- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.21.1-1.21.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔莫格尼斯和谈未果,贝利撒留被召回并由西塔斯接掌东方防务,波斯军随即围攻马蒂罗波利斯。查士丁尼皇帝收买了一名波斯间谍,令其向围城的波斯将领散布罗马人已收买匈人大军即将袭来的假情报。
Ἑρμογένης δὲ τότε, ἐπειδὴ τάχιστα ἡ πρὸς τῷ Εὐφράτῃ μάχη ἐγένετο, παρὰ Καβάδην ἐπὶ πρεσβείᾳ ἥκων, ἐπέραινεν οὐδὲν τῆς εἰρήνης πέρι ἧς ἕνεκα ἦλθεν, ἐπεὶ αὐτὸν οἰδαίνοντα ἔτι ἐπὶ Ῥωμαίους εὗρε· διὸ δὴ ἄπρακτος ἀνεχώρησε.
当时,幼发拉底河畔的战事刚一发生便出使到喀瓦德那里的赫尔莫格尼斯,未能促成任何他为此而来的和平事宜,因为他发现喀瓦德对罗马人仍旧愤恨难平;因此他一事无成地返回了。
καὶ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε περιῃρημένος ἣν εἶχεν ἀρχήν, ἐφ’ ᾧ ἐπὶ Βανδίλους στρατεύσειε.1
贝利撒留被免去了所担任的统帅之职,奉皇帝召见前往拜占庭,以便率军征讨汪达尔人。
Σίττας δέ, Ἰουστινιανῷ βασιλεῖ τοῦτο δεδογμένον,2 ὡς φυλάξων τὴν ἑῴαν ἐνταῦθα ἦλθε.
至于西塔斯,由于查士丁尼皇帝作此决断,便前往该地以守卫东方。
καὶ Πέρσαι αὖθις στρατῷ πολλῷ ἐς Μεσοποταμίαν, Χαναράγγου τε καὶ Ἀσπεβέδου καὶ Μερμερόου ἡγουμένων σφίσιν, ἐσέβαλον.
波斯人在哈那朗格斯、阿斯佩贝德斯和梅尔梅罗埃斯的率领下,再次以大军入侵美索不达米亚。
ἐπεί τε αὐτοῖς ἐτόλμα οὐδεὶς ἐς χεῖρας ἰέναι, Μαρτυρόπολιν ἐγκαθεζόμενοι ἐπολιόρκουν, οὗ δὴ Βούζης τε καὶ Βέσσας τεταγμένοι ἐπὶ τῇ φυλακῇ ἔτυχον.
既然无人敢于同他们交锋,他们便安营扎寨围攻马蒂罗波利斯,当时布泽斯和贝萨斯正驻扎于该城负责防守。
αὕτη δὲ κεῖται μὲν ἐν τῇ Σοφανηνῇ καλουμένῃ χώρᾳ, πόλεως Ἀμίδης τεσσαράκοντά τε καὶ διακοσίοις σταδίοις διέχουσα πρὸς βορρᾶν ἄνεμον· πρὸς αὐτῷ δὲ Νυμφίῳ τῷ ποταμῷ ἐστιν, ὃς τήν τε Ῥωμαίων γῆν καὶ Περσῶν διορίζει.
此城位于被称为索法内内的地区,距阿米达城向北二百四十斯塔德;它正坐落在划分罗马人与波斯人领土的宁菲奥斯河畔。
οἱ μὲν οὖν Πέρσαι τῷ περιβόλῳ προσέβαλλον, οἱ δὲ πολιορκούμενοι κατ’ ἀρχὰς μὲν αὐτοὺς ἀνδρείως ὑφίσταντο, οὐ διὰ πολλοῦ δὲ ἀνθέξειν ἐπίδοξοι ἦσαν.3
波斯人于是猛攻城墙,被围困者起初英勇抵抗,但预计难以支撑太久。
ὅ τε γὰρ περίβολος ἐπιμαχώτατος ἦν ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ πολιορκίᾳ Περσῶν ῥᾷστα ἁλώσιμος, αὐτοί τε τὰ ἐπιτήδεια οὐ διαρκῶς εἶχον, οὐ μὴν οὐδὲ μηχανὰς οὐδέ τι ἄλλο ἀξιόχρεων καθ’ ὅ τι ἀμύνωνται.
因为大部分城墙极易遭受攻击,极易被波斯人的围攻法攻破,而且他们自身也没有充足的粮草,更没有攻防机械或其他足以用来自卫的有效手段。
Σίττας δὲ καὶ ὁ Ῥωμαίων στρατὸς ἐς χωρίον μὲν Ἀτταχᾶς ἦλθον, Μαρτυροπόλεως ἑκατὸν σταδίοις διέχον, ἐς τὰ πρόσω δὲ οὐκ ἐτόλμων ἰέναι, ἀλλ’ αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον.
西塔斯和罗马军队来到了距马蒂罗波利斯一百斯塔德的一个叫阿塔哈斯的地方,但他们不敢向前推进,只是在那里扎营驻留。
ξυνῆν δὲ αὐτοῖς καὶ Ἑρμογένης αὖθις ἐπὶ πρεσβείᾳ ἐκ Βυζαντίου ἥκων. ἐν τούτῳ δὲ τοιόνδε τι ξυνηνέχθη γενέσθαι.
赫尔莫格尼斯也再次从拜占庭出使来到他们之中。在此期间,发生了如下的一件事。
Κατασκόπους ἐκ παλαιοῦ ἔν τε Ῥωμαίοις καὶ Πέρσαις δημοσίᾳ σιτίζεσθαι νόμος, οἳ δὴ λάθρα ἰέναι παρὰ τοὺς πολεμίους εἰώθασιν ὅπως περισκοπήσαντες ἐς τὸ ἀκριβὲς τὰ πρασσόμενα εἶτα ἐπανιόντες τοῖς ἄρχουσιν ἐσαγγείλωσι.
自古以来,罗马人和波斯人双方都有由公款供养间谍的惯例,这些人通常秘密潜入敌营,以便在精确查探敌方举动后返回报告将领。
τούτων πολλοὶ μὲν εὐνοίᾳ, ὡς τὸ εἰκός, χρῆσθαι ἐς τοὺς ὁμογενεῖς ἐν σπουδῇ ἔχουσι, τινὲς δὲ καὶ τοῖς ἐναντίοις προΐενται τὰ ἀπόρρητα.
他们当中有许多人自然会竭力效忠于本族同胞,但也有一些人会将机密泄露给敌方。
τότε οὖν ἐκ Περσῶν κατάσκοπός τις ἐς Ῥωμαίους σταλεὶς ἐς ὄψιν τε Ἰουστινιανῷ βασιλεῖ ἥκων, ἄλλα τε πολλὰ ἐξεῖπεν ἐν τοῖς βαρβάροις πρασσόμενα καὶ ὡς γένος Μασσαγετῶν ἐπὶ τῷ Ῥωμαίων πονηρῷ αὐτίκα δὴ μάλα ἐς τὰ Περσῶν ἤθη ἐξίασιν, ἐνθένδε τε ἐς Ῥωμαίων τὴν γῆν ἰόντες τῷ Περσῶν στρατῷ ἕτοιμοί εἰσιν ἀναμίγνυσθαι·
当时,一位由波斯人派往罗马人的间谍来到查士丁尼皇帝面前,除透露了蛮族中正在谋划的许多其他事情外,还报告说马萨革泰人部落即将开拔前往波斯领地以图危害罗马人,并准备从那里进军罗马领土与波斯军队会合。
ὁ δὲ ταῦτα ἀκούσας, πεῖράν τε ἤδη τοῦ ἀνθρώπου ἀληθείας πέρι ἐς αὑτὸν ἔχων, χρήμασιν αὐτὸν ἁδροῖς τισι χαρισάμενος πείθει ἔς τε τὸ Περσῶν στρατόπεδον ἰέναι ὃ δὴ Μαρτυροπολίτας ἐπολιόρκει, καὶ τοῖς ταύτῃ βαρβάροις ἀγγεῖλαι ὅτι δὴ οἱ Μασσαγέται οὗτοι χρήμασιν ἀναπεισθέντες τῷ Ῥωμαίων βασιλεῖ4 μέλλουσιν ὅσον οὔπω ἐπ’ αὐτοὺς ἥξειν.
皇帝听闻这些,且此前已验证过该人对自己说话的真实性,便赏赐他巨额金钱,说服他前往围攻马蒂罗波利斯的波斯军营,向那里的蛮族报告说,这支马萨革泰人已被罗马皇帝用金钱收买,不日便将前来进攻他们。
ὁ δὲ κατὰ ταῦτα ἐποίει, ἔς τε τὸ τῶν βαρβάρων στρατόπεδον ἀφικόμενος τῷ τε Χαναράγγῃ καὶ τοῖς ἄλλοις ἀπήγγελλε στράτευμα Οὔννων πολεμίων σφίσιν οὐκ ἐς μακρὰν ἐς τοὺς Ῥωμαίους ἀφίξεσθαι.
该间谍照此行事,抵达蛮族军营后,便向哈那朗格斯及其他人禀报,称一支与他们为敌的匈人军队不久便将抵达罗马人一方。
- 1.21.2ἐφ’ ᾧ ἐπὶ Βανδίλους στρατεύσειε
连词 ἐφ’ ᾧ 引导条件或目的从句(“在……的条件下”或“以便”),在历史主动词 ἦλθε 之后,从句动词采用希求语气(στρατεύσειε)。这表明召回贝利撒留并免除其现任职务,是以让他执掌随后的汪达尔远征为前提的。
- 1.21.3Ἰουστινιανῷ βασιλεῖ τοῦτο δεδογμένον
这是由非人称动词 δοκεῖ 的完成时分词中性单数宾格 δεδογμένον 构成的宾格绝对结构(accusative absolute),与与格 Ἰουστινιανῷ βασιλεῖ 搭配,表示“查士丁尼皇帝既已作此决断/认为此事妥当”,充当状语以说明西塔斯赴任的原因。
- 1.21.7οὐ διὰ πολλοῦ δὲ ἀνθέξειν ἐπίδοξοι ἦσαν
形容词 ἐπίδοξος(“有希望的”、“被预期的”)与主语(οἱ πολιορκούμενοι)保持性数格一致(主格复数阳性),并支配将来时不定词 ἀνθέξειν,构成人称构式(personal construction),相当于非人称的“人们预计他们支撑不了太久”。否定词 οὐ 修饰 διὰ πολλοῦ,意为“不能长久”。
- 1.21.14χρήμασιν ἀναπεισθέντες τῷ Ῥωμαίων βασιλεῖ
配合被动分词 ἀναπεισθέντες(“被说服的/被收买的”),τῷ Ῥωμαίων βασιλεῖ 充当施事与格(dative of agent),而 χρήμασιν 为手段与格(“用金钱”)。整句解作“被罗马皇帝用金钱收买/劝诱”。
