- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.21.16-1.21.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
喀瓦德病逝后,梅博德斯公布遗嘱确立霍斯劳即位;与此同时在马蒂罗波利斯,受国王死讯及匈人逼近影响的波斯军接受罗马人质并解围撤退。
οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, κατωρρώδησάν τε καὶ ἐπὶ τοῖς παροῦσι διηποροῦντο.
他们听闻此事,大为惊恐,对眼前的局势束手无策。
Ἐν τούτῳ δὲ ξυνέβη πονήρως τῷ Καβάδῃ νοσῆσαι τὸ σῶμα, καὶ Περσῶν ἕνα τῶν οἱ ἐν τοῖς μάλιστα ἐπιτηδειοτάτων καλέσας, Μεβόδην ὄνομα, ἐκοινολογεῖτο ἀμφί τε τῷ Χοσρόῃ καὶ τῇ βασιλείᾳ, δεδιέναι τε Πέρσας ἔφασκε μή τι τῶν αὐτῷ βεβουλευμένων ἀλογῆσαι ἐν σπουδῇ ἕξουσιν.
在此期间,恰逢喀瓦德身体罹患重病;他召来波斯人中最亲近的心腹之一、名叫梅博德斯的人,与他就霍斯劳和王位一事进行商议,并表示自己担心波斯人会决意忽视他的某些旨意。
ὁ δέ οἱ τῆς γνώμης τὴν δήλωσιν ἐν γράμμασιν ἀπολιπεῖν ἠξίου, θαρσοῦντα1 ὡς οὐ μή ποτε αὐτὴν ὑπεριδεῖν τολμήσωσι2 Πέρσαι.
梅博德斯则劝他将心愿写成文字留存,让他安心,确信波斯人绝不敢违抗这份旨意。
Καβάδης μὲν οὖν ἄντικρυς διετίθετο βασιλέα Χοσρόην Πέρσαις καθίστασθαι. τὸ δὲ γράμμα ὁ Μεβόδης αὐτὸς ἔγραφε, καὶ ὁ Καβάδης αὐτίκα ἐξ ἀνθρώπων ἠφάνιστο.
于是喀瓦德明确立下遗嘱,立霍斯劳为波斯人的国王。这份文书由梅博德斯亲自书写,而喀瓦德随即与世长辞。
καὶ ἐπεὶ τὰ νόμιμα πάντα ἐπὶ τῇ τοῦ βασιλέως ταφῇ ἐγεγόνει, ὁ μὲν Καόσης τῷ νόμῳ θαρσῶν ἐπεβάτευε τῆς τιμῆς, ὁ δὲ Μεβόδης ἐκώλυε, φάσκων οὐδένα χρῆναι αὐτόματον ἐς τὴν βασιλείαν ἰέναι, ἀλλὰ ψήφῳ Περσῶν τῶν λογίμων.
在为国王举行完所有法定的葬礼之后,考塞斯依仗律法要求继承王位,但梅博德斯出面阻拦,声称任何人都不应自行即位,而必须经由波斯显贵们的投票决议。
καὶ ὃς ἐπέτρεπε ταῖς ἀρχαῖς τὴν περὶ τοῦ πράγματος γνῶσιν, οὐδὲν ἐνθένδε ἔσεσθαί οἱ ἐναντίωμα ὑποτοπάζων.
考塞斯便将此事的决断权交由要员们处理,料想此举不会对自己产生任何不利。
ἐπεὶ δὲ ἅπαντες οἱ Περσῶν λόγιμοι ἐς τοῦτο ἀγηγερμένοι ἐκάθηντο, τὸ μὲν γράμμα ὁ Μεβόδης ἀναλεξάμενος τὴν Καβάδου ἀμφὶ τῷ Χοσρόῃ ἐδήλου γνώμην, ἀναμνησθέντες δὲ τῆς Καβάδου ἀρετῆς ἅπαντες βασιλέα Πέρσαις αὐτίκα Χοσρόην ἀνεῖπον.
待波斯所有的显贵为决议此事齐聚就座后,梅博德斯宣读了文书,公开了喀瓦德关于霍斯劳的意愿;众人忆及喀瓦德的功德,立即宣布霍斯劳为波斯国王。
Οὕτω μὲν ὁ Χοσρόης τὴν ἀρχὴν ἔσχεν. ἐν δὲ Μαρτυροπόλει Σίττας τε καὶ Ἑρμογένης ἀμφὶ τῇ πόλει δειμαίνοντες, ἀμύνειν γὰρ κινδυνευούσῃ οὐδαμῆ εἶχον, ἔπεμψάν τινας ἐς τοὺς πολεμίους, οἳ τοῖς στρατηγοῖς ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε “Λελήθατε ὑμᾶς αὐτοὺς βασιλεῖ τε τῷ Περσῶν καὶ τοῖς τῆς εἰρήνης ἀγαθοῖς καὶ πολιτείᾳ ἑκατέρᾳ ἐμποδὼν οὐ δέον γινόμενοι.3 πρέσβεις γὰρ ἐκ βασιλέως ἐσταλμένοι τανῦν πάρεισιν, ἐφ’ ᾧ παρὰ τὸν Περσῶν βασιλέα ἰόντες τά τε διάφορα διαλύσουσι καὶ τὰς σπονδὰς πρὸς αὐτὸν θήσονται· ἀλλ’ ὡς τάχιστα ἐξανιστάμενοι τῆς Ῥωμαίων γῆς ξυγχωρεῖτε τοῖς πρέσβεσι πράσσειν ᾗ ἑκατέροις ξυνοίσειν μέλλει.
霍斯劳便这样登上了王位。而在马蒂罗波利斯,西塔斯和赫尔莫格尼斯对城市深感担忧——因为他们完全无力救援处于险境中的城市——便派遣一些人前往敌营,他们来到诸位将领面前,陈词如下: “诸位未曾觉察,自己正不合时宜地阻碍着波斯国王、和平之福祉以及双方国家的利益。因为皇帝派遣的使节如今就在这里,意在前往波斯国王御前化解争端并同他缔结和约;请诸位尽快撤离罗马领土,容许使节们按照有利于双方的方式行事。
ἕτοιμοι γάρ ἐσμεν ὑπὲρ τούτων αὐτῶν καὶ ὁμήρους διδόναι ἄνδρας δοκίμους, ὡς δὴ ἔργῳ οὐκ εἰς μακρὰν ἐπιτελῆ ἔσται.” Ῥωμαίων μὲν οἱ πρέσβεις τοσαῦτα εἶπον.
因为我们愿意就这些条件交出地位显赫之人作为人质,以确保此事不久便会落到实处。”罗马人的使者言尽于此。
ἐτύγχανε δὲ καὶ ἄγγελος ἐκ τῶν βασιλείων ἐς αὐτοὺς ἥκων, ὃς δὴ αὐτοῖς τετελευτηκέναι μὲν Καβάδην ἐσήγγελλε, Χοσρόην δὲ τὸν Καβάδου βασιλέα καταστῆναι Πέρσαις, ταύτῃ τε τὰ πράγματα ᾐωρῆσθαι σφίσι.4 καὶ ἀπ’ αὐτοῦ τοὺς Ῥωμαίων λόγους οἱ στρατηγοὶ ἄσμενοι ἤκουσαν, ἅτε καὶ τὴν Οὔννων ἔφοδον δείσαντες. Ῥωμαῖοι μὲν οὖν ἐν ὁμήρων λόγῳ εὐθὺς ἔδοσαν Μαρτῖνόν τε καὶ τῶν Σίττα δορυφόρων ἕνα, Σενέκιον ὄνομα· Πέρσαι δὲ διαλύσαντες τὴν προσεδρείαν εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσαντο.
恰在此时,王室也有一名信使抵达他们〔波斯将领〕处,向他们报告喀瓦德已经去世,喀瓦德之子霍斯劳已被立为波斯国王,因而在他们这里各项事务均处于悬而未决的状态。由此,诸将领欣然听取了罗马人的提议,加之他们也畏惧匈人的来袭。罗马人于是立刻交出马提诺斯以及西塔斯的一名名叫塞内基奥斯的卫士作为人质;波斯人则解除了包围,迅速撤离。
οἵ τε Οὖννοι οὐ πολλῷ ὕστερον ἐσβαλόντες εἰς γῆν τὴν Ῥωμαίων, ἐπεὶ τὸν Περσῶν στρατὸν ἐνταῦθα οὐχ εὗρον, δι’ ὀλίγου τὴν ἐπιδρομὴν ποιησάμενοι ἐπ’ οἴκου ἀπεκομίσθησαν ἅπαντες.
不久之后入侵罗马领土的匈人见波斯军队并未在此,仅进行了短暂的袭扰,便全数撤回本土。
- 1.21.18θαρσοῦντα
此处分词为阳性单数宾格,与不定式 ἀπολιπεῖν 的逻辑主语(指喀瓦德)保持一致,尽管支配动词 ἠξίου 所带的间接宾语是与格代词 οἱ。这种句法体现了不定式主格向宾格规则的一致性,作伴随状语,意为“鼓励他放心,确信……”。
- 1.21.18οὐ μή ποτε αὐτὴν ὑπεριδεῖν τολμήσωσι
双重否定词 οὐ μή 连同不定过去式虚拟语气(τολμήσωσι)构成了表示强烈否定推断的惯用句型,意为“他们决不敢违抗它”。
- 1.21.24Λελήθατε ὑμᾶς αὐτοὺς ... ἐμποδὼν οὐ δέον γινόμενοι
动词 λανθάνω 搭配反身代词(ὑμᾶς αὐτούς)及补充从属分词(γινόμενοι),形成表示“不知不觉中正变成……”的惯用结构。此外,οὐ δέον 为中性单数独立宾格分词,作副词性修饰语(意为“不当地”、“不合时宜地”),修饰 γινόμενοι。
- 1.21.27ταύτῃ τε τὰ πράγματα ᾐωρῆσθαι σφίσι
此处 ᾐωρῆσθαι(动词 αἰωρέω 的完成时被动态不定式,原意为“悬空”、“悬而不决”)置于间接引语中,受 ἐσήγγελλε 支配,比喻他们的军政局势处于悬宕未决或飘摇动荡的状态;与格 σφίσι 为关涉与格(“对他们而言”)。
