- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.25.14-1.25.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东妮娜巧言诱骗约翰之女尤菲米亚提出密谋反叛,将野心勃勃的约翰诱至郊外庄园幽会。狄奥多拉皇后派兵设伏准备诛杀约翰,而约翰无视皇帝的警告,步入了预设的圈套中。
ταύτην ἡ Ἀντωνίνα τιθασσεύουσα ἐς ἡμέρας συχνὰς προσποιήσασθαί τε ἅτε φίλην ἐνδελεχέστατα ἴσχυσε καὶ τῶν αὐτῇ ἀπορρήτων μεταδιδόναι οὐκ ἀπηξίου.
安东妮娜奉承笼络了她许多天,成功地彻底将她拉拢为友,甚至毫不吝惜地将自己的秘密与她分享。
καί ποτε αὐτῆς οἱ μόνης ἐν τῷ δωματίῳ παρούσης ὀδύρεσθαι τύχας τὰς παρούσας ἐπλάσσετο, ὅτι δὴ Βελισάριος εὐρυτέραν ποιησάμενος τὴν Ῥωμαίων ἀρχὴν πλείονι μέτρῳ ἢ πρότερον οὖσα ἐτύγχανε, βασιλεῖς τε δορυαλώτους δύο καὶ πλούτου τοσοῦτόν τι χρῆμα ἐς Βυζάντιον ἀγαγών, ἀχαρίστου Ἰουστινιανοῦ ἔτυχε· τά τε ἄλλα ὡς οὐ δικαίαν οὖσαν τὴν πολιτείαν διέβαλλε.
有一次,当房中唯有尤菲米亚与她独处时,安东妮娜假装哀叹自己眼下的处境,声称贝利撒留使罗马的疆土比原先广阔得多,并将两位俘虏的国王和如此巨额的财富带回拜占庭,却落得个查士丁尼负恩忘义的下场;此外,她还指责现政权不公。
περιχαρὴς δὲ τῷ λόγῳ γενομένη ἡ Εὐφημία (δέει γὰρ τῷ ἐκ τῆς βασιλίδος καὶ αὐτὴ τῇ παρούσῃ ἀρχῇ ἤχθετο) “Καὶ τοῦδε μέντοι, ὦ φιλτάτη,” ἔφη, “ὑμεῖς αἴτιοι, ὅτι δὴ παρὸν ὑμῖν τῇ δυνάμει οὐ βούλεσθε χρῆσθαι.” ὑπολαβοῦσα δὲ ἡ Ἀντωνίνα “Οὐ γὰρ οἷοί τέ ἐσμεν, ὦ θύγατερ,” εἶπεν, “ἐν στρατοπέδῳ νεωτέροις ἐγχειρεῖν πράγμασιν, ἢν μὴ τοῦ ἔργου ξυνεπιλάβωνται ἡμῖν τῶν ἔνδον τινές· ἀλλ’ εἴπερ ὁ σὸς πατὴρ ἤθελε, ῥᾷστα ἂν ἐς τήνδε τὴν πρᾶξιν καθιστάμενοι ὅσα ἦν τῷ θεῷ βουλομένῳ ἐπράσσομεν.”1 ἀκούσασα ταῦτα Εὐφημία προθύμως μὲν ὑπέσχετο ἐπιτελῆ ἔσεσθαι, ἀπαλλαγεῖσα δὲ ἐνθένδε τὸ πρᾶγμα ἐπὶ τὸν πατέρα εὐθὺς ἤνεγκε.
尤菲米亚听了这番话大喜过望——因为出于对皇后的恐惧,她自己也对眼下的统治心怀不满——便说道:“然而,我最亲爱的朋友,这正该怪你们自己;因为你们手中明明掌握着力量,却不愿使用。”安东妮娜接着答道:“我的孩子,在军营之中,若无内部之人与我们同心协助,我们是无法起事谋逆的;但若是你的父亲愿意,我们将极容易投入这项事业,并作成凡符合神之意愿的一切事。”尤菲米亚听了这些话,热切地许诺此事必成,随后便离开那里,立刻将事情禀报了父亲。
καὶ ὃς τῷ λόγῳ ἡσθεὶς (ταύτην γάρ οἱ ὁδὸν ἔς τε τὰ μαντεῖα καὶ τὴν βασιλείαν ὑπετόπαζε φέρειν τὴν πρᾶξιν) εὐθὺς μελλήσει οὐδεμιᾷ ὡμολόγησε, πράσσειν τε τὴν παῖδα ἐκέλευεν ὅπως τῇ ὑστεραίᾳ ἐς λόγους τῇ Ἀντωνίνῃ αὐτὸς ξυμμίξῃ καὶ τὰ πιστὰ δοίη.
约翰闻言大喜——因为他猜想这项行动正是引向占卜预言和登上帝位之途——毫不迟疑地立刻应允,并嘱咐女儿安排次日由他亲自与安东妮娜会晤并立下誓约。
μαθοῦσα δὲ Ἀντωνίνα τὴν Ἰωάννου γνώμην καὶ ὡς ἀπωτάτω τὸν ἄνθρωπον τῆς τοῦ ἀληθοῦς ἀπαγαγεῖν ἐννοίας ἐθέλουσα, νῦν μὲν ἔφη οἱ ξυγγενέσθαι αὐτὸν ἀξύμφορον εἶναι, μή τις ὑποψία μεταξὺ ἐπιγενομένη διακωλῦσαι τὰ πρασσόμενα ἱκανὴ εἴη· μέλλειν δὲ αὐτίκα δὴ μάλα ἐς τὴν ἕω παρὰ Βελισάριον στέλλεσθαι.
安东妮娜探知约翰的心意后,极力想让此人远离对真相的察觉,便声称眼下他与自己相会极为不利,唯恐中途生出怀疑而阻碍所谋之事;她又说,自己即刻就要启程前往东方贝利撒留处。
ἐπειδὰν οὖν ἐκ Βυζαντίου ἀπαλλαγεῖσα ἐν τῷ προαστείῳ γένηται (ὃ δὴ Ῥουφινιαναὶ μὲν ὀνομάζεται, Βελισαρίου δὲ ἴδιον ἐτύγχανεν ὄν), ἐνταῦθα τὸν Ἰωάννην ὡς ἀσπασόμενόν τε καὶ προπέμψοντα ἥκειν, καὶ τούς τε λόγους περὶ τῶν ὅλων ποιήσασθαι καὶ τὰ πιστὰ λαβεῖν τε καὶ δοῦναι. ταῦτα εἰποῦσα εὖ τε τῷ Ἰωάννῃ εἰπεῖν ἔδοξε καὶ ἡμέρα τακτὴ ἐπὶ τῇ πράξει διώριστο.
因此她提议,待她离开拜占庭抵达郊外的庄园——该地名叫鲁菲尼亚奈,恰好是贝利撒留的私产——之后,约翰再以向她问候并送行为由前去那里,并在该处商谈大计、互换誓约。听了这番话,约翰认为说得极有道理,于是为行动指定了确切的日期。
ἥ τε βασιλὶς τὸν πάντα λόγον παρὰ τῆς Ἀντωνίνης ἀκούσασα ἐπῄνει μὲν τὰ βεβουλευμένα, ἐγκελευομένη δὲ πολλῷ ἔτι μᾶλλον ἐς τὴν προθυμίαν ἐνῆγεν.
皇后从安东妮娜处听闻整个经过后,极力称赞所订的计谋,并通过激励使她的干劲愈发高涨。
Ἐπειδή τε ἡ κυρία παρῆν, ἀσπασαμένη μὲν ἡ Ἀντωνίνα τὴν βασιλίδα ἐκ τῆς πόλεως ἀπηλλάσσετο, ἔν τε Ῥουφινιαναῖς ἐγένετο, ὡς τῇ ὑστεραίᾳ τῆς ἐπὶ τὴν ἕω ὁδοῦ ἀρξομένη, οὗ δὴ καὶ Ἰωάννης τὰ ξυγκείμενα ἐπιτελέσων ἐς νύκτα ἦλθεν.
当既定之日到来时,安东妮娜向皇后辞行离开京城,来到了鲁菲尼亚奈,装作次日便要启程前往东方;而约翰为了履行协定,也在夜幕降临时来到该处。
ἡ δὲ βασιλὶς διαβάλλουσα πρὸς τὸν αὑτῆς ἄνδρα τὰ πρὸς τοῦ Ἰωάννου ἐπὶ τῇ τυραννίδι πρασσόμενα, Ναρσῆν τε τὸν εὐνοῦχον καὶ Μάρκελλον τὸν τῶν ἐν παλατίῳ φυλάκων ἄρχοντα ἐς Ῥουφινιανὰς ξὺν στρατιώταις πολλοῖς ἔπεμψεν, ἐφ’ ᾧ διερευνησάμενοι τὰ πρασσόμενα, ἢν τὸν Ἰωάννην πράγμασι νεωτέροις ἐγχειροῦντα εὑρήσωσι, κτείναντες εὐθὺς τὸν ἄνθρωπον ἐπανήξουσι.2
皇后向她的丈夫告发约翰图谋篡位的种种举动,派遣宦官纳尔塞斯和禁卫军长官马塞卢斯率领众多士兵前往鲁菲尼亚奈,令他们查明实际情形,若发现约翰正企图叛乱,便立时将此人处决后复命。
καὶ οἱ μὲν ἐπὶ τῷ ἔργῳ τούτῳ ἐστέλλοντο. φασὶ δὲ βασιλέα τῶν ποιουμένων αἰσθόμενον τῶν τινα Ἰωάννῃ ἐπιτηδείων παρ’ αὐτὸν πέμψαι, ἀπεροῦντα αὐτῷ μηδαμῆ τῇ Ἀντωνίνῃ ἐντυχεῖν λάθρα.
他们受命前去执行此项差事。据说皇帝察觉到了正在发生的事情,曾派遣一位约翰的密友前往他处,告诫他万不可私下会见安东妮娜。
Ἰωάννης δὲ (χρῆν γὰρ αὐτῷ γενέσθαι κακῶς)3 τὴν βασιλέως ὑποθήκην ἐν ἀλογίᾳ πεποιημένος, ἀμφὶ νύκτα μέσην τῇ Ἀντωνίνῃ ξυνέμιξεν αἱμασιᾶς πού τινος ἄγχιστα, ἧς δὴ ὄπισθεν καθίσασα ἐτύγχανε τοὺς ἀμφὶ Ναρσῆν τε καὶ Μάρκελλον, ὅπως τῶν λεγομένων ἀκούσειαν.
然而约翰——因为注定要遭遇厄运——将皇帝的劝诫置若罔闻,于半夜前后在一段矮石墙附近与安东妮娜会合;而安东妮娜早已把纳尔塞斯与马塞卢斯等人布置在石墙后面,以便他们能够听到所有的谈话。
- 1.25.17ὅσα ἦν τῷ θεῷ βουλομένῳ ἐπράσσομεν
未完成过去直陈式 ἐπράσσομεν 与前文的 ῥᾷστα ἄν 相应,构成与事实相反的虚拟条件句归结节(“本可以完成”)。关系从句中的 ἦν τῷ θεῷ βουλομένῳ 是表示意向的与格分词习惯句型(类似于古典希腊语中的 μοι βουλομένῳ ἐστί 结构),意为“若是合乎神的意愿”。
- 1.25.24ἐφ’ ᾧ διερευνησάμενοι τὰ πρασσόμενα, ἢν τὸν Ἰωάννην πράγμασι νεωτέροις ἐγχειροῦντα εὑρήσωσι, κτείναντες εὐθὺς τὸν ἄνθρωπον ἐπανήξουσι
介词短语引导词 ἐφ’ ᾧ 与后接的将来直陈式 ἐπανήξουσι 搭配,构成表示条件或宗旨的句式(“条件是……而后返回”)。分词短语 διερευνησάμενοι 和 κτείναντες 依附于主要动词 ἐπανήξουσι,其间嵌入了条件从句 ἢν ... εὑρήσωσι。
- 1.25.26χρῆν γὰρ αὐτῷ γενέσθαι κακῶς
无人称动词未完成过去式 χρῆν 与与格(αὐτῷ)及带副词的不定式(γενέσθαι κακῶς)连用,构成解释性的插叙从句,表达宿命或不可避免的厄运(“因为他注定要倒霉/遭难”)。
