- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.24.1-1.24.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拜占庭因蓝党与绿党联合意外爆发“尼卡暴动”并纵火焚城,随后记述了近卫长官卡帕多细亚的约翰与特里波尼安的为人行止。
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐν Βυζαντίῳ στάσις τῷ δήμῳ ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπεσεν, ἣ μεγίστη τε παρὰ δόξαν ἐγένετο καὶ ἐς κακὸν μέγα τῷ τε δήμῳ καὶ τῇ βουλῇ ἐτελεύτησε τρόπῳ τοιῷδε.
大约在同一时期,拜占庭的民众中意外爆发了一场叛乱,其规模出人意料地变得极大,并以如下方式给民众与元老院双方带来了巨大的灾祸。
οἱ δῆμοι ἐν πόλει ἑκάστῃ ἔς τε Βενέτους ἐκ παλαιοῦ καὶ Πρασίνους διῄρηντο, οὐ πολὺς δὲ χρόνος ἐξ οὗ1 τούτων τε τῶν ὀνομάτων καὶ τῶν βάθρων ἕνεκα οἷς δὴ θεώμενοι ἐφεστήκασι, τά τε χρήματα δαπανῶσι καὶ τὰ σώματα αἰκισμοῖς πικροτάτοις προΐενται καὶ θνήσκειν οὐκ ἀπαξιοῦσι θανάτῳ αἰσχίστῳ·
各城市的民众自古以来便分为蓝党与绿党,但他们为了这些名称以及观看表演时所立足的看台席位,不仅倾家荡产,甘受最酷烈的摧残,甚至不惜以最可耻的方式死去,发生这种情况距今为时未久。
μάχονται δὲ πρὸς τοὺς ἀντικαθισταμένους, οὔτε εἰδότες ὅτου αὐτοῖς ἕνεκα ὁ κίνδυνός ἐστιν, ἐξεπιστάμενοί τε ὡς, ἢν καὶ περιέσωνται τῶν δυσμενῶν τῇ μάχῃ, λελείψεται αὐτοῖς ἀπαχθῆναι μὲν αὐτίκα ἐς τὸ δεσμωτήριον, αἰκιζομένοις δὲ τὰ ἔσχατα εἶτα ἀπολωλέναι.
他们与对手互相厮杀,既不知道自己因何缘故冒此危险,又深知即便在打斗中压制了敌对者,等待他们的下场也唯有被立即押送牢狱,受尽极刑而后丧命。
φύεται μὲν οὖν αὐτοῖς τὸ ἐς τοὺς πέλας ἔχθος αἰτίαν οὐκ ἔχον, μένει δὲ ἀτελεύτητον ἐς τὸν πάντα αἰῶνα, οὔτε κήδει οὔτε ξυγγενείᾳ οὔτε φιλίας θεσμῷ εἶκον, ἢν καὶ ἀδελφοὶ ἢ ἄλλο τι τοιοῦτον οἱ ἐς τὰ χρώματα ταῦτα διάφοροι εἶεν.
因此,他们对邻人无端滋生出仇恨,且历经万世而永不泯灭,既不屈从于姻亲之好,亦不屈从于血亲之伦或友谊之法度,哪怕就这些颜色而言彼此对立者竟是兄弟或有其他此类关系。
μέλει τε αὐτοῖς οὔτε θείων οὔτε ἀνθρωπείων πραγμάτων παρὰ τὸ ἐν τούτοις νικᾶν,2 ἤν τέ τι ἀσέβημα ἐς τὸν θεὸν ὑφ’ ὁτουοῦν ἁμαρτάνηται ἤν τε οἱ νόμοι καὶ ἡ πολιτεία πρὸς τῶν οἰκείων ἢ τῶν πολεμίων βιάζωνται, ἐπεὶ καὶ τῶν ἐπιτηδείων σπανίζοντες ἴσως κἀν τοῖς ἀναγκαιοτάτοις ἀδικουμένης αὐτοῖς τῆς πατρίδος, οὐ προσποιοῦνται, ἤν γε αὐτοῖς κεῖσθαι τὸ μέρος ἐν καλῷ μέλλῃ· οὕτω γὰρ τοὺς συστασιώτας καλοῦσι.
为了在这些争斗中获胜,他们对神圣之事与世俗之事皆漠不关心,无论何人对神犯下不敬之罪,抑或法律与政制遭亲属抑或敌人破坏;因为哪怕他们自身匮乏生活必需品,祖国在最切要的利益上蒙受侵害,只要自身的党派处于有利地位,他们便视若无睹——因为他们就是这样称呼同党之人的。
μεταλαγχάνουσι δὲ τοῦ ἄγους τούτου καὶ γυναῖκες αὐτοῖς, οὐ τοῖς ἀνδράσιν ἑπόμεναι μόνον, ἀλλὰ καὶ τούτοις, ἂν οὕτω τύχοι, ἀντιστατοῦσαι, καίπερ οὔτε εἰς τὰ θέατρα τὸ παράπαν ἰοῦσαι οὔτε τῳ ἄλλῳ αἰτίῳ ἠγμέναι· ὥστε οὐκ ἔχω ἄλλο τι ἔγωγε τοῦτο εἰπεῖν ἢ ψυχῆς νόσημα. ταῦτα μὲν οὖν ταῖς τε πόλεσι καὶ δήμῳ ἑκάστῳ ὧδέ πη ἔχει.
妇女们亦参与了这一可憎的恶癖,不仅追随丈夫,甚至若逢其便,亦反抗丈夫,尽管她们根本不去剧场,亦未受任何其他缘由驱动;以至于我本人实不知除了将其称为灵魂的疾患外还能作何解释。各城市与各民众的情形大抵便是如此。
Τότε δὲ ἡ ἀρχή, ἣ τῷ δήμῳ ἐφειστήκει ἐν Βυζαντίῳ, τῶν στασιωτῶν τινας τὴν ἐπὶ θανάτῳ ἀπῆγε.3 ξυμφρονήσαντες δὲ καὶ σπεισάμενοι πρὸς ἀλλήλους ἑκάτεροι τούς τε ἀγομένους ἁρπάζουσι καὶ ἐς τὸ δεσμωτήριον αὐτίκα ἐσβάντες ἀφιᾶσιν ἅπαντας ὅσοι στάσεως ἢ ἑτέρου του ἁλόντες ἀτοπήματος ἐδέδεντο.
当时,在拜占庭掌管民政的长官将若干暴乱分子押赴刑场处死。然而双方达成共识,互相订立协定,强行夺下了被押送之人,随即闯入牢狱,释放了所有因参与暴乱或其他罪行被捕囚禁之人。
καὶ οἱ μὲν ὑπηρέται, ὅσοι τῇ τῆς πόλεως ἀρχῇ ἕπονται, ἐκτείνοντο οὐδενὶ λόγῳ, τῶν δὲ πολιτῶν εἴ τι καθαρὸν ἦν ἐς τὴν ἀντιπέρας ἤπειρον ἔφευγον, καὶ τῇ πόλει πῦρ ἐπεφέρετο, ὡς δὴ ὑπὸ πολεμίοις γεγενημένῃ.
跟随城市长官的所有差役皆遭肆意杀害,无辜的公民则逃往对岸的大陆,城中燃起大火,宛如已落入敌手一般。
καὶ τὸ ἱερὸν ἡ Σοφία τό τε βαλανεῖον ὁ Ζεύξιππος καὶ τῆς βασιλέως αὐλῆς τὰ ἐκ τῶν προπυλαίων ἄχρι ἐς τὸν Ἄρεως λεγόμενον οἶκον καυθέντα ἐφθάρη, ἐπὶ τούτοις τε ἄμφω αἱ μεγάλαι στοαὶ μέχρι τῆς ἀγορᾶς ἀνήκουσαι ἣ Κωνσταντίνου ἐπώνυμός ἐστιν, εὐδαιμόνων τε ἀνθρώπων οἰκίαι πολλαὶ καὶ χρήματα μεγάλα.
圣索菲亚神庙、宙克西珀斯浴场以及皇宫中从前门至所谓战神之馆的部分皆被焚毁,此外延伸至以君士坦丁命名的广场的两座宏大柱廊、众多富户的宅邸以及巨额财宝亦荡然无存。
βασιλεὺς δὲ καὶ ἡ συνοικοῦσα καὶ τῶν ἀπὸ βουλῆς ἔνιοι καθείρξαντες σφᾶς αὐτοὺς ἐν παλατίῳ ἡσύχαζον. ξύμβολον δὲ ἀλλήλοις ἐδίδοσαν οἱ δῆμοι τὸ νίκα, καὶ ἀπ’ αὐτοῦ ἐς τόδε τοῦ χρόνου ἡ κατάστασις ἐκείνη προσαγορεύεται.
皇帝与其妻子以及部分元老院议员将自己禁闭在宫殿中,按兵不动。民众将“胜利”(尼卡)作为彼此联络的暗号,自此直至今日,那场动乱皆以此得名。
Τότε τῆς μὲν αὐλῆς ἔπαρχος Ἰωάννης ἦν ὁ Καππαδόκης, Τριβουνιανὸς δέ, Πάμφυλος γένος, βασιλεῖ πάρεδρος· κοιαίστωρα τοῦτον καλοῦσι Ῥωμαῖοι.
当时,近卫长官乃是卡帕多细亚的约翰,而庞非利亚人特里波尼安则是皇帝的辅臣——罗马人称此职为法务官。
τούτοιν ἅτερος, Ἰωάννης, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς· φύσεως δὲ ἰσχύϊ πάντων γέγονε δυνατώτατος ὧν ἡμεῖς ἴσμεν.
这两人中的一人约翰,对文雅之学与正统教育一窍不通;因为他投身启蒙蒙师门下时,除了认字外别无所学,且识字亦极低劣粗疏。然而论及天资之强干,他却是我们所知所有人中最有能力之人。
γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ γεγονὼς ἀνθρώπων ἁπάντων τῇ τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις ἐσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ πόλεις ὅλας καθελεῖν ἐπιμελὲς ἦν.
因为他极擅长洞察应行之事,亦善于为疑难困局觅得化解之策。然而,他既已成为全人类中最邪恶之人,便将此天赋才能运用于作恶,既无对神的敬畏,亦无对人的羞耻之心,一心只为谋求私利而毁损无数人的生计,并不惜摧毁整座整座的城市。
- 1.24.2οὐ πολὺς δὲ χρόνος ἐξ οὗ
省去系动词的固定时间表达结构(οὐ πολὺς [ἐστὶ] χρόνος ἐξ οὗ),意为“自……以来时间并不长”。关系代词属格 οὗ 暗含先行词 χρόνου,与介词 ἐξ 连用引导时间状语从句。
- 1.24.5παρὰ τὸ ἐν τούτοις νικᾶν
介词 παρά 后接带冠词不定式对格 τὸ νικᾶν,表示比较或排他(“除了……”、“相较于……”)。与前面的否定词 οὔτε... οὔτε 呼应,表明他们除了在此类争斗中取胜之外,对神事或人事皆全不在意。
- 1.24.7τὴν ἐπὶ θανάτῳ ἀπῆγε
带有阴性名词 ὁδόν 省略的惯用表达(τὴν [ὁδόν] ἐπὶ θανάτῳ ἀπῆγε),意为“押送走上死路”(即押赴死刑)。这与上一语段中的 τὴν ἐπὶ τῷ θανάτῳ ... ἀπεπέμψατο 结构相呼应。
