← 普罗科皮乌斯

战史

§1.24.14-1.24.26

罢免贪官与海帕提乌斯被拥立为帝

查士丁尼为平息民愤罢免了两位臭名昭著的大臣,但暴乱仍未平息;先皇侄子海帕提乌斯被迫离宫后遭暴民强行拥立为帝,聚集的元老院议员则商议进攻皇宫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24.14

χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος, ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν, ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληιζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν ἠσχολημένος· κατέχειν δὲ ἑαυτὸν οὐδαμῆ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς τὸν ἔμετον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐς ἀεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. Ἰωάννης μὲν οὖν τοιοῦτός τις ἦν.

无论如何,他在短时间内聚敛了巨额财富,便陷入了毫无节制的纵欲放荡之中,直至午餐时分皆在劫掠臣民的家产,余下的时间则沉湎于酗酒与肉体的淫乱之事;他根本无法克制自己,暴饮暴食直至呕吐,而且随时准备窃取金钱,挥霍浪费起来更是变本加厉。约翰其人便是如此。

§1.24.16

Τριβουνιανὸς δὲ φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ’ αὐτὸν οὐδενὸς ἧσσον, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγραφεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον.

特里波尼安则天资聪颖,论学识之渊博不亚于其同辈中的任何人;但他极度贪恋钱财,始终能够为了私利而出卖正义,几乎每天都废除某些法律,又制定另一些法律,依求索者的需求将二者兜售出去。

§1.24.17

Ἕως μὲν οὖν ὁ δῆμος ὑπὲρ τῶν ἐν τοῖς χρώμασιν ὀνομάτων τὸν πόλεμον πρὸς ἀλλήλους διέφερον, λόγος οὐδεὶς ἦν ὧν οὗτοι ἐς τὴν πολιτείαν ἡμάρτανον· ἐπεὶ δὲ ξυμφρονήσαντες, ὥσπερ ἐρρήθη, ἐς τὴν στάσιν κατέστησαν, ἔκ τε τοῦ ἐμφανοῦς ἀνὰ πᾶσαν τὴν πόλιν ἐς αὐτοὺς ὕβριζον καὶ περιιόντες ἐζήτουν ἐφ’ ᾧ κτείνωσι.1 διὸ δὴ βασιλεὺς ἑταιρίζεσθαι τὸν δῆμον ἐθέλων ἄμφω τῆς ἀρχῆς ἐν τῷ παραυτίκα παρέλυσε.

只要民众还在为党派色彩的虚名彼此攻伐,这二人对政制犯下的罪愆便无人过问;但正如前文所述,当民众联合起来发动暴乱之后,便在全城公然对他们施以侮辱,四处游走搜寻他们以图杀之。因此皇帝为了拉拢民心,便立即免除了两人的官职。

§1.24.18

καὶ Φωκᾶν μέν, ἄνδρα πατρίκιον, ἔπαρχον τῆς αὐλῆς κατεστήσατο, ξυνετώτατόν τε καὶ τοῦ δικαίου ἐπιμελεῖσθαι ἱκανῶς πεφυκότα· Βασιλείδην δὲ τὴν τοῦ κοιαίστωρος ἀρχὴν ἔχειν ἐκέλευεν, ἔκ τε ἐπιεικείας γνώριμον ἐν πατρικίοις ὄντα καὶ ἄλλως δόκιμον.

他任命贵族福卡斯为近卫长官,此人极富才智,天生适于维护公道;又命巴西利德斯担任法务官之职,此人在贵族阶层中以公允著称,且在其他方面亦为人敬重。

§1.24.19

οὐδὲν μέντοι ἧσσον ἡ στάσις ἐπ’ αὐτοῖς ἤκμαζε. πέμπτῃ δὲ ἀπὸ τῆς στάσεως ἡμέρᾳ περὶ δείλην ὀψίαν Ἰουστινιανὸς βασιλεὺς Ὑπατίῳ τε καὶ Πομπηίῳ τοῖς Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῖς οἴκαδε ὡς τάχιστα ἐπέσκηπτεν ἰέναι, εἴτε τι νεώτερον πράσσεσθαι πρὸς αὐτῶν ἐς σῶμα τὸ οἰκεῖον ὑποτοπήσας εἴτε καὶ αὐτοὺς ἡ πεπρωμένη ἐς τοῦτο ἦγεν.

然而,叛乱的声势并未因此稍减。叛乱爆发后的第五天临近傍晚时分,查士丁尼皇帝命令先皇阿纳斯塔修斯的两个侄子海帕提乌斯与庞培乌斯尽快回家,不知是怀疑他们正针对〔皇帝〕自身图谋不轨,抑或是命运在将他们引向这般结局。

§1.24.20

οἱ δέ, ὅπερ ἐγένετο, δείσαντες μὴ σφᾶς ὁ δῆμος ἐς τὴν βασιλείαν βιάζοιτο, ἔφασαν οὐ δίκαια ποιήσειν εἰ σφῶν τὸν βασιλέα παρήσουσιν ἐς τοσόνδε κίνδυνον ἥκοντα.

而他们二人害怕日后实际发生的事情,即民众强迫他们称帝,便声称若抛弃陷于如此危难之中的皇帝,实为不义之举。

§1.24.21

ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον ἐς τὴν ὑποψίαν ἐνέπιπτε, καὶ αὐτοὺς αὐτίκα μάλα ἐκέλευεν ἀπαλλάσσεσθαι. οὕτω γοῦν οἴκαδε τὼ ἄνδρε τούτω ἐκομιζέσθην καί, τέως μὲν νὺξ ἐτύγχανεν οὖσα, ἐνταῦθα ἡσυχαζέτην.2

查士丁尼皇帝听闻此言后疑心更甚,命令他们即刻离开。于是这两个人便回到了家中,只要还是夜晚,便在那里按兵不动。

§1.24.22

Τῇ δὲ ὑστεραίᾳ ἅμα ἡλίῳ ἀνίσχοντι ἔκπυστα ἐς τὸν δῆμον ἐγένετο ὡς ἀμφοτέρω ἀπηλλαγήτην τῆς ἐν παλατίῳ διατριβῆς. ἔτρεχον οὖν ἐπ’ αὐτοὺς ὁ λεὼς ἅπας, βασιλέα τε Ὑπάτιον ἀνηγόρευον, καὶ αὐτὸν ὡς παραληψόμενον τὰ πράγματα ἐς τὴν ἀγορὰν ἦγον.

次日日出时分,民众得知两人已离开皇宫。于是全体暴民奔向他们,拥立海帕提乌斯为帝,并将其推至广场,企图让他接管大权。

§1.24.23

ἡ δὲ Ὑπατίου γυνὴ Μαρία, ξυνετή τε οὖσα καὶ δόξαν ἐπὶ σωφροσύνῃ μεγίστην ἔχουσα, εἴχετο μὲν τοῦ ἀνδρὸς καὶ οὐ μεθίει, ἐβόα δὲ ὀλολυγῇ τε χρωμένη καὶ τοῖς ἐπιτηδείοις ἅπασιν ἐγκελευομένη, ὡς αὐτὸν τὴν ἐπὶ θανάτῳ οἱ δῆμοι ἄγοιεν.

海帕提乌斯的妻子玛利亚素来聪明且以端庄温良著称,她紧紧拉住丈夫不肯松手,悲号啼哭,向所有的亲友高声呼告,称民众正将他推向死路。

§1.24.24

ὑπερβιαζομένου μέντοι τοῦ ὁμίλου, αὐτή τε οὐχ ἑκοῦσα μεθῆκε τὸν ἄνδρα καὶ αὐτὸν ὁ λεὼς οὔτι ἑκούσιον ἐς τὴν Κωνσταντίνου ἀγορὰν ἥκοντα ἐς τὴν βασιλείαν ἐκάλουν, καὶ (οὐ γὰρ ἦν αὐτοῖς οὔτε διάδημα οὔτε τι ἄλλο ὧν δὴ βασιλέα περιβάλλεσθαι νόμος) στρεπτόν τινα χρυσοῦν ἐπὶ τῇ κεφαλῇ θέμενοι βασιλέα Ῥωμαίων ἀνεῖπον.

然而由于暴民以巨力强夺,她不得不放开丈夫;民众呼召并非自愿来到君士坦丁广场的他登上皇位,并且——由于他们既无帝冕,亦无任何依惯例皇帝应当佩戴之物——便将一根金项圈戴在他头上,宣布他为罗马人的皇帝。

§1.24.25

ἤδη δὲ καὶ τῶν ἐκ βουλῆς ξυνιόντων, ὅσοι οὐκ ἀπολειφθέντες ἐτύγχανον ἐν τῇ βασιλέως αὐλῇ, πολλαὶ μὲν ἐλέγοντο γνῶμαι ὡς αὐτοῖς ἰτέον ἀγωνιουμένοις ἐς παλάτιον· Ὠριγένης δέ, ἀνὴρ ἐκ βουλῆς, παρελθὼν ἔλεξε τοιάδε “Τὰ μὲν παρόντα ἡμῖν, ὦ ἄνδρες Ῥωμαῖοι, πράγματα μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε.3 πόλεμος δὲ καὶ βασιλεία τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἁπάντων ὡμολόγηται εἶναι.

此时,那些未曾滞留在皇宫中的元老院议员亦汇聚而来,许多人提议应当进军皇宫一决雌雄;元老院议员奥利金走上前来,发表了如下讲话:“罗马的男儿们,我们当前的局势除了诉诸战争外,绝不可能得以解决。而战争与帝位,公认是人类一切事物中最重大的两件事。”

语法注3 条
  1. 1.24.17ἐφ’ ᾧ κτείνωσι

    连词短语 ἐφ' ᾧ 后接虚拟式动词(κτείνωσι),构成目的从句(“以便杀害他们”)。尽管 ἐφ' ᾧ 亦可引出条件状语从句(“在……条件下”),但依上下文可知此处表暴徒四处搜寻二人的目的。

  2. 1.24.21τὼ ἄνδρε τούτω ἐκομιζέσθην καί, τέως μὲν νὺξ ἐτύγχανεν οὖσα, ἐνταῦθα ἡσυχαζέτην

    名词短语(τὼ ἄνδρε τούτω)与两个主谓动词(ἐκομιζέσθην、ἡσυχαζέτην)均严格使用了双数形式(dual)。这是模仿古典语法的仿古笔法,指代海帕提乌斯与庞培乌斯二人。

  3. 1.24.26μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε

    否定形式的不可能表达式 οὐχ οἷόν τε(“是不可能的”)统领由双重否定词 μὴ οὐχί 与不定式(διακριθῆναι)构成的结构。在否定短语之后,μὴ οὐ 搭配不定式为标准希腊语文法,整体表示强烈的必然性(“不可能不通过战争来决断”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.24.14-1.24.26