- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.22.1-1.22.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
鲁菲努斯等罗马使节同霍斯劳就和约展开谈判;其间虽因查士丁尼在拉齐卡要塞问题上变卦而险些破裂,但经再度交涉,双方最终缔结“永久和平”,并互换了据点与战俘。
Αὐτίκα δὲ καὶ Ῥουφῖνός τε καὶ Ἀλέξανδρος καὶ Θωμᾶς ὡς ξὺν Ἑρμογένει πρεσβεύσοντες ἦλθον, παρά τε Περσῶν τὸν βασιλέα πάντες ἀφίκοντο ἐς ποταμὸν Τίγρην.
鲁菲努斯、亚历山大和托马斯也随即赶到,以便与赫尔莫格尼斯一同出使;他们全体来到位于底格里斯河畔的波斯国王御前。
καὶ αὐτοὺς μὲν Χοσρόης ἐπειδὴ εἶδε, τοὺς ὁμήρους ἀφῆκε. τιθασσεύοντες δὲ Χοσρόην οἱ πρέσβεις ἐπαγωγά τε πολλὰ ἔλεξαν καὶ Ῥωμαίων ὡς ἥκιστα πρέσβεσι πρέποντα.
霍斯劳一见到他们,便释放了人质。使节们为了安抚霍斯劳,说了许多谄媚之辞,而这些话极不符合罗马使节的体统。
οἷς δὴ χειροήθης ὁ Χοσρόης γενόμενος τὴν μὲν εἰρήνην πέρας οὐκ ἔχουσαν δέκα καὶ ἑκατὸν κεντηναρίων1 ὡμολόγει πρὸς αὐτοὺς θήσεσθαι, ἐφ’ ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας τὸ λοιπὸν εἴη, ἀλλ’ ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο2 ᾗπερ καὶ τὸ παλαιὸν εἴθιστο· φρούρια δὲ τὰ ἐν Λαζικῇ οὐκ ἔφη ἀποδώσειν, καίπερ αὐτὸς τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον δικαιῶν3 πρὸς Ῥωμαίων ἀπολαβεῖν.
霍斯劳由此变得温顺,同意以一百一十肯特那利昂的代价同他们缔结一项没有期限的和平,条件是美索不达米亚的驻军长官今后不得再驻扎在达拉,而须如自古以来的惯例那样,始终驻留在君士坦丁娜;但他声明不会交还拉齐卡的诸要塞,尽管他自己主张有权从罗马人手中收回法兰吉翁和博隆要塞。
ἕλκει δὲ λίτρας τὸ κεντηνάριον ἑκατόν, ἀφ’ οὗ δὴ καὶ ὠνόμασται. κέντον γὰρ τὰ ἑκατὸν καλοῦσι Ῥωμαῖοι.
一个肯特那利昂重一百磅,它亦由此得名;因为罗马人把一百称为“肯图姆”。
τοῦτο δέ οἱ δίδοσθαι τὸ χρυσίον ἠξίου, ὡς μήτε πόλιν Δάρας Ῥωμαῖοι καθελεῖν ἀναγκάζωνται μήτε φυλακτηρίου τοῦ ἐν πύλαις Κασπίαις μεταλαχεῖν Πέρσαις.
霍斯劳要求向他交纳这笔黄金,理由是使罗马人既不必被迫拆毁达拉城,也不必与波斯人分担里海之门的戍卫。
οἱ μέντοι πρέσβεις τὰ μὲν ἄλλα ἐπῄνουν, τὰ δὲ φρούρια ἐνδιδόναι οὐκ ἔφασκον οἷοί τε εἶναι, ἢν μὴ βασιλέως ἀμφ’ αὐτοῖς πύθωνται πρότερον.
然而使节们虽赞同其余条款,却声称在事先请示皇帝对此事的意旨之前,他们无权交出要塞。
ἔδοξε τοίνυν Ῥουφῖνον μὲν ὑπὲρ τούτων ἐς Βυζάντιον στέλλεσθαι, τοὺς δὲ ἄλλους, ἕως αὐτὸς ἐπανίῃ, μένειν. καὶ χρόνος ἡμερῶν ἑβδομήκοντα Ῥουφίνῳ ξυνέκειτο ἐς τὴν ἄφιξιν.
于是决定由鲁菲努斯为此事被派往拜占庭,其余使节则留守至他归来。双方为鲁菲努斯的往返议定了七十天的期限。
ἐπεὶ δὲ ὁ Ῥουφῖνος ἐς Βυζάντιον ἀφικόμενος βασιλεῖ ἀπήγγελλεν ὅσα Χοσρόῃ ἀμφὶ τῇ εἰρήνῃ δοκοῦντα εἴη, ἐκέλευσε βασιλεὺς κατὰ ταῦτα σφίσι τὴν εἰρήνην ξυνίστασθαι.
鲁菲努斯抵达拜占庭后,将霍斯劳关于和平的一切意向呈报给皇帝,皇帝便命令依此同他们缔结和平。
Ἀλλ’ ἐν τούτῳ φήμη τις οὐκ ἀληθὴς ἥκουσα ἐς τὰ Περσῶν ἤθη βασιλέα Ἰουστινιανὸν ἤγγελλεν ὀργισθέντα Ῥουφῖνον κτεῖναι. οἷς δὴ Χοσρόης ξυνταραχθείς τε καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος τῷ παντὶ στρατῷ ἐπὶ Ῥωμαίους ᾔει. Ῥουφῖνος δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε πόλεως Νισίβιδος οὐ μακρὰν ἄποθεν.
但在此期间,有一则不实传闻传入波斯境内,称查士丁尼皇帝因震怒而处死了鲁菲努斯。霍斯劳闻讯大惊,盛怒之下率全军向罗马人进发。然而鲁菲努斯在返程途中,于距尼西比斯城不远处与他相遇。
διὸ δὴ αὐτοί τε ἐν τῇ πόλει ταύτῃ ἐγένοντο καί, ἐπεὶ τὴν εἰρήνην βεβαιοῦν ἔμελλον, τὰ χρήματα οἱ πρέσβεις ἐνταῦθα ἐκόμιζον.
于是他们一同进入该城;由于即将确立和约,使节们将款项运至此处。
ἀλλ’ Ἰουστινιανῷ βασιλεῖ τὰ Λαζικῆς φρούρια ξυγκεχωρηκότι μετέμελεν ἤδη, γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραφε μηδαμῶς αὐτὰ προΐεσθαι Πέρσαις.
但查士丁尼皇帝此时已对让出拉齐卡要塞一事悔恨不已,给使节们送去书信,严词禁止将要塞让与波斯人。
διὸ δὴ Χοσρόης τὰς σπονδὰς θέσθαι οὐκέτι ἠξίου, καὶ τότε Ῥουφίνῳ ἔννοιά τις ἐγένετο ὡς ταχύτερα ἢ ἀσφαλέστερα βουλευσάμενος ἐς γῆν τὴν Περσῶν τὰ χρήματα ἐσκομίσειεν.
霍斯劳因此不再同意缔结条约;此时鲁菲努斯省悟到,自己图快而未顾及稳妥,竟将款项运入了波斯境内。
αὐτίκα γοῦν ἐς τὸ ἔδαφος καθῆκε τὸ σῶμα, κείμενός τε πρηνὴς Χοσρόην ἱκέτευε τά τε χρήματα σφίσι ξυμπέμψαι καὶ μὴ ἐπὶ Ῥωμαίους εὐθὺς στρατεύειν, ἀλλὰ ἐς χρόνον τινὰ ἕτερον τὸν πόλεμον ἀποτίθεσθαι.
他当即扑倒在地,俯卧着哀求霍斯劳容许他们将钱款运回,切勿立刻向罗马人开战,而将战事推迟到另一时期。
Χοσρόης δὲ αὐτὸν ἐνθένδε ἐκέλευεν ἐξανίστασθαι, ἅπαντά οἱ ταῦτα χαριεῖσθαι ὑποσχόμενος. οἵ τε γοῦν πρέσβεις ξὺν τοῖς χρήμασιν ἐς Δάρας ἦλθον, καὶ ὁ Περσῶν στρατὸς ὀπίσω ἀπήλαυνε.
霍斯劳命他从地上起身,答应恩准他这一切请求。使节们遂携款返回达拉,波斯军队亦向后撤退。
Καὶ τότε μὲν Ῥουφῖνον οἱ ξυμπρεσβευταὶ δι’ ὑποψίας τε αὐτοὶ ἐς τὰ μάλιστα ἔσχον καὶ ἐς βασιλέα διέβαλλον, τεκμαιρόμενοι ὅτι δή οἱ ἅπαντα ὁ Χοσρόης ὅσα ἔχρῃζεν αὐτοῦ ἀναπεισθεὶς ξυνεχώρησεν.
当时,同僚使节们对鲁菲努斯心生极大的猜忌,并在皇帝面前诋毁他,依据是他一经劝说,霍斯劳便应允了他所乞求的一切。
ἔδρασε μέντοι αὐτὸν διὰ ταῦτα βασιλεὺς οὐδὲν ἄχαρι. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ῥουφῖνός τε αὐτὸς καὶ Ἑρμογένης αὖθις παρὰ Χοσρόην ἐστέλλοντο, ἔς τε τὰς σπονδὰς αὐτίκα ἀλλήλοις ξυνέβησαν, ἐφ’ ᾧ ἑκάτεροι ἀποδώσουσιν ὅσα δὴ ἀμφότεροι χωρία ἐν τῷδε τῷ πολέμῳ ἀλλήλους ἀφείλοντο, καὶ μηκέτι στρατιωτῶν τις ἀρχὴ ἐν Δάρας εἴη· τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ, ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι.4 ἦσαν δὲ πολλοὶ καὶ οἱ μένοντες καὶ οἱ ἐπανιόντες ἐς τὰ πάτρια ἤθη.
然而皇帝并未因此加害于他。不久之后,鲁菲努斯本人与赫尔莫格尼斯再度被派往霍斯劳处,双方随即就和约达成一致:双方须归还在本场战争中从对方夺取的所有据点,达拉不再设立任何军事长官公署;至于伊比利亚人,则由其自行决意留在拜占庭抑或返回故土。而留在当地者与重归故土者皆不在少数。
οὕτω τοίνυν τήν τε ἀπέραντον καλουμένην εἰρήνην ἐσπείσαντο, ἕκτον ἤδη ἔτος τὴν βασιλείαν Ἰουστινιανοῦ ἔχοντος.
于是,在查士丁尼统治的第六年,他们缔结了所谓的“永久和平”。
καὶ Ῥωμαῖοι μὲν τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον ξὺν τοῖς χρήμασι Πέρσαις ἔδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τὰ Λαζικῆς φρούρια. καὶ Δάγαριν δὲ Ῥωμαίοις ἀπέδοσαν Πέρσαι, ἀντ’ αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα.
罗马人将法兰吉翁与博隆要塞连同金钱交予波斯人,波斯人则将拉齐卡的诸要塞交予罗马人。波斯人还将达加里斯归还给罗马人,并换回另一位身份显赫之人作为替代。
οὗτος ὁ Δάγαρις χρόνῳ τῷ ὑστέρῳ πολλάκις Οὔννους ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας μάχαις νικήσας ἐξήλασεν. ἦν γὰρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. τὰς μὲν οὖν πρὸς ἀλλήλους σπονδὰς τρόπῳ τῷ εἰρημένῳ ἀμφότεροι ἐκρατύναντο.
这位达加里斯在日后多次于战斗中击溃并驱逐侵入罗马领土的匈人;因为他在战事上极为卓越。双方遂以上述方式巩固了彼此间的和约。
- 1.22.3δέκα καὶ ἑκατὸν κεντηναρίων
价格属格(genitive of price),用以说明缔结和约(τὴν εἰρήνην)的财务代价(110肯特那利昂)。
- 1.22.3ἐφ’ ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας τὸ λοιπὸν εἴη, ἀλλ’ ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο
由 ἐφ’ ᾧ(“条件是……”)引导的条款从句。因受间接引语中过去时主句动词 ὡμολόγει 的影响,从属分句采用了间接引语希求法 εἴη 与 διαγένοιτο。
- 1.22.3δικαιῶν
动词 δικαιόω 的现在分词,与 καίπερ 连用表示让步,意为“自认理应得到 / 作为权利而要求”。与前文拒绝归还拉齐卡要塞形成对比。
- 1.22.16τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ, ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι
无人称过去完成被动态 ἐδέδοκτο(“已决议”)以不定式短语 ἐν γνώμῃ εἶναι(“任由其自行决意”)为主语,τοῖς Ἴβηρσιν 为利害与格;而具体选择则由并列的不定式 ἢ μένειν... ἢ... ἐπανιέναι 进一步说明。
