← 普罗科皮乌斯

战史

§1.24.27-1.24.42

狄奥多拉的演说与皇帝决意坚守

奥利金主张采取持久战策略,但暴民与海帕提乌斯仍进军赛车场;与此同时,皇宫内部正在商议是否出逃,狄奥多拉皇后力主坚守抗争,皇帝遂将希望托付给贝利撒留等人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24.27

τῶν δὲ δὴ πράξεων αἱ μεγάλαι οὐ βραχύτητι καιροῦ κατορθοῦσθαι θέλουσιν, ἀλλ’ εὐβουλίᾳ τε λογισμῶν καὶ πόνοις σωμάτων, ἅπερ ἄνθρωποι ἐς χρόνου μῆκος ἐνδείκνυνται.

因为伟大的功业并非依赖短暂的时刻所能达成,而是依靠深思熟虑的谋划以及人们在漫长时间中所付出的肉体劳苦。

§1.24.28

ἢν μὲν οὖν ἐπὶ τὸν πολέμιον ἴοιμεν,1 ἐπὶ ξυροῦ μὲν ἀκμῆς τὰ πράγματα ἡμῖν στήσεται, περὶ δὲ τῶν ὅλων ἐν βραχεῖ διακινδυνεύσομεν χρόνῳ, τῶν δὲ ἀποβήσεσθαι μελλόντων ἕνεκα τὴν τύχην ἢ προσκυνήσομεν ἢ μεμψόμεθα πάντως.

因此,如果我们向敌人进发,我们的局势将悬于剃刀之刃上,我们将在极短的时间内拿全部身家去冒险,而且对于将要发生的结果,我们最终若不是膜拜命运,便是诅咒命运。

§1.24.29

τὰ γὰρ τῶν πραγμάτων ὀξύτατα ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος. ἢν δὲ σχολαίτερον τὰ παρόντα διοικησώμεθα, οὐδὲ βουλομένοις παρέσται ἡμῖν Ἰουστινιανὸν ἐν παλατίῳ λαβεῖν, ἀλλ’ ἀγαπήσει ὡς τάχιστα ἤν τις αὐτὸν ἐῴη φυγεῖν.

因为事物最仓促的发展往往大多会落入命运的支配之下。但如果我们更加从容地处置眼前的局势,即便我们有意为之,也无法在皇宫中捕获查士丁尼,而只要有人允许他逃走,他自己倒会万分庆幸地尽速逃离。

§1.24.30

ἀρχὴ γὰρ περιορωμένη καταρρεῖν εἴωθεν, ἀποληγούσης αὐτῇ τῆς ἰσχύος ἐς ἡμέραν ἑκάστην. ἔστι τοίνυν ἡμῖν βασίλεια ἕτερα, Πλακιλλιαναί τε καὶ τὰ Ἑλένης ἐπώνυμα, ὅθεν χρὴ βασιλέα τόνδε ὁρμώμενον τόν τε πόλεμον διενεγκεῖν καὶ τὰ ἄλλα διοικήσασθαι ᾗ ἄμεινον ἕξει.” Ὠριγένης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄλλοι, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, ὀξύτερόν τε ἀντελαμβάνοντο καὶ τὸ παραυτίκα ᾤοντο ξύμφορον εἶναι, καὶ οὐχ ἥκιστά γε Ὑπάτιος ʽχρῆν γάρ οἱ γενέσθαι κακῶσ̓ τῆς ἐπὶ τὸν ἱππόδρομον ὁδοῦ ἐκέλευεν ἡγεῖσθαι. τινὲς δέ φασιν ἐξεπίτηδες αὐτὸν ἐνταῦθα ἥκειν, βασιλεῖ εὐνοϊκῶς ἔχοντα.

因为被弃置一旁的权力往往会自行瓦解,其力量日复一日地消退。此外,我们还有其他宫殿,即普拉基利亚宫以及以海伦娜命名的宫殿;这位皇帝应当以此为据点来展开战争,并以最适宜的方式处置其余事项。”奥利金所言至此。然而其余的人,正如乌合之众常做的那样,选择了更为激进的方案,认为眼前之举才是有益的;尤其是海帕提乌斯本人——因为注定他要遭遇厄运——甚至命令他们带路前往赛车场。不过也有人说他是故意前往该处的,因为他实际上心向皇帝。

§1.24.32

Οἱ δὲ ἀμφὶ τὸν βασιλέα ἐν βουλῇ ἦσαν, πότερα μένουσιν αὐτοῖς ἢ ταῖς ναυσὶν ἐς φυγὴν τρεπομένοις ἄμεινον ἔσται. καὶ λόγοι μὲν πολλοὶ ἐλέγοντο ἐς ἑκάτερα φέροντες.

而皇帝身边的廷臣则在商议,究竟是留下来,还是乘船逃跑对他们更为有利。双方都有许多支持的言论被提了出来。

§1.24.33

καὶ Θεοδώρα δὲ ἡ βασιλὶς ἔλεξε τοιάδε “Τὸ μὲν γυναῖκα ἐν ἀνδράσι μὴ χρῆναι τολμᾶν ἢ ἐν τοῖς ἀποκνοῦσι νεανιεύεσθαι, τὸν παρόντα οἶμαι καιρὸν ἥκιστα ἐφεῖναι διασκοπεῖσθαι2 εἴτε ταύτῃ εἴτε ἄλλῃ πη νομιστέον.

这时狄奥多拉皇后发言如下:“至于女子不应当在男人中间大胆妄为,或者在退缩懦弱的人面前逞强示勇,我认为眼前的关头最不容许我们去探讨究竟应当持这种看法还是别的看法。

§1.24.34

οἷς γὰρ τὰ πράγματα ἐς κίνδυνον τὸν μέγιστον ἥκει, οὐκ ἄλλο οὐδὲν εἶναι δοκεῖ ἄριστον ἢ τὰ ἐν ποσὶν ὡς ἄριστα θέσθαι.

因为对于局势已陷入最大危险之中的人而言,似乎唯有把眼前迫切的事情尽可能妥善解决,才是最好的出路。

§1.24.35

ἡγοῦμαι δὲ τὴν φυγὴν ἔγωγε, εἴπερ ποτέ, καὶ νῦν, ἢν καὶ τὴν σωτηρίαν ἐπάγηται, ἀξύμφορον εἶναι. ἀνθρώπῳ μὲν γὰρ ἐς φῶς ἥκοντι τὸ μὴ οὐχὶ καὶ νεκρῷ γενέσθαι ἀδύνατον, τῷ δὲ βεβασιλευκότι τὸ φυγάδι εἶναι οὐκ ἀνεκτόν.

我个人认为,逃跑倘若在以往任何时候无益,在此时也是无益的,哪怕它能带来生机。对于降生于世的人而言,化为尸体是不可避免的;但对于曾位居九五之人而言,沦为流亡之徒却是无法容忍的。

§1.24.36

μὴ γὰρ ἂν γενοίμην τῆς ἁλουργίδος ταύτης χωρίς, μηδ’ ἂν τὴν ἡμέραν ἐκείνην βιῴην, ἐν ᾗ με δέσποιναν οἱ ἐντυχόντες οὐ προσεροῦσιν. εἰ μὲν οὖν σώζεσθαί σοι βουλομένῳ ἐστίν, ὦ βασιλεῦ, οὐδὲν τοῦτο πρᾶγμα.

愿我永不失去这件紫袍,也愿我永不活到与我相遇之人不再尊称我为主母的那一天。因此,皇帝啊,如果你愿意自保,这绝非难事。

§1.24.37

χρήματα γάρ τε πολλὰ ἔστιν ἡμῖν, καὶ θάλασσα μὲν ἐκείνη, πλοῖα δὲ ταῦτα. σκόπει μέντοι μὴ διασωθέντι ξυμβήσεταί σοι ἥδιστα ἂν τῆς σωτηρίας τὸν θάνατον ἀνταλλάξασθαι.3 ἐμὲ γάρ τις καὶ παλαιὸς ἀρέσκει λόγος, ὡς καλὸν ἐντάφιον ἡ βασιλεία ἐστί.”4 τοσαῦτα τῆς βασιλίδος εἰπούσης, θάρσος τε τοῖς πᾶσιν ἐπεγένετο καὶ ἐς ἀλκὴν τραπόμενοι ἐν βουλῇ ἐποιοῦντο ᾗ ἂν ἀμύνεσθαι δυνατοὶ γένοιντο, ἤν τις ἐπ’ αὐτοὺς πολεμήσων ἴοι.

因为我们有巨额的财富,那边是大海,这边是船只。然而你应当审视清楚,一旦获救逃生之后,你是否反而会极其乐意用苟安去换取死亡。因为我甚喜一句古老的箴言,即帝位是一块绝妙的裹尸布。” 皇后说完这番话,所有人都重振了勇气,转而决意抵抗,并在会议中商讨如果有人前来进攻,他们该当如何抵御。

§1.24.39

οἱ μὲν οὖν στρατιῶται ξύμπαντες, οἵ τε ἄλλοι καὶ ὅσοι ἀμφὶ τὴν βασιλέως αὐλὴν ἐτετάχατο, οὔτε τῷ βασιλεῖ εὐνοϊκῶς εἶχον οὔτε ἐς τὸ ἐμφανὲς ἔργου ἔχεσθαι ἤθελον, ἀλλὰ τὸ μέλλον ἐκαραδόκουν ὅπη ἐκβήσεται.

然而所有的士兵,无论是其他部队还是部署在皇宫周围的人,既不心向皇帝,也不愿公然采取行动,而是在静观未来的局势究竟如何发展。

§1.24.40

πᾶσαν δὲ τὴν ἐλπίδα ἐν Βελισαρίῳ τε καὶ Μούνδῳ ὁ βασιλεὺς εἶχεν, ὧν ἅτερος μέν, Βελισάριος, ἄρτι ἐκ τοῦ Μηδικοῦ ἐπανήκων πολέμου τήν τε ἄλλην θεραπείαν δυνατήν τε καὶ λόγου ἀξίαν ἐπήγετο καὶ δορυφόρων τε εἶχε καὶ ὑπασπιστῶν πλῆθος ἔν τε ἀγῶσι καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς μελέτας πεποιημένον.

皇帝将全部希望寄托在贝利撒留与蒙杜斯身上。他们当中的一人,贝利撒留,刚从波斯战争中归来,随身带着一支强大且颇具名望的卫队,并拥有大批在战火考验与战争危局中久经训练的枪兵与侍卫。

§1.24.41

Μοῦνδος δέ, Ἰλλυριῶν στρατηγὸς ἀποδεδειγμένος, τύχῃ τινὶ ξυνεκύρησε βαρβάρους Ἐρούλους ἐπαγαγόμενος κατά τινα χρείαν ἐς Βυζάντιον μετάπεμπτος ἥκειν.

而已被任命为伊利里亚军队统帅的蒙杜斯,因某种机缘巧合,由于某项需要正率领着赫鲁利蛮族部队奉召抵达拜占庭。

§1.24.42

Ὑπάτιος μὲν οὖν ἐπειδὴ εἰς τὸν ἱππόδρομον ἀφίκετο, ἀναβαίνει μὲν αὐτίκα οὗ δὴ βασιλέα καθίστασθαι νόμος, κάθηται δὲ ἐς τὸν βασίλειον θρόνον, ὅθεν ἀεὶ βασιλεὺς εἰώθει τόν τε ἱππικὸν καὶ γυμνικὸν θεᾶσθαι ἀγῶνα.

于是海帕提乌斯在到达赛车场之后,立刻登上依惯例立帝之处,坐在了皇室宝座之上,以往皇帝总是从那里观看赛马与竞技比赛的。

语法注4 条
  1. 1.24.28ἢν μὲν οὖν ἐπὶ τὸν πολέμιον ἴοιμεν

    连词 ἢν (ἐάν) 与从属分句中的希求法动词 ἴοιμεν(εἶμι 的现在希求法第一人称复数)结合的不规则条件句结构。通常 ἢν 接虚拟法表示未来的或然条件,此处使用希求法带有说话者奥利金主观推测或委婉假定的色彩,而主句则使用将来直陈式(στήσεται, διακινδυνεύσομεν)。

  2. 1.24.33Τὸ μὲν γυναῖκα ἐν ἀνδράσι μὴ χρῆναι τολμᾶν ἢ ἐν τοῖς ἀποκνοῦσι νεανιεύεσθαι, τὸν παρόντα οἶμαι καιρὸν ἥκιστα ἐφεῖναι διασκοπεῖσθαι

    句首带冠词的不定式短语(Τὸ μὲν ... νεανιεύεσθαι)被前置,作为后文动词 διασκοπεῖσθαι 的宾语(或主题引出)。全句的骨干结构为 οἶμαι τὸν παρόντα καιρὸν ἥκιστα ἐφεῖναι διασκοπεῖσθαι...(“我认为眼前的关头最不容许探讨……”),其中 τὸν παρόντα καιρόν 为宾格主语,ἐφεῖναι(ἐφίημι 的不定过去不定式)为宾格不定式从句的主动词。

  3. 1.24.37σκόπει μέντοι μὴ διασωθέντι ξυμβήσεταί σοι ἥδιστα ἂν τῆς σωτηρίας τὸν θάνατον ἀνταλλάξασθαι

    由表示顾虑与戒备的祈使动词 σκόπει 引出带有 μή 的从句,从句中使用将来直陈式 ξυμβήσεται,表示对不良后果的深切忧虑和警告。该动词的主语为不定式短语 ἥδιστα ἂν ... ἀνταλλάξασθαι,不定式搭配 ἄν 表达潜在情态(“你可能会极乐意去以苟安换取死亡”)。

  4. 1.24.37καλὸν ἐντάφιον ἡ βασιλεία ἐστί

    带有定冠词的 ἡ βασιλεία 是句子的语法主语,不带冠词的 καλὸν ἐντάφιον 则是表语名词,意为“帝位/王权是一块绝妙的裹尸布”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.24.27-1.24.42