- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.25.1-1.25.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
官复原职的特里波尼安病逝,而专横残暴的约翰激怒了狄奥多拉皇后,在帝位野心与遇刺恐惧中度日;此时贝利撒留出征波斯,其妻安东妮娜为取悦皇后,决意利用约翰的女儿设局陷害他。
Τριβουνιανὸς δὲ καὶ Ἰωάννης τῆς τιμῆς οὕτω παραλυθέντες χρόνῳ ὕστερον ἐς ἀρχὰς τὰς αὐτὰς κατέστησαν ἄμφω.
特里波尼安和约翰就这样被免去职位后,过了一段时间两人又都被重新任命为原来的官职。
ἀλλὰ Τριβουνιανὸς μὲν ἔτη πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, ἄλλο οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι ἱκανώτατος τῆς παιδείας περιουσίᾳ.
然而,特里波尼安在任上活了许多年,最终病逝,未曾遭受任何人的其他不快之遇;因为他为人圆滑,处事亦令人愉悦,并且极善于用深厚丰富的学识来遮掩自己贪财的弊病。
Ἰωάννης δὲ ʽπᾶσι γὰρ ἀνθρώποις βαρύς τε ὁμοίως καὶ χαλεπὸς ἦν, πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληιζόμενοσ̓ δέκατον ἔτος τὴν ἀρχὴν ἔχων τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίαιταν παρανομίας ἐξέτισε τρόπῳ τοιῷδε.
而约翰——因为他对所有人一律专横残暴,对遇上他的人动辄殴打,且毫无缘由地大肆劫掠所有财富——在任官第十年时,因其生活行径之不法,以如下方式公允而正当地付出了代价。
Θεοδώρα ἡ βασιλὶς ἤχθετο αὐτῷ πάντων μάλιστα. καὶ ὃς τῇ γυναικὶ προσκεκρουκὼς οἷς ἡμάρτανε, θωπείᾳ μὲν αὐτὴν ἢ χάριτι μετελθεῖν ὡς ἥκιστα ἔγνω, ἐς ἐπιβουλὴν δὲ αὐτῇ ἐκ τοῦ ἐμφανοῦς καθιστάμενος ἐς τὸν βασιλέα διέβαλλεν, οὔτε τὴν τύχην ἐρυθριῶν οὔτε τὴν στοργὴν αἰσχυνόμενος ἥνπερ ἐς αὐτὴν ὁ βασιλεὺς εἶχεν ἐξαισίαν οἵαν.
皇后狄奥多拉最为厌恶他。而约翰因自己的过失得罪了她之后,却绝无意图通过谄媚或奉承去求和,反而在公开场合与她为敌,向皇帝进谗中伤她,既不对她的地位有所顾忌,也不顾及皇帝对她那份异乎寻常的深情。
αἰσθομένη δὲ ἡ βασιλὶς τῶν ποιουμένων κτεῖναι μὲν διενοεῖτο τὸν ἄνθρωπον, μηχανῇ δὲ οὐδεμιᾷ εἶχεν, ἐπεὶ λόγον αὐτοῦ Ἰουστινιανὸς βασιλεὺς ἐποιεῖτο πολύν.
皇后察觉了这些举动,便决意处死此人,但苦于无计可施,因为查士丁尼皇帝对他极为重视。
γνοὺς δὲ Ἰωάννης τὴν τῆς βασιλίδος ἐς αὑτὸν γνώμην ἐν δείμασι μεγάλοις ἐγίνετο.
约翰知晓了皇后对自己的态度,陷入了巨大的恐惧之中。
ἐπειδάν τε ὡς καθευδήσων ἐς τὸν κοιτῶνα ἴοι, τῶν τινα βαρβάρων ἐπιστήσεσθαί οἱ ὡς ἀπολοῦντα ὑπώπτευεν ἐς νύκτα ἑκάστην, ὑπερκύπτων τε ἀεὶ ἐκ τοῦ δωματίου καὶ τὰς εἰσόδους περισκοπῶν ἄϋπνος ἔμενε, καίπερ ἑταιρισάμενος δορυφόρων τε καὶ ὑπασπιστῶν χιλιάδας πολλάς, οὐ γεγονὸς ὑπάρχων τινὶ πρότερον τοῦτό γε.1
每当他前往卧房准备就寝时,每个夜晚都疑心会有某个蛮族人前来杀害他;他总是从房中探出头来环顾各个入口,夜不能寐,尽管他招募了数以千计的卫士和护卫,而这是以往任何行政长官都未曾有过的。
ἀλλ’ ἐπιλελησμένος ἅμα ἡμέρᾳ θείων τε καὶ ἀνθρωπείων δειμάτων ἁπάντων, ὄλεθρος αὖθις κοινῇ τε καὶ ἰδίᾳ πᾶσι Ῥωμαίοις ἐγίνετο. καὶ φαρμακεῦσι μὲν τὰ πολλὰ ὡμίλει, μαντείαις δὲ ἀσεβέσιν ἐς ἀεὶ χρώμενος τὴν αὐτοκράτορα αὐτῷ τερατευομέναις ἀρχήν, ἀεροβατῶν τε καταφανὴς ἦν καὶ μετέωρος ἀρθεὶς ταῖς τῆς βασιλείας ἐλπίσι.
然而一到天明,他便将对神明和人间的全部畏惧抛诸脑后,再次成为全体罗马人公私两方面的祸害。他经常与术士往来,始终沉迷于向他预言将登大位的邪恶占卜中;他显然飘飘然如履云端,被对皇位的企望冲昏了头脑。
τῆς μέντοι πονηρίας αὐτῷ καὶ τῆς ἐς τὴν δίαιταν παρανομίας οὐδὲν οὔτε ἐλώφα οὔτε ὑπέληγε.
然而,他的邪恶与生活行径的不法丝毫没有减退或收敛。
καί τις αὐτῷ θεοῦ λόγος τὸ παράπαν οὐκ ἦν, ἀλλὰ καὶ εἴ που εἰς ἱερὸν ὡς εὐξόμενός τε καὶ διανυκτερεύσων ἐνταῦθα ἴοι, οὐδὲν ὁμοίως τοῖς Χριστιανῶν ἤθεσιν ἔπραττεν, ἀλλὰ τριβώνιον ἐνδιδυσκόμενος ἱερεῖ πρέπον τῆς παλαιᾶς δόξης ἣν νῦν Ἑλληνικὴν καλεῖν νενομίκασι, λόγους οὐχ ὁσίους τινὰς οὕσπερ ἐμεμελετήκει ἀπεστομάτιζεν ἀνὰ πᾶσαν τὴν νύκτα ἐκείνην, ὅπως οἱ ἥ τε βασιλέως διάνοια ἔτι μᾶλλον ὑποχειρία εἴη καὶ αὐτὸς κακῶν γένοιτο ἀπαθὴς πρὸς πάντων ἀνθρώπων.
他对神明毫无敬意可言;即使他去某处教堂声称要祈祷并彻夜守夜,他也绝不遵从基督徒的风尚行事,而是穿上适合旧信仰——如今习惯称为希腊信仰——祭司的粗袍,整夜背诵他预先习练好的不敬之词,以便让皇帝的心意更加受他掌控,并让自己免受任何人的侵害。
Ἐν τούτῳ δὲ Βελισάριος Ἰταλίαν καταστρεψάμενος βασιλεῖ ἐς Βυζάντιον ξὺν Ἀντωνίνῃ τῇ γυναικὶ μετάπεμπτος ἦλθεν, ἐφ’ ᾧ ἐπὶ Πέρσας στρατεύσειε.2
在此期间,贝利撒留征服了意大利,应皇帝召回与妻子安东妮娜一同来到拜占庭,以便率军出征波斯人。
καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἔντιμός τε καὶ λόγου πολλοῦ ἄξιος, ὡς τὸ εἰκός, ἦν, μόνος δὲ Ἰωάννης αὐτῷ χαλεπῶς εἶχε καὶ πολλῇ ἐπιβουλῇ ἐς αὐτὸν εἴχετο, κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτὸς μὲν τὸ ἐκ πάντων ἔχθος ἐφ’ ἑαυτὸν εἷλκε, Βελισάριος δὲ πάντων εὐδοκιμῶν μάλιστα ἔτυχεν· ἐπ’ αὐτῷ τε γενομένης τῆς Ῥωμαίων ἐλπίδος αὖθις ἐπὶ Πέρσας ἐστράτευσε, τὴν γυναῖκα ἐν Βυζαντίῳ ἀπολιπών.
正如常理,在所有其他人眼中他备受尊崇且极有威望,唯独约翰对他怀恨在心,并对他抱有极大的敌意,这别无他因,只因约翰自己招致了所有人的怨恨,而贝利撒留却赢得了众人最高的赞誉。当罗马人的希望寄托于贝利撒留身上时,他再次率军出征波斯,将妻子留在了拜占庭。
Ἀντωνίνα δὲ ἡ Βελισαρίου γυνὴ ʽἦν γὰρ ἱκανωτάτη ἀνθρώπων ἁπάντων μηχανᾶσθαι τὰ ἀμήχανἀ χαριεῖσθαι τῇ βασιλίδι βουλευσαμένη ἐπενόει τοιάδε. ἦν τῷ Ἰωάννῃ θυγάτηρ Εὐφημία, δόξαν μὲν ἐπὶ σωφροσύνῃ πολλὴν ἔχουσα, νέα δὲ κομιδῆ, καὶ ἀπ’ αὐτοῦ λίαν εὐάλωτος, ἣν δὴ ὁ πατὴρ ὑπερηγάπα, ἐπειδὴ καὶ μόνης αὐτῆς ἐγεγόνει πατήρ.3
贝利撒留的妻子安东妮娜——因为她是所有人中最善于化绝境为生机之人——决意讨好皇后,便策划了如下计谋。约翰有个女儿名叫尤菲米亚,素以贤淑端庄著称,但年纪极轻,因而极其容易受骗;父亲无比钟爱她,因为她是自己唯一的骨肉。
- 1.25.7οὐ γεγονὸς ὑπάρχων τινὶ πρότερον τοῦτό γε
ὑπάρχων 是名词 ὕπαρχος(大区长官/行政长官)的复数属格(而非动词 ὑπάρχω 的分词),作从属于不定代词 τινὶ 的部分属格(“任何一位长官”)。οὐ γεγονός(中性单数完成时分词)以 τοῦτό γε 为主语构成宾格独立结构(或作前句整体的同位语),意为“这是以往任何长官身上都未曾发生过的事”。
- 1.25.11ἐφ’ ᾧ ἐπὶ Πέρσας στρατεύσειε
连词短语 ἐφ’ ᾧ 引导条件或目的从句(“条件是/为了……”),在历史时态(过去时 ἦλθεν)之后接祈愿语气 στρατεύσειε(不定过去时主动),说明召回贝利撒留的目的与条件。
- 1.25.13ἐπειδὴ καὶ μόνης αὐτῆς ἐγεγόνει πατήρ
由 ἐπειδή 引导的原因从句说明约翰过分溺爱女儿的原因,副词性的 καί 起强调作用,修饰 μόνης αὐτῆς(“因为他仅有她这么一个骨肉”)。
