- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.23.1-1.23.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波斯贵族密谋推翻霍斯劳并拥立扎梅斯之子卡瓦德,但阴谋败露,涉案者被处决。幼主卡瓦德被边疆总督秘密保护并最终逃亡,然而此事日后遭总督之子向霍斯劳告发。
Εὐθὺς δὲ βασιλεῖ ἑκατέρῳ ἐπιβουλὴν γενέσθαι ξυνηνέχθη πρὸς τῶν ὑπηκόων· ὅντινα μέντοι τρόπον αὐτίκα δηλώσω. Χοσρόης ὁ Καβάδου ἄτακτός τε ἦν τὴν διάνοιαν καὶ νεωτέρων πραγμάτων ἐραστὴς ἄτοπος.
然而,紧接着两位君主便双双遭遇了来自臣民的图谋;具体情形究竟如何,我随即讲明。卡瓦德之子霍斯劳心性浮躁,且异乎寻常地热衷于更弦易辙。
διὸ δὴ αὐτός τε ἀεὶ ἔμπλεως ταραχῆς τε καὶ θορύβων ἐγίνετο καὶ τῶν ὁμοίων τοῖς ἄλλοις ἅπασιν αἰτιώτατος.
因此,他自身始终充斥着混乱与扰动,也是使所有其他人陷入同样境地的罪魁祸首。
ἀχθόμενοι οὖν αὐτοῦ τῇ ἀρχῇ ὅσοι ἐν Πέρσαις δραστήριοι ἦσαν, ἕτερον σφίσι βασιλέα καταστήσασθαι ἐκ τῆς Καβάδου οἰκίας ἐν βουλῇ εἶχον.
于是,波斯人中凡有实干能力者,皆因不满其统治,而意欲从卡瓦德家族中另立一位君主。
καὶ (ἦν γὰρ αὐτοῖς πολύς τις πόθος τῆς Ζάμου ἀρχῆς ἣν δὴ ὁ νόμος αἰτίᾳ τῆς τοῦ ὀφθαλμοῦ λώβης, ὥσπερ μοι ἐρρήθη, ἐκώλυε) λογισάμενοι ηὕρισκον σφίσιν αὐτοῖς ἄμεινον εἶναι Καβάδην μὲν τὸν αὐτοῦ παῖδα καὶ τῷ πάππῳ ὁμώνυμον ἐς τὴν ἀρχὴν καταστήσασθαι, Ζάμην δέ, ἅτε τῷ παιδὶ ἐπίτροπον ὄντα, διοικεῖσθαι ὅπη βούλοιτο τὰ Περσῶν πράγματα.
由于他们对扎梅斯的统治抱有强烈的渴望,而正如我此前所述,律法因扎梅斯一只眼睛受损而剥夺了他的继位资格,他们经深思熟虑后认为,立其子兼与其祖父同名的卡瓦德登基,而由扎梅斯作为少年的监护人依其所愿全权治理波斯国政,对他们自身更为有利。
γενόμενοί τε παρὰ τὸν Ζάμην τό τε βούλευμα ἐξήνεγκαν καὶ προθυμίᾳ πολλῇ ἐγκελευόμενοι ἐς τὴν πρᾶξιν ἐνῆγον. καὶ ἐπεὶ τὸν ἄνδρα ἡ βουλὴ ἤρεσκεν, ἐς καιρὸν τῷ Χοσρόῃ ἐπιθήσεσθαι διενοοῦντο. ἔκπυστος δὲ ἡ βουλὴ μέχρι ἐς τὸν βασιλέα γεγενημένη τὰ πρασσόμενα διεκώλυσε.
他们来到扎梅斯处,托出了这项谋划,并极为恳切地劝勉他,驱使他付诸行动。由于该男子赞同这一提议,他们便打算寻机向霍斯劳发难。然而,这一谋划泄露并传入国王耳中,打乱了正在筹备的行动。
Ζάμην τε γὰρ αὐτὸν ὁ Χοσρόης καὶ τοὺς αὑτοῦ τε καὶ Ζάμου ἀδελφοὺς ἅπαντας ξὺν γόνῳ παντὶ ἄρσενι ἔκτεινε, καὶ Περσῶν τῶν δοκίμων ὅσους τῶν ἐπ’ αὐτῷ βεβουλευμένων ἢ ἄρξαι ἢ μεταλαχεῖν τρόπῳ δὴ ὅτῳ τετύχηκεν. ἐν τοῖς καὶ Ἀσπεβέδης ἦν ὁ τῆς Χοσρόου μητρὸς ἀδελφός.
因为霍斯劳诛杀了扎梅斯本人以及他自己和扎梅斯的所有兄弟,连同所有男性后嗣,并且诛杀了在针对他的阴谋中或为主谋、或以某种方式参与其中的所有波斯显贵。其中亦包括霍斯劳生母之弟阿斯佩贝德斯。
Καβάδην μέντοι τὸν Ζάμου υἱὸν αὐτὸς μὲν κτείνειν οὐδαμῆ εἶχεν.1 ἔτι γὰρ ὑπὸ χαναράγγῃ τῷ Ἀδεργουδουνβάδῃ ἐτρέφετο. αὐτῷ δὲ χαναράγγῃ τὸν παῖδα τοῦτον ὅνπερ ἐθρέψατο ἐπέστελλε διαχρήσασθαι. οὔτε γὰρ τῷ ἀνδρὶ ἀπιστεῖν ἐδικαίου οὔτε ἄλλως αὐτὸν βιάζεσθαι εἶχεν.
然而,对于扎梅斯之子卡瓦德,霍斯劳本人无论如何也无法亲手加害;因为他当时仍由边疆总督阿德尔古顿巴德斯抚养。于是霍斯劳向这位边疆总督下令,叫他除掉自己抚养的这个少年。因为国王既不愿怀疑此人,又无法以其他方式强令于他。
ὁ μὲν οὖν χαναράγγης, ἐπεὶ τὰς Χοσρόου ἐντολὰς ἤκουσε, περιαλγήσας τε καὶ ἀποκλαύσας τὴν συμφορὰν ἐκοινολογεῖτο τῇ γυναικὶ καὶ Καβάδου τίτθῃ ὅσα οἱ ὁ βασιλεὺς ἐπιστείλειε. δακρύσασα δὲ ἡ γυνὴ καὶ τῶν γονάτων τοῦ ἀνδρὸς λαβομένη, ἔχρῃζε τέχνῃ μηδεμιᾷ Καβάδην κτεῖναι.
边疆总督接到霍斯劳的指令后,悲痛万分,痛哭这一灾祸,并将国王向他交代的一切尽数告诉了妻子——她同时也是卡瓦德的乳母。妻子闻讯流泪,抱住丈夫的双膝,乞求他无论如何绝不可杀害卡瓦德。
βουλευσάμενοι οὖν ἐν σφίσιν αὐτοῖς ἐλογίσαντο κρυπτόμενον μὲν ὡς ἀσφαλέστατα τὸν παῖδα ἐκτρέφειν, τῷ δὲ Χοσρόῃ κατὰ τάχος σημῆναι ὥς οἱ ὁ Καβάδης ἐξ ἀνθρώπων ἀφανισθείη.
于是他们夫妇二人商议后认为,将这少年尽可能隐秘而安全地抚养成人,并尽快向霍斯劳报告卡瓦德已经不在人世,方为上策。
καὶ τῷ τε βασιλεῖ κατὰ ταῦτα ἐσήμαινον τόν τε Καβάδην οὕτως ἀπέκρυψαν ὥστε τούτου γε παρείχοντο οὐδενὶ αἴσθησιν, ὅτι μὴ Οὐαρράμῃ τε τῷ σφετέρῳ παιδὶ καὶ τῶν οἰκετῶν ἑνί, ὃς δὴ αὐτοῖς πιστότατος ἐς τὰ μάλιστα ἔδοξεν εἶναι.
他们便据此向国王禀报,并将卡瓦德藏匿得极为严密,以致除了自己的儿子瓦拉梅斯以及他们认为最忠实可靠的一名家仆之外,未让任何人察觉分毫。
ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου ἐς ἡλικίαν ὁ Καβάδης ἦλθε, δείσας ὁ χαναράγγης μὴ τὰ πεπραγμένα ἐς φῶς ἄγοιτο, χρήματά τε τῷ Καβάδῃ ἐδίδου καὶ αὐτὸν ἀπαλλαγέντα ἐκέλευε διασώζεσθαι ὅπη οἱ φεύγοντι δυνατὰ εἴη. τότε μὲν οὖν Χοσρόην τε καὶ τοὺς ἄλλους ἅπαντας ταῦτα διαπεπραγμένος ὁ χαναράγγης ἐλάνθανε.
随着岁月流逝,卡瓦德长至成年,边疆总督唯恐所作所为暴露,便赠予卡瓦德资财,命他离开并以流亡者的身份尽其所能保全性命。当时,这位边疆总督办成了这些事,瞒过了霍斯劳以及所有其他人。
Χρόνῳ δὲ ὕστερον ὁ μὲν Χοσρόης ἐς γῆν τὴν Κολχίδα στρατῷ μεγάλῳ ἐσέβαλλεν, ὥς μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται.
后来,霍斯劳率大军进犯科尔基斯之地,正如我在后文中所要叙述的那样。
εἵπετο δὲ αὐτῷ ὁ τούτου δὴ τοῦ χαναράγγου υἱὸς Οὐαρράμης, ἄλλους τε τῶν οἰκετῶν ἐπαγόμενος καὶ ὃς αὐτῷ τὰ ἐς τὸν Καβάδην ξυνεπιστάμενος ἔτυχεν· ἐνταῦθα τῷ βασιλεῖ Οὐαρράμης τὰ ἀμφὶ τῷ Καβάδῃ ἅπαντα ἔφραζε, καὶ τὸν οἰκέτην ἐφ’ ἅπασίν οἱ ὁμολογοῦντα παρείχετο.
这位边疆总督之子瓦拉梅斯随他同行,并带去了其他家仆以及凑巧同他一起深知卡瓦德之事的那个仆人;瓦拉梅斯在彼处将有关卡瓦德的一切全盘告知国王,并引出那个仆人在一切细节上印证他的话。
ταῦτα ἐπεὶ ὁ Χοσρόης ἔγνω, τῷ τε θυμῷ ἤδη ὑπερφυῶς εἴχετο καὶ δεινὰ ἐποιεῖτο εἰ πρὸς δούλου ἀνδρὸς τοιαῦτα ἔργα πεπονθὼς εἴη,2 οὐκ ἔχων τε ὅπως οἱ ὑποχείριον τὸν ἄνδρα ποιοίη,3 ἐπενόει τάδε.
霍斯劳得知此事后,当即勃然大怒,认为自己遭受一个臣仆之人的如此戏弄实属骇人听闻;但由于他并无手段能将那人置于自己掌中,便构思出以下计策。
- 1.23.7κτείνειν οὐδαμῆ εἶχεν
ἔχω 连同不定词(κτείνειν)构成的惯用句式,表示能力或可能性(“绝无可能诛杀”)。后文的 οὔτε ἄλλως αὐτὸν βιάζεσθαι εἶχεν 以及文末的 οὐκ ἔχων τε ὅπως ... ποιοίη 亦为同类用法。
- 1.23.14δεινὰ ἐποιεῖτο εἰ πρὸς δούλου ἀνδρὸς τοιαῦτα ἔργα πεπονθὼς εἴη
表示情感的动词短语 δεινὰ ποιοῦμαι(“愤慨”、“视作骇人听闻”)后接由 εἰ 引导并带希求法(历史时态间接引语中的 πεπονθὼς εἴη)的从句。在情感动词之后,εἰ 并非引导纯粹的假设条件,而是引出引起愤怒的客观事实原因。
- 1.23.14οὐκ ἔχων τε ὅπως οἱ ὑποχείριον τὸν ἄνδρα ποιοίη
由分词 οὐκ ἔχων(“没有办法……”)引导的间接熟虑疑问句(或关系从句)。由于主句处于历史时态序列中,原初的熟虑连接法转为了从属希求法 ποιοίη。附着语与格代词 οἱ 用作间接反身代词,指代霍斯劳自己。
