- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.23.15-1.23.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
霍斯劳设计诱使老将阿德尔古顿巴德斯前往要塞并将其处死,由其子瓦拉梅斯承袭其职,其后一名自称卡瓦德之人流亡至君士坦丁堡;随后霍斯劳又轻信政敌谗言,依照波斯三脚架待罪之俗处死了重臣梅博德斯。
ἡνίκα ἐκ γῆς τῆς Κολχίδος ἐπ’ οἴκου ἀναχωρεῖν ἔμελλε, γράφει τῷ χαναράγγῃ τούτῳ ὅτι δὴ αὐτῷ βεβουλευμένα εἴη παντὶ τῷ στρατῷ ἐς γῆν τὴν Ῥωμαίων ἐσβάλλειν, οὐκ ἐν μιᾷ μέντοι τῆς χώρας εἰσόδῳ, ἀλλὰ δίχα ποιησαμένῳ1 τὸ Περσῶν στράτευμα, ὅπως οἱ ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Εὐφράτου ἐπὶ τοὺς πολεμίους ἡ ἐσβολὴ ἔσται.
当他准备从科尔基斯之地班师回朝之际,便写信给这位边疆总督,称自己已决意率全军进犯罗马人的领土;然而并非从该国单一入口发起进攻,而是将波斯军队一分为二,以便在幼发拉底河之内与之外双向对敌发起进攻。
μιᾷ μὲν οὖν τῆς στρατιᾶς μοίρᾳ ἐς τὴν πολεμίαν αὐτόν, ὡς τὸ εἰκός, ἐξηγήσεσθαι, ἑτέρῳ δὲ οὐδενὶ ἐνδιδόναι τῶν αὐτοῦ δούλων ἴσα τῷ βασιλεῖ ἐν ταύτῃ δὴ τῇ τιμῇ ἔχειν, ὅτι μὴ αὐτῷ χαναράγγῃ τῆς ἀρετῆς ἕνεκα.
信中称,他自己理所当然地将率领大军的一支进入敌境,但对于自己的一众臣仆,除了因该边疆总督之勇烈而特赐恩准外,绝不容许其他任何人在此项殊荣上同国王平起平坐。
δεῖν τοίνυν αὐτὸν μὲν ἐν τῇ ἀποπορείᾳ κατὰ τάχος οἱ ἐς ὄψιν ἐλθεῖν, ὅπως αὐτῷ κοινολογησάμενος ἅπαντα ἐπιστέλλοι ὅσα ξυνοίσειν τῇ στρατιᾷ μέλλοι, τοὺς δὲ ξὺν αὐτῷ ὄπισθε κελεύειν ὁδῷ ἰέναι.
因此,他本人务须在回程中尽快前来谒见国王,以便国王同他商榷后交代一切有利于全军的适宜事项,同时令其所率部属在后方随路行进。
ταῦτα ἐπεὶ ὁ χαναράγγης ἀπενεχθέντα εἶδε, περιχαρὴς γεγονὼς τῇ ἐς αὐτὸν τοῦ βασιλέως τιμῇ μακράν τε ἀπολελειμμένος τῶν οἰκείων κακῶν, αὐτίκα τὰ ἐντεταλμένα ἐπιτελῆ ἐποίει.
边疆总督见到送来的这封书信,因国王施予的这份荣宠而喜出望外,全然未察觉自身大祸临头,随即开始执行所受的吩咐。
ἐν δὲ τῇ ὁδῷ ταύτῃ ἀντέχειν τῷ πόνῳ οὐδαμῆ ἔχων ʽἦν γάρ τις γέρων ὁ ἀνὴρ μάλιστἀ τόν τε χαλινὸν μεθεὶς τοῦ ἵππου ἐκπίπτει καί οἱ τὸ ἐν τῷ σκέλει ὀστέον ἐρράγη· διὸ δὴ αὐτῷ ἐπάναγκες ἦν ἐνταῦθα θεραπευομένῳ ἡσυχῆ μένειν, ἔς τε τὸ χωρίον τοῦτο τῷ βασιλεῖ ἥκοντι ἐς ὄψιν ἦλθε.
然而在此行途中,他全然不堪忍受辛劳(因为此人年纪极迈),松开了马缰绳,坠马折断了腿骨;因此他被迫留在彼处接受治疗静养,并在国王行抵此地时前去谒见。
καὶ αὐτῷ Χοσρόης ἔφασκε ξυστρατεύειν σφίσιν οὕτως ἔχοντι τοῦ ποδὸς ἀδύνατα εἶναι, ἀλλὰ χρῆναι αὐτὸν ἔς τι τῶν ἐκείνῃ φρουρίων ἰόντα τῆς πρὸς τῶν ἰατρῶν ἐπιμελείας ἐνταῦθα τυχεῖν.
霍斯劳对他说,他腿脚如此状况,实不可能同他们一道从军,应当前往当地的一座要塞,在彼处接受医官们的诊治调理。
οὕτω μὲν ὁ Χοσρόης τὴν ἐπὶ τῷ θανάτῳ2 τὸν ἄνθρωπον ἀπεπέμψατο, καὶ ξὺν αὐτῷ ὄπισθεν εἵποντο οἵπερ αὐτὸν ἐν τῷ φρουρίῳ ἀπολεῖν ἔμελλον, ἄνδρα ἐν Πέρσαις ἀήττητον στρατηγὸν ὄντα τε καὶ λεγόμενον, ὅσπερ ἐπὶ δώδεκα ἔθνη βαρβάρων στρατεύσας ἅπαντα Καβάδῃ βασιλεῖ παρεστήσατο.
霍斯劳就这样将此人送上了死路,而那些将在要塞中置他于死地的人则尾随其后——此人在波斯人中既是、亦被称为百战不殆的名将,曾征讨十二个蛮族部落,使其全部臣服于国王卡瓦德。
τοῦ δὲ Ἀδεργουδουνβάδου ἐξ ἀνθρώπων ἀφανισθέντος, Οὐαρράμης ὁ παῖς τὸ τοῦ χαναράγγου ἀξίωμα ἔσχε.
阿德尔古顿巴德斯不在人世之后,其子瓦拉梅斯承袭了边疆总督的爵位。
χρόνῳ δὲ οὐ πολλῷ ὕστερον εἴτε Καβάδης αὐτός, ὁ τοῦ Ζάμου υἱός, εἴτε τις ἄλλος ἐπιβατεύων τοῦ Καβάδου ὀνόματος ἐς Βυζάντιον ἦλθε· Καβάδῃ μέντοι βασιλεῖ τὴν ὄψιν ἐμφερέστατος ἦν. καὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἀμφιγνοῶν μέν, ἅτε δὴ Καβάδου βασιλέως υἱωνόν, ξὺν φιλοφροσύνῃ πολλῇ ἐν τιμῇ ἔσχε. τὰ μὲν οὖν ἀμφὶ Πέρσας τοὺς Χοσρόῃ ἐπαναστάντας ἐγένετο ὧδε.
此后不久,不知是扎梅斯之子卡瓦德本人,还是冒用卡瓦德之名的其他人,来到了拜占庭;然而其容貌确实与国王卡瓦德极相仿。 查士丁尼皇帝虽疑信参半,但念及其系国王卡瓦德之孙,仍以极大的诚意予以优渥礼遇。背叛霍斯劳的波斯人相关之事,其结局便落得如此。
Ὕστερον δὲ καὶ τὸν Μεβόδην ὁ Χοσρόης διεχρήσατο ἐξ αἰτίας τοιᾶσδε. τῶν τι σπουδαίων διαχειρίζων, παρόντι τῷ Ζαβεργάνῃ ἐπέταττε τὸν Μεβόδην καλεῖν· ἐτύγχανε δὲ τῷ Μεβόδῃ ὁ Ζαβεργάνης διάφορος ὤν· ὃς δὴ παρ’ αὐτὸν ἀφικόμενος εὕρισκε μὲν στρατιώτας τοὺς αὐτῷ ἑπομένους διέποντα, ἔλεγε δὲ ὅτι δὴ αὐτὸν ὡς τάχιστα ὁ βασιλεὺς καλοίη.
后来,霍斯劳亦因如下缘由处死了梅博德斯。国王在处理一项重大公务时,命令侍奉在侧的扎贝尔加内斯去传唤梅博德斯;而扎贝尔加内斯恰好与梅博德斯不睦。他来到梅博德斯处,见他正调遣麾下的士兵,便声称国王命他即刻前往晋见。
καὶ ὁ μὲν αὐτίκα μάλα, ἐπειδὰν τὰ ἐν ποσὶ διάθηται, ἕψεσθαι ὡμολόγει, ὁ δὲ τῷ ἐς αὐτὸν ἔχθει ἠγμένος ἀπήγγελλε Χοσρόῃ ὡς οὐ βούλοιτο Μεβόδης ἐν τῷ παρόντι ἥκειν, φάσκων οἵ τινα ἀσχολίαν εἶναι.
梅博德斯应承只要处理完眼前琐事便随即就道;然而扎贝尔加内斯受对他的私怨驱使,向霍斯劳禀报称梅博德斯此时不愿前来,托辞另有事务缠身。
θυμῷ τοίνυν ὁ Χοσρόης ἐχόμενος, στείλας τῶν οἱ ἑπομένων τινὰ παρὰ τὸν τρίποδα τὸν Μεβόδην ἐκέλευεν ἰέναι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω.
霍斯劳因此大发雷霆,派遣一名近侍命梅博德斯前往三脚架旁。这究竟为何物,我随即讲明。
τρίπους σιδηροῦς πρὸ τῶν βασιλείων ἐσαεὶ ἕστηκεν. ἐπειδὰν οὖν τις τῶν Περσῶν πύθηται ὅτι δὴ αὐτῷ ὁ βασιλεὺς χαλεπῶς ἔχοι, τούτῳ δὲ οὔτε πη ἐς ἱερὸν καταφυγεῖν θέμις οὔτε ἀλλαχόσε ἰέναι, ἀλλὰ παρὰ τοῦτον καθημένῳ τὸν τρίποδα τὴν βασιλέως προσδέχεσθαι ψῆφον,3 τῶν πάντων οὐδενὸς φυλάσσειν αὐτὸν ἀξιοῦντος.
王宫前常年伫立着一座铁制三脚架。波斯人中凡得知国王对自己怀有怒意者,既不可逃往神庙避难,亦不可去往别处,而必须坐在该三脚架旁等待国王的裁决,而天下之人皆认为无需对他加以看守。
ἐνταῦθα ὁ Μεβόδης ἐν σχήματι οἰκτρῷ ἐκάθητο ἡμέρας πολλάς, ἕως τις αὐτὸν Χοσρόου ἐπαγγείλαντος λαβὼν ἔκτεινεν. ἐς τοῦτό τε αὐτῷ τὰ τῆς ἐς Χοσρόην εὐεργεσίας ἐχώρησεν.
梅博德斯便以凄惨的模样在彼处枯坐多日,直至霍斯劳下令之人将其拘捕处死。他对霍斯劳立下的恩德,最终竟落得如此下场。
- 1.23.15αὐτῷ βεβουλευμένα εἴη... δίχα ποιησαμένῳ
在由 γράφει 引导的间接引语中,完成时祈愿语气 βεβουλευμένα εἴη 带表示施事(或关涉)的与格代词 αὐτῷ,而处于隔置位置的分词 ποιησαμένῳ 则以同格的形式与 αὐτῷ 在格与数上保持一致,明确说明分兵行动的施动者为霍斯劳本人。
- 1.23.21τὴν ἐπὶ τῷ θανάτῳ
名词 ὁδόν(道路)的习惯性省略。阴性单数宾格冠词 τὴν 与介词短语 ἐπὶ τῷ θανάτῳ(走向死亡)结合,构成表示方向与目的的习用表达,意为“踏上赴死之路”或“押赴刑场”。
- 1.23.28τούτῳ δὲ οὔτε πη ἐς ἱερὸν καταφυγεῖν θέμις οὔτε ἀλλχαόσε ἰέναι, ἀλλὰ παρὰ τοῦτον καθημένῳ τὸν τρίποδα τὴν βασιλέως προσδέχεσθαι ψῆφον
此处是在条件-时间从句 ἐπειδὰν ... πύθηται 之后,由“后承句之 δέ (apodotic de)”引出主句的结构。谓语部分省略系词的非人称短语 θέμις [ἐστί](合乎法理)并列支配三个不定式 καταφυγεῖν、ἰέναι 和 προσδέχεσθαι,其逻辑主语则由与格代词 τούτῳ 及其一致修饰分词 καθημένῳ 来表达。
