἰσεβίβασαν, ἱμάτιον ἕν, καὶ τοῦτο τραχὺ κομιδῆ, ἀμπεχόμενον, ὀβολῶν ὠνηθὲν ὀλίγων τινῶν, οἵ τε αὐτὸν παραπέμποντες ὅπη ἂν ἡ ναῦς ὁρμισθείη ἐκέλευον ἄρτον ἢ ὀβολοὺς ἐκ τῶν προσπιπτόντων αἰτεῖσθαι.

随后,他们剥夺了他所有的财产,让他几乎赤身裸体地上了一艘船,仅裹着一件花费几枚分币买来的极粗糙的长袍;押送他的人命令他,无论船在何处靠岸,都要向过往行人乞讨面包或分币。

§1.25.43

οὕτω τε πτωχεύων πανταχόθι τῆς πορείας τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται. καὶ τρίτον τοῦτο ἔτος αὐτὸν ἐνταῦθα καθείρξαντες τηροῦσιν.

就这样,他在整个行程中沿途乞讨,被押送至埃及的安提诺波利斯。他们将他囚禁在此看守,至今已是第三个年头。

§1.25.44

ὁ δέ, καίπερ ἐν τοιούτοις γεγονὼς πάθεσιν, οὐδὲ τὴν τῆς βασιλείας ἐλπίδα μεθῆκεν, ἀλλὰ καὶ Ἀλεξανδρέων τινάς, ἅτε τῷ δημοσίῳ χρυσίον ὀφείλοντας, διαβαλεῖν ἔγνω. Ἰωάννην μὲν οὖν τὸν Καππαδόκην δέκα ἐνιαυτοῖς ὕστερον αὕτη τῶν πεπολιτευμένων κατέλαβε τίσις.

然而,他虽然落入如此凄惨的厄运,却连对帝位的希望也未曾放下,甚至还打算告发若干亚历山大里亚人,借口是他们拖欠国库金钱。卡帕多西亚的约翰在其参政生涯的十年之后,遭遇的正是这般报应。

语法注4 条
  1. 1.25.30οἶμαι ἄν, οὐδὲν ἐπεπόνθει

    助词 ἄν 在句法上修饰直陈式过去完成时 ἐπεπόνθει,构成与过去事实相反的条件句结果主句(“假若他当时有胆量……本不至于遭受……”)。ἄν 紧随插入语 οἶμαι 之后构成倒装(hyperbaton);ἄν 并非与 οἶμαι 所统辖的省略不定式连用,而是直接作用于 ἐπεπόνθει。

  2. 1.25.31ἐς ἕτερον

    中性宾格 ἕτερον 指向前一句中出现的中性名词 τὸ ἱερόν(圣堂/庇护所,见 καταφυγὼν ἐς τὸ ἱερόν),意为“前往另一座圣堂”。紧接着的关系从句 ὅπερ ἐν τῷ προαστείῳ... ἵδρυται 中的中性主格关系代词 ὅπερ 亦与此先行词保持一致。

  3. 1.25.40ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς

    阴性宾格复数 πολλὰς 之后省略了意为“鞭打、击打”的名词 πληγάς(即“在他背上施以多次鞭笞”)。在希腊语中,修饰击打次数的数量形容词后省略 πληγή 是一种惯用表达法。

  4. 1.25.41ἐῴκει μέντοι ἡ τοῦ θεοῦ δίκη ποινὰς αὐτὸν τῆς οἰκουμένης ἐσπραττομένη

    动词 ἔοικα 在此采用人称句构(personal construction),支配分词 ἐσπραττομένη 作为表语补足成分,意为“神的公义似乎正在索取……”。动词 εἰσπράσσω 支配双宾格:人身宾格(αὐτόν)与罚金/惩罚宾格(ποινάς);属格 τῆς οἰκουμένης 则充当目的格性属格或原因属格(“为普天下所受苦难索取的惩罚”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.25.27-1.25.44