← 普罗科皮乌斯

战史

§1.20.1-1.20.13

霍梅里泰国内乱与查士丁尼结盟的尝试

记述了埃塞俄比亚国王赫勒斯特奥斯远征霍梅里泰人以及阿布拉莫斯篡夺王位的经过,随后叙述了查士丁尼皇帝试图联合两国对抗波斯的外交努力及其失败的结局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20.1

Ὑπὸ τοὺς χρόνους τοῦ πολέμου τοῦδε Ἑλλησθεαῖος ὁ τῶν Αἰθιόπων βασιλεύς, Χριστιανός τε ὢν καὶ δόξης τῆσδε ὡς μάλιστα ἐπιμελούμενος, ἐπειδὴ Ὁμηριτῶν τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ ἔγνω πολλοὺς μὲν Ἰουδαίους ὄντας, πολλοὺς δὲ δόξαν τὴν παλαιὰν σέβοντας ἣν δὴ καλοῦσιν Ἑλληνικὴν οἱ νῦν ἄνθρωποι, ἐπιβουλῇ μέτρον οὐκ ἐχούσῃ ἐς τοὺς ἐκείνῃ Χριστιανοὺς χρῆσθαι, στόλον τε νηῶν καὶ στράτευμα ἀγείρας ἐπ’ αὐτοὺς ἦλθε, καὶ μάχῃ νικήσας τόν τε βασιλέα καὶ τῶν Ὁμηριτῶν πολλοὺς ἔκτεινεν, ἄλλον τε αὐτόθι Χριστιανὸν βασιλέα καταστησάμενος, Ὁμηρίτην μὲν γένος, ὄνομα δὲ Ἐσιμιφαῖον, φόρον τε αὐτῷ τάξας Αἰθίοψι φέρειν ἀνὰ πᾶν ἔτος, ἐπ’ οἴκου ἀνεχώρησε.

正当这场战争期间,埃塞俄比亚人的国王赫勒斯特奥斯身为基督徒,且极度热忱于这一信仰,当得知对岸大陆上的霍梅里泰人中有许多人是犹太教徒,又有许多人崇奉现代人称之为希腊信仰的古老教义,对那里的基督徒施加无休止的迫害时,便集结了船队与军队前去讨伐他们;在战斗中取胜后,他杀死了国王和许多霍梅里泰人,并在当地设立了另一位霍梅里泰族出身、名叫埃西米斐奥斯的基督徒为王,责令他每年向埃塞俄比亚人缴纳贡赋,随后启程回国。

§1.20.2

τούτου τοῦ Αἰθιόπων στρατοῦ δοῦλοί τε πολλοὶ καὶ ὅσοι ἐπιτηδείως ἐς τὸ κακουργεῖν εἶχον τῷ μὲν βασιλεῖ ἕπεσθαι οὐδαμῆ ἤθελον, αὐτοῦ δὲ ἀπολειπόμενοι ἔμενον ἐπιθυμίᾳ τῆς Ὁμηριτῶν χώρας· ἀγαθὴ γὰρ ὑπερφυῶς ἐστιν.

在这支埃塞俄比亚军队中,许多奴隶以及素来倾向于行恶之徒根本不愿跟随国王,因贪恋霍梅里泰人的土地而留在后面,待在当地;因为那里的土地极其肥沃。

§1.20.3

Οὗτος ὁ λεὼς χρόνῳ οὐ πολλῷ ὕστερον ξὺν ἑτέροις τισὶν Ἐσιμιφαίῳ τῷ βασιλεῖ ἐπαναστάντες, αὐτὸν μὲν ἔν τινι τῶν ἐκείνῃ φρουρίων καθεῖρξαν, ἕτερον δὲ Ὁμηρίταις βασιλέα κατεστήσαντο, Ἄβραμον ὄνομα. ὁ δὲ Ἄβραμος οὗτος Χριστιανὸς μὲν ἦν, δοῦλος δὲ Ῥωμαίου ἀνδρὸς ἐν πόλει Αἰθιόπων Ἀδούλιδι ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ διατριβὴν ἔχοντος.

不久之后,这些人联同其他一些人起兵反抗国王埃西米斐奥斯,将他囚禁在当地的一座要塞中,并立了另一人为霍梅里泰人的国王,其名叫阿布拉莫斯。这位阿布拉莫斯是个基督徒,但曾是一位在埃塞俄比亚的阿杜利斯城从事航海贸易的罗马人的奴隶。

§1.20.5

ἃ δὴ Ἑλλησθεαῖος μαθὼν τίσασθαί τε Ἄβραμον ὁμοῦ τοῖς ξὺν αὐτῷ ἐπαναστᾶσι τῆς ἐς τὸν Ἐσιμιφαῖον ἀδικίας ἐν σπουδῇ ἔχων, στράτευμά τε τρισχιλίων ἀνδρῶν καὶ ἄρχοντα τῶν τινα ξυγγενῶν τῶν αὑτοῦ ἐπ’ αὐτοὺς ἔπεμψεν.

赫勒斯特奥斯得知此事后,急欲就埃西米斐奥斯所受的不公向阿布拉莫斯及其同党复仇,便派遣了一支三千人的军队,并由他的一位亲族担任将领前去征讨他们。

§1.20.6

οὗτος ὁ στρατὸς οὐκέτι ἐθέλοντες ἐπ’ οἴκου ἐπανιέναι ἀλλ’ αὐτοῦ ἐν χώρᾳ ἀγαθῇ μένειν, κρύφα τοῦ ἄρχοντος τῷ Ἀβράμῳ ἐς λόγους ἦλθον,1 ἔς τε ξυμβολὴν καταστάντες τοῖς ἐναντίοις, ἐπειδὴ ἐν τῷ ἔργῳ ἐγένοντο, κτείναντες τὸν ἄρχοντα τῷ τε τῶν πολεμίων στρατῷ ἀνεμίγνυντο καὶ αὐτοῦ ἔμενον.

这支军队不再愿意返回故土,而希望留在那片肥沃的土地上,遂背着将领暗中与阿布拉莫斯谈判;当他们与敌人交锋、进入战斗之中时,便杀死了将领,混入敌军队伍并留在了那里。

§1.20.7

θυμῷ δὲ πολλῷ Ἑλλησθεαῖος ἐχόμενος καὶ ἄλλο στράτευμα ἐπ’ αὐτοὺς ἔπεμψεν, οἳ δὴ τοῖς ἀμφὶ τὸν Ἄβραμον ἐς χεῖρας ἐλθόντες παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐπ’ οἴκου εὐθὺς ἀνεχώρησαν. δείσας τε τὸ λοιπὸν ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐπὶ τὸν Ἄβραμον οὐκέτι ἐστράτευσεν.

赫勒斯特奥斯勃然大怒,又派了另一支军队去讨伐他们;但他们与阿布拉莫斯统领的人马交锋,在战斗中惨遭溃败,立即撤回国内。埃塞俄比亚国王心生畏惧,此后便不再出兵讨伐阿布拉莫斯。

§1.20.8

Ἑλλησθεαίου δὲ τελευτήσαντος φόρους Ἄβραμος ὡμολόγησε φέρειν τῷ μετ’ αὐτὸν τὴν Αἰθιόπων βασιλείαν παραλαβόντι, οὕτω τε τὴν ἀρχὴν ἐκρατύνατο. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.

赫勒斯特奥斯去世后,阿布拉莫斯同意向继任埃塞俄比亚王位之人纳贡,并以此巩固了自己的统治。然而,这些都是后来的事了。

§1.20.9

Τότε δὲ Ἰουστινιανὸς βασιλεὺς ἐν μὲν Αἰθίοψι βασιλεύοντος Ἑλλησθεαίου, Ἐσιμιφαίου δὲ ἐν Ὁμηρίταις, πρεσβευτὴν Ἰουλιανὸν ἔπεμψεν, ἀξιῶν ἄμφω Ῥωμαίοις διὰ τὸ τῆς δόξης ὁμόγνωμον Πέρσαις πολεμοῦσι ξυνάρασθαι,2 ὅπως Αἰθίοπες μὲν ὠνούμενοί τε τὴν μέταξαν ἐξ Ἰνδῶν ἀποδιδόμενοί τε αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται χρημάτων μεγάλων, Ῥωμαίους δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ3 οὐκέτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετενεγκεῖν ʽαὕτη δέ ἐστιν ἡ μέταξα ἐξ ἧς εἰώθασι τὴν ἐσθῆτα ἐργάζεσθαι ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τανῦν δὲ σηρικὴν ὀνομάζουσιν̓, Ὁμηρῖται δὲ ὅπως Καϊσὸν τὸν φυγάδα φύλαρχον Μαδδηνοῖς καταστήσωνται καὶ στρατῷ μεγάλῳ αὐτῶν τε Ὁμηριτῶν καὶ Σαρακηνῶν τῶν Μαδδηνῶν ἐσβάλωσιν ἐς τὴν Περσῶν γῆν.

在当时,赫勒斯特奥斯统治埃塞俄比亚人,埃西米斐奥斯统治霍梅里泰人,查士丁尼皇帝派遣使节朱利安前去,要求双方因宗教信仰的一致,协助与波斯人作战的罗马人:埃塞俄比亚人从印度人那里购买生丝并转售给罗马人,从而使他们自己获得巨额财富,并使罗马人仅获得这样一种利益,即不再被迫将自己的钱财转移给敌人(这种生丝正是人们习惯用来制作古时希腊人称之为米底亚衣、如今则称为丝绸衣袍的服饰之物);霍梅里泰人则将流亡者凯索斯确立为马德诺伊人的部族首领,率领霍梅里泰人自身与马德诺伊撒拉逊人的大军攻入波斯领地。

§1.20.10

ʽὁ δὲ Καϊσὸς οὗτος γένους μὲν ἦν τοῦ φυλαρχικοῦ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια, τῶν δέ τινα Ἐσιμιφαίου ξυγγενῶν κτείνας ἐς γῆν ἔφευγεν ἣ δὴ ἔρημος ἀνθρώπων παντάπασίν ἐστιν.ʼ ἑκάτερος μὲν οὖν τὴν αἴτησιν ὑποσχόμενος ἐπιτελῆ ποιήσειν τὸν πρεσβευτὴν ἀπεπέμψατο, ἔδρασε δὲ αὐτοῖν τὰ ὡμολογημένα οὐδέτερος.

(这位凯索斯出身于首领家族,极擅作战,但因杀害了埃西米斐奥斯的一位亲属,逃入了一片杳无人烟的荒地。)于是,双方都承诺落实这一要求并打发使节回国,但两人均未履行所商定的事项。

§1.20.12

τοῖς τε γὰρ Αἰθίοψι τὴν μέταξαν ὠνεῖσθαι πρὸς τῶν Ἰνδῶν ἀδύνατα ἦν, ἐπεὶ ἀεὶ οἱ Περσῶν ἔμποροι πρὸς αὐτοῖς τοῖς ὅρμοις γινόμενοι οὗ δὴ τὰ πρῶτα αἱ τῶν Ἰνδῶν νῆες καταίρουσιν, ἅτε χώραν προσοικοῦντες τὴν ὅμορον, ἅπαντα ὠνεῖσθαι τὰ φορτία εἰώθασι, καὶ τοῖς Ὁμηρίταις χαλεπὸν ἔδοξεν εἶναι χώραν ἀμειψαμένοις ἔρημόν τε καὶ χρόνου πολλοῦ ὁδὸν κατατείνουσαν ἐπ’ ἀνθρώπους πολλῷ μαχιμωτέρους ἰέναι.

因为对于埃塞俄比亚人而言,向印度人购买生丝是办不到的,居住在邻近领土上的波斯商人总是在印度船只最初停靠的港口出现,惯于买下全部货物;而对于霍梅里泰人来说,穿越一片荒凉且需漫长路程的土地,去攻击远比自己善战之人,似乎也是一件艰难之事。

§1.20.13

ἀλλὰ καὶ Ἄβραμος ὕστερον, ὅτε δὴ τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο, πολλάκις μὲν Ἰουστινιανῷ βασιλεῖ ὡμολόγησεν ἐς γῆν τὴν Περσίδα ἐσβάλλειν, ἅπαξ δὲ μόνον τῆς πορείας ἀρξάμενος ὀπίσω εὐθὺς ἀπεχώρησε. τὰ μὲν οὖν Αἰθιόπων τε καὶ Ὁμηριτῶν ταύτῃ Ῥωμαίοις ἐχώρησεν.

此外,阿布拉莫斯后来在最稳固地确立政权之时,也曾多次向查士丁尼皇帝许诺进犯波斯领土,但仅展开过一次行军便立刻撤回。埃塞俄比亚人与霍梅里泰人的事务对于罗马人而言,结果大体如此。

语法注3 条
  1. 1.20.6οὗτος ὁ στρατὸς οὐκέτι ἐθέλοντες... ἦλθον

    属于“按意义一致”(constructio ad sensum)的结构:单数集合名词 οὗτος ὁ στρατὸς(这支军队)作主语,其修饰分词 ἐθέλοντες 及随后的限定动词 ἦλθον、ἀνεμίγνυντο、ἔμενον 均采用了复数形式,着眼于构成军队的士兵个体的意志与行动。

  2. 1.20.9ἀξιῶν ἄμφω Ῥωμαίοις διὰ τὸ τῆς δόξης ὁμόγνωμον Πέρσαις πολεμοῦσι ξυνάρασθαι

    分词 ἀξιῶν 支配带不定式的宾格结构(以 ἄμφω 为逻辑主语,以 ξυνάρασθαι 为不定式),而动词 ξυνάρασθαι 则接与格补足语 Ῥωμαίοις ... πολεμοῦσι(“援助正与波斯人作战的罗马人”)。随后的两个 ὅπως 从句(ὅπως Αἰθίοπες μέν... Ὁμηρῖται δὲ ὅπως...)起到说明性(或目的性)作用,详细阐述了双方具体当如何实施协助。

  3. 1.20.9Ῥωμαίους δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ

    使役动词 ποιήσωσι 支配“宾格 Ῥωμαίους + 不定式 κερδαίνειν”的结构,短语 τοῦτο ... μόνον 作为不定式 κερδαίνειν 的内含宾格(直接宾语),紧随其后的 ὅτι 从句则作为同位语从句,具体解释这一唯一获益的内容(“即……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.20.1-1.20.13