← 普罗科皮乌斯

战史

§1.24.43-1.24.58

赛车场的叛乱平定与海帕提乌斯被处决

贝利撒留与蒙杜斯率军突入赛车场夹击并屠杀了叛乱民众,平定了叛乱。首领海帕提乌斯与庞培乌斯被擒并被处决,叛乱就此平息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24.43

ἐκ δὲ παλατίου Μοῦνδος μὲν διὰ πύλης ἐξῄει, ἔνθα δὴ ὁ κοχλίας ἀπὸ τῆς καθόδου κυκλοτεροῦς οὔσης ὠνόμασται.

蒙杜斯从皇宫中经由一座大门出击,该门因其呈环形的下行通道而被称为“螺旋门”。

§1.24.44

Βελισάριος δὲ τὰ μὲν πρῶτα εὐθὺ αὐτοῦ τε Ὑπατίου καὶ θρόνου τοῦ βασιλείου ἀνέβαινεν, ὡς δὲ ἐς τὸ πλησίον οἴκημα ἦλθεν οὗ δὴ στρατιωτῶν φρουρὰ ἐκ παλαιοῦ ἐστιν, ἐβόα τοῖς στρατιώταις ἐγκελευόμενος ἀνοιγνύναι οἱ τὴν θύραν ὡς τάχιστα ὅπως ἐπὶ τὸν τύραννον ἴοι.

贝利撒留起初径直向海帕提乌斯本人及皇室宝座登去;但当他来到自古便有卫兵驻守的邻近营房时,便对士兵们大声呼喊,命令他们尽快为他打开大门,以便他去攻打篡位者。

§1.24.45

δεδογμένον δὲ τοῖς στρατιώταις1 μηδετέρῳ ἀμύνειν ἕως αὐτῶν ἅτερος λαμπρῶς νικῴη, ὡς ἥκιστα ἐπαΐειν δοκοῦντες διεκρούσαντο.

然而士兵们早已决定,在双方之一取得决定性胜利之前绝不相助任何一方,因而假装完全听不见而拒绝了他。

§1.24.46

ἀναστρέψας οὖν Βελισάριος ὡς βασιλέα, διεφθάρθαι ἰσχυρίζετο σφίσι τὰ πράγματα. νεωτερίζειν γὰρ ἐς αὐτὸν τοὺς στρατιώτας οἳ τὴν παλατίου φρουρὰν ἔχουσιν. ἐκέλευεν οὖν αὐτὸν βασιλεὺς ἐπὶ τὴν καλουμένην Χαλκῆν καὶ τὰ ἐνταῦθα προπύλαια ἰέναι.

贝利撒留于是折返皇帝身边,坚称他们的大事已去,因为把守宫殿的卫兵正对皇帝图谋不轨。皇帝于是命令他前往所谓的查尔克门及该处的前庭。

§1.24.48

ὁ δὲ δὴ μόλις καὶ οὔτε κινδύνων οὔτε πόνων μεγάλων χωρὶς δι’ ἐρειπίων τε καὶ χωρίων ἡμιφλέκτων διεξιὼν ἐς τὸ ἱππικὸν ἀναβαίνει.

贝利撒留历经千难万险,穿过瓦砾与半焚的废墟,好不容易登上了赛车场。

§1.24.49

καὶ ἐπειδὴ παρὰ τὴν Βενέτειον ἐγεγόνει στοάν, ἣ τοῦ βασιλέως θρόνου ἐν δεξιᾷ ἐστιν, ἐβούλευσε μὲν ἐπὶ πρῶτον αὐτὸν Ὑπάτιον ἰέναι, βραχείας δὲ οὔσης ἐνταῦθα πυλίδος ἣ ἀπεκέκλειστό τε καὶ ὑπὸ τῶν ἐντὸς Ὑπατίου στρατιωτῶν ἐφυλάσσετο, κατωρρώδησε μή οἱ ἐν στενῷ πονουμένῳ ὁ δῆμος ξυνεπιθέμενος αὐτόν τε καὶ τοὺς ἑπομένους ἅπαντας διαφθείραντες ῥᾷόν τε καὶ ἀπονώτερον ἐπὶ βασιλέα χωρήσωσι.2

当他来到位于皇座右侧的蓝党柱廊旁时,起初打算直接去攻打海帕提乌斯本人;但因该处有一扇小门紧闭着,且由门内的海帕提乌斯卫队守卫,他害怕自己在狭隘处苦战之时,民众会合力围攻,将他与所有随从悉数歼灭,从而更加轻而易举、不费力气地向皇帝进军。

§1.24.50

λογισάμενος οὖν ὥς οἱ ἐπὶ τὸν δῆμον ἰτέον ἐστίν, οἳ ἐν τῷ ἱπποδρόμῳ ἑστήκεσαν, πλήθει τε ἄμετροι καὶ μετὰ πολλῆς ἀκοσμίας ὑπ’ ἀλλήλων ὠθούμενοι, ἀπὸ τοῦ κολεοῦ τὸ ξίφος ἀράμενος τοῖς τε ἄλλοις κατὰ ταὐτὰ ποιεῖν ἐπαγγείλας, δρόμῳ τε καὶ κραυγῇ ἐπ’ αὐτοὺς ᾔει.

因此,他判定自己应当向聚集在赛车场中的民众发起进攻——那些民众人数极其庞大,混乱不堪地互相推挤——于是他拔剑出鞘,命令其他人也照样做,大喊着向人群狂奔而去。

§1.24.51

ὁ δὲ δῆμος, ἅτε δὴ ἐν ὁμίλῳ καὶ οὐκ ἐν τάξει ἱστάμενοι, ἐπειδὴ στρατιώτας εἶδον τεθωρακισμένους τε καὶ δόξαν πολλὴν ἐπί τε ἀνδρίᾳ καὶ πολέμων ἐμπειρίᾳ ἔχοντας, καὶ τοῖς ξίφεσιν οὐδεμιᾷ φειδοῖ παίοντας, ἐς φυγὴν ὥρμηντο.

民众本是乌合之众,并未排成阵列,一见全身披甲、以勇猛和作战经验著称且挥剑毫不留情的正规军,立刻溃散逃奔。

§1.24.52

κραυγῆς δὲ πολλῆς, ὡς τὸ εἰκός, γεγενημένης, πλησίον που ἑστηκὼς Μοῦνδος καὶ βουλόμενος ἔργου ἔχεσθαι (ἦν γάρ τις τολμητὴς καὶ δραστήριος), ἀπορούμενος δὲ ᾗ χρήσεται τοῖς παροῦσιν, ἐπειδὴ ἐτεκμήρατο ὡς Βελισάριος ἐν τῷ πόνῳ εἴη, εὐθὺς ἐπὶ τὸ ἱπποδρόμιον διὰ τῆς εἰσόδου ἣ Νεκρὰ καλεῖται εἰσβάλλει.

正如所料,场内爆发出一片巨大的呼喊声;站在不远处的蒙杜斯一心渴望采取行动(因为他是一个果敢而干练之人),原本正苦于不知该如何应对眼前的局势,一察觉贝利撒留已投入激战,便立刻从被称为“死门”的入口冲入赛车场。

§1.24.53

τότε δὴ ἑκατέρωθεν οἱ Ὑπατίου στασιῶται κατὰ κράτος πλησσόμενοι διεφθείροντο. ἐπεὶ δὲ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει καὶ φόνος ἦν ἤδη τοῦ δήμου πολύς, Βοραΐδης τε καὶ Ἰοῦστος, Ἰουστινιανοῦ βασιλέως ἀνεψιοί, χεῖρας αὐτοῖς οὐδενὸς ἀνταίρειν τολμῶντος, καθεῖλόν τε ἀπὸ τοῦ θρόνου Ὑπάτιον καὶ αὐτὸν ἐσαγαγόντες βασιλεῖ ἅμα Πομπηίῳ παρέδωκαν.

此时,海帕提乌斯的叛乱党羽受到两面夹击,被强力歼灭。当溃败已成定局、民众的死伤已极惨重时,查士丁尼皇帝的侄儿博拉伊德斯和尤斯图斯,趁无人敢于反抗,将海帕提乌斯从宝座上拉下,并将他连同庞培乌斯一起押入宫中交给皇帝。

§1.24.54

θνήσκουσί τε τοῦ δήμου πλέον ἢ τρισμύριοι ἐν ταύτῃ τῇ ἡμέρᾳ. βασιλεὺς δὲ αὐτοὺς ἐν φυλακῇ χαλεπῇ ἐκέλευεν εἶναι.

在这一天,民众阵亡者超过三万人。皇帝下令将他们严密囚禁起来。

§1.24.55

ἐνταῦθα Πομπήιος μὲν ἐδάκρυέ τε καὶ ἄξια ἐλέου ἐφθέγγετο· ἦν γὰρ δὴ ὁ ἀνὴρ πραγμάτων τε καὶ κακῶν τοιούτων ἥκιστα ἔμπειρος· Ὑπάτιος δὲ αὐτὸν πολλὰ ὀνειδίσας οὐκ ἔφη χρῆναι τοὺς οὐκ ἐν δίκῃ ἀπολουμένους ὀδύρεσθαι. ἀρχήν3 τε γὰρ ὑπὸ τοῦ δήμου ἄκοντας βιασθῆναι, καὶ οὐκ ἐπὶ κακῷ τοῦ βασιλέως ὕστερον ἐς τὸ ἱπποδρόμιον ἀφικέσθαι. κτείναντες δὲ οἱ στρατιῶται τῇ ὑστεραίᾳ ἑκάτερον, ἐς θάλασσαν καθῆκαν τὰ σώματα.

此时庞培乌斯痛哭流涕,口出令人哀怜之语,因为此人对这类变故与灾祸最缺乏经验;海帕提乌斯则多次责备他,说那些非因正义而受死之人不该这般哭泣,因为起初他们是违背己愿被民众强迫的,后来前往赛车场也绝非为了加害皇帝。次日,士兵们处死了这两人,将尸体抛入大海。

§1.24.57

βασιλεὺς δὲ αὐτῶν τε τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο καὶ ἄλλων τῶν ἐκ βουλῆς ἁπάντων οἳ δὴ τὴν γνώμην ξὺν αὐτοῖς ἔθεντο.

皇帝将这两人的财产,以及其他所有曾与他们同谋的元老院议员的财产抄没归入国库。

§1.24.58

ἔπειτα μέντοι τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς Ὑπατίου καὶ Πομπηίου παισὶ τά τε ἀξιώματα οἷς πρότερον ἐχρῶντο ἀπέδωκε καὶ τῶν χρημάτων ὅσοις τῶν ἐπιτηδείων τινὰς οὐκ ἔτυχε δωρησάμενος. ἐς τόδε μὲν Βυζαντίῳ ἡ στάσις ἐτελεύτα.

然而在此之后,他向其余所有人以及海帕提乌斯与庞培乌斯的子嗣恢复了他们先前享有的官阶与尊荣,并将尚未赐予亲信的那部分财产归还给他们。拜占庭的这场叛乱便以这样的结局告终。

语法注3 条
  1. 1.24.45δεδογμένον δὲ τοῖς στρατιώταις

    无人称动词 δοκεῖ 的完成时被动分词中性单数(对格或主格)构成的独立分词结构(无人称对格绝对结构)。在此表示原因(“鉴于士兵们已决定……”),其实际主语为后接的不定式短语 μηδετέρῳ ἀμύνειν(不帮助任何一方)。

  2. 1.24.49κατωρρώδησε μή οἱ ἐν στενῷ πονουμένῳ ὁ δῆμος ξυνεπιθέμενος αὐτόν τε καὶ τοὺς ἑπομένους ἅπαντας διαφθείραντες ῥᾷόν τε καὶ ἀπονώτερον ἐπὶ βασιλέα χωρήσωσι.

    由表示恐惧的动词 κατωρρώδησε 引导的疑惧从句(μή 搭配虚拟式 χωρήσωσι)。主语为单数集合名词 ὁ δῆμος,其前置分词 ξυνεπιθέμενος 在语法上保持单数一致,但随后的分词 διαφθείραντες 与从句谓语动词 χωρήσωσι 则按语义复数采用了复数形式(依意一致,constructio ad sensum)。代词 οἱ 是指代贝利撒留的利害与格,与分词短语 ἐν στενῷ πονουμένῳ 结合,表示“当他在狭处苦战之时”。

  3. 1.24.56ἀρχήν

    名词 ἀρχή 的对格在此作副词性对格使用,意为“起初、原本”。整个句子承接上文的 ἔφη 构成间接引语(对格加不定式结构),其中 ἄκοντας(违心地、不情愿地)充当被动不定式 βιασθῆναι 的逻辑主语对格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.24.43-1.24.58