← 普罗科皮乌斯

战史

§1.19.23-1.19.37

红海船只构造与菲莱神庙的变迁

普罗科匹乌斯解释了红海船只的独特构造与铁料缺乏的原因,随后记述了戴克里先皇帝在埃及边境所作的领土重组(迁移诺巴泰人并设立菲莱要塞以行共有祭仪),以及查士丁尼皇帝最终下令拆毁菲莱异教神庙的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19.23

Πλοῖα μέντοι ὅσα ἔν τε Ἰνδοῖς καὶ ἐν ταύτῃ τῇ θαλάσσῃ ἐστὶν οὐ τρόπῳ τῷ αὐτῷ ᾧπερ αἱ ἄλλαι νῆες πεποίηνται. οὐδὲ γὰρ πίσσῃ οὐδὲ ἄλλῳ ὁτῳοῦν χρίονται, οὐ μὴν οὐδὲ σιδήρῳ διαμπερὲς ἰόντι ἐς ἀλλήλας αἱ σανίδες ξυμπεπήγασιν, ἀλλὰ βρόχοις τισὶ ξυνδέδενται.

然而,印度人当中以及在这片海域里的船只,其建造方式与其他的船只并不相同。因为它们既不涂柏油,也不涂任何其他东西,甚至木板之间也完全不用穿透的铁钉相互固定,而是用某种绳索绑扎在一起。

§1.19.24

αἴτιον δὲ οὐχ ὅπερ οἱ πολλοὶ οἴονται, πέτραι τινὲς ἐνταῦθα οὖσαι καὶ τὸν σίδηρον ἐφ’ ἑαυτὰς ἕλκουσαι1 ʽτεκμήριον δέ· ταῖς γὰρ Ῥωμαίων ναυσὶν ἐξ Αἰλᾶ πλεούσαις ἐς θάλασσαν τήνδε, καίπερ σιδήρῳ πολλῷ ἡρμοσμέναις, οὔποτε τοιοῦτον ξυνηνέχθη παθεῖν̓, ἀλλ’ ὅτι οὔτε σίδηρον οὔτε ἄλλο τι τῶν ἐς ταῦτα ἐπιτηδείων Ἰνδοὶ ἢ Αἰθίοπες ἔχουσιν.

其原因并非如众人所设想的那样,是因为那里存在着某些会将铁吸向自身的岩石(证据在于:从艾拉驶入这片海域的罗马船只,尽管装配有大量铁件,却从未遭遇过此类事故),而是因为无论是铁,还是适用于此类用途的任何其他材料,印度人或埃塞俄比亚人都并不拥有。

§1.19.25

οὐ μὴν οὐδὲ πρὸς Ῥωμαίων ὠνεῖσθαι τούτων τι οἷοί τέ εἰσιν, νόμῳ ἅπασι διαρρήδην ἀπειρημένον.2

而且他们也绝不能从罗马人那里购买这些物品中的任何一种,因为法律对所有人都有明确的禁令。

§1.19.26

θάνατος γὰρ τῷ ἁλόντι ἡ ζημία ἐστί. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἐρυθρᾷ καλουμένῃ θαλάσσῃ καὶ χώρᾳ ἣ αὐτῆς ἐφ’ ἑκάτερά ἐστι ταύτῃ πη ἔχει.

因为对于被捕获者,惩罚乃是死刑。关于所谓的红海以及在其两侧的土地,情况大体如此。

§1.19.27

Ἐκ δὲ Αὐξώμιδος πόλεως ἐς τὰ ἐπ’ Αἰγύπτου ὅρια τῆς Ῥωμαίων ἀρχῆς, οὗ δὴ πόλις ἡ Ἐλεφαντίνη καλουμένη οἰκεῖται, τριάκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί.

从阿克苏姆城到罗马帝国靠近埃及的边界——即所谓的象岛城所在之处——对于轻装徒步者而言,是三十天的路程。

§1.19.28

ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ ἵδρυται καὶ Βλέμυές τε καὶ Νοβάται, πολυανθρωπότατα γένη. ἀλλὰ Βλέμυες μὲν ταύτης δὴ τῆς χώρας ἐς τὰ μέσα ᾤκηνται, Νοβάται δὲ τὰ ἀμφὶ Νεῖλον ποταμὸν ἔχουσι. πρότερον δὲ οὐ ταῦτα ἐγεγόνει τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, ἀλλ’ ἐπέκεινα ὅσον ἑπτὰ ἑτέρων ἐπίπροσθεν ὁδὸν ἡμερῶν· ἡνίκα δὲ ὁ Ῥωμαίων αὐτοκράτωρ Διοκλητιανὸς3 ἐνταῦθα γενόμενος κατενόησεν ὅτι δὴ τῶν μὲν ἐκείνῃ χωρίων ὁ φόρος λόγου ἄξιος ὡς ἥκιστα ἦν, ἐπεὶ στενὴν μάλιστα τὴν γῆν ἐνταῦθα ξυμβαίνει εἶναι ʽπέτραι γὰρ τοῦ Νείλου οὐ πολλῷ ἄποθεν ὑψηλαὶ λίαν ἀνέχουσαι τῆς χώρας τὰ λοιπὰ ἔχουσἰ, στρατιωτῶν δὲ πάμπολύ τι πλῆθος ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυτο, ὧνπερ ταῖς δαπάναις ὑπερφυῶς ἄχθεσθαι συνέβαινε τὸ δημόσιον, ἅμα δὲ καὶ Νοβάται ἀμφὶ πόλιν Ὄασιν ᾠκημένοι τὰ πρότερα ἦγόν τε καὶ ἔφερον ἅπαντα ἐς ἀεὶ τὰ ἐκείνῃ χωρία, τούτους δὴ τοὺς βαρβάρους ἀνέπεισεν ἀναστῆναι μὲν ἐξ ἠθῶν τῶν σφετέρων, ἀμφὶ ποταμὸν δὲ Νεῖλον ἱδρύσασθαι, δωρήσασθαι αὐτοὺς ὁμολογήσας πόλεσί τε μεγάλαις καὶ χώρᾳ πολλῇ τε καὶ διαφερόντως ἀμείνονι ἧσπερ τὰ πρότερα ᾤκηντο.

在此处定居着许多其他民族,以及人口极其繁多的部族布莱米人和诺巴泰人。然而布莱米人居住在这片土地的内陆腹地,而诺巴泰人则占据着尼罗河周边地区。先前这并不是罗马帝国最远的边境,帝国还向外再往前延伸约七天的路程;但是当罗马皇帝戴克里先来到这里,察觉到那里的领土所纳的贡税极不值一提,因为这里的土地极其狭窄(距离尼罗河不远处矗立着极高的崖石,占据了该地的其余部分),而自古以来在此驻扎着极其庞大数量的军队,国库为其开支所累不堪重负,与此同时,先前居住在绿洲城周围的诺巴泰人总是在不断劫掠和破坏那里的各处地方,于是他劝导这些蛮族离开他们原有的故居,定居在尼罗河周边,答应向他们赐予大城镇以及比他们先前所居之处远为广袤且优越得多的土地。

§1.19.30

οὕτω γὰρ ᾤετο αὐτούς τε οὐκέτι τά γε ἀμφὶ τὴν Ὄασιν ἐνοχλήσειν χωρία καὶ γῆς τῆς σφίσι διδομένης μεταποιουμένους, ἅτε οἰκείας οὔσης, ἀποκρούσεσθαι Βλέμυάς τε, ὡς τὸ εἰκός, καὶ βαρβάρους τοὺς ἄλλους.

因为他认为,如此一来他们不仅不会再去骚扰绿洲周边的领地,而且将获赐的土地作为己有加以守护,理所当然地会击退布莱米人以及其他蛮族。

§1.19.31

ἐπεί τε τοὺς Νοβάτας ταῦτα ἤρεσκε, τήν τε μετανάστασιν αὐτίκα δὴ μάλα πεποίηντο ᾗπερ ὁ Διοκλητιανὸς σφίσιν ἐπέστελλε, καὶ Ῥωμαίων τάς τε πόλεις καὶ χώραν ξύμπασαν ἐφ’ ἑκάτερα τοῦ ποταμοῦ ἐξ Ἐλεφαντίνης πόλεως ἔσχον.

既然诺巴泰人对此感到满意,他们便立即按照戴克里先的指示迁徙,占有了自象岛城起河流两侧的罗马城镇以及全部土地。

§1.19.32

τότε δὴ ὁ βασιλεὺς οὗτος αὐτοῖς τε καὶ Βλέμυσιν ἔταξε δίδοσθαι ἀνὰ πᾶν ἔτος ῥητόν τι χρυσίον ἐφ’ ᾧ μηκέτι γῆν τὴν Ῥωμαίων ληίσωνται.4

就在那时,这位皇帝下令每年向他们以及布莱米人发放一定数额的金钱,条件是他们不得再劫掠罗马人的土地。

§1.19.33

ὅπερ καὶ ἐς ἐμὲ κομιζόμενοι οὐδέν τι ἧσσον καταθέουσι τὰ ἐκείνῃ χωρία. οὕτως ἄρα βαρβάρους ἅπαντας οὐδεμία μηχανὴ διασώσασθαι τὴν ἐς Ῥωμαίους πίστιν ὅτι μὴ δέει τῶν ἀμυνομένων στρατιωτῶν.

尽管他们直到我的时代仍在领取这笔款项,却丝毫不减对那片领地的侵扰。由此可见,对于所有的蛮族,除了对防守士兵的畏惧之外,绝无任何手段能够维护他们对罗马人的信诺。

§1.19.34

καίτοι καὶ νῆσόν τινα ἐν ποταμῷ Νείλῳ ἄγχιστά πη τῆς Ἐλεφαντίνης πόλεως εὑρὼν ὁ βασιλεὺς οὗτος φρούριόν τε ταύτῃ δειμάμενος ὀχυρώτατον, κοινούς τινας ἐνταῦθα νεώς τε καὶ βωμοὺς Ῥωμαίοις τε καὶ τούτοις δὴ κατεστήσατο τοῖς βαρβάροις, καὶ ἱερεῖς ἑκάστων ἐν τῷ φρουρίῳ τούτῳ ἱδρύσατο, ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν ἱερῶν σφίσιν οἰόμενος.5

尽管如此,这位皇帝在尼罗河中非常靠近象岛城的地方发现了一座岛屿,在那里修筑了一座极其坚固的要塞,并在那里为罗马人以及这些蛮族设立了共同的神庙与祭坛,将双方的祭司安置在这座要塞中,以为通过共同参与宗教祭仪,彼此之间的友谊将得以稳固确立。

§1.19.35

διὸ δὴ καὶ Φίλας ἐπωνόμασε τὸ χωρίον. ἄμφω δὲ ταῦτα τὰ ἔθνη, οἵ τε Βλέμυες καὶ οἱ Νοβάται, τούς τε ἄλλους θεοὺς οὕσπερ Ἕλληνες νομίζουσι πάντας, καὶ τήν τε Ἶσιν τόν τε Ὄσιριν σέβουσι, καὶ οὐχ ἥκιστά γε τὸν Πρίαπον.

因此他把这处地方命名为菲莱。这两个民族,即布莱米人和诺巴泰人,信奉希腊人所相信的所有其他神祇,崇拜伊西斯和奥西里斯,尤其是普里阿普斯。

§1.19.36

οἱ μέντοι Βλέμυες καὶ ἀνθρώπους τῷ ἡλίῳ θύειν εἰώθασι. ταῦτα δὲ τὰ ἐν Φίλαις ἱερὰ οὗτοι δὴ οἱ βάρβαροι καὶ ἐς ἐμὲ εἶχον, ἀλλὰ βασιλεὺς αὐτὰ Ἰουστινιανὸς καθελεῖν ἔγνω.

不过,布莱米人甚至还习惯于向太阳献祭人牲。菲莱的这些神庙,这些蛮族一直保有到我的时代,但查士丁尼皇帝决意将其拆除。

§1.19.37

Ναρσῆς γοῦν, Περσαρμένιος γένος, οὗ πρόσθεν ἅτε ηὐτομοληκότος ἐς Ῥωμαίους ἐμνήσθην, τῶν ἐκείνῃ στρατιωτῶν ἄρχων τά τε ἱερὰ καθεῖλε, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τοὺς μὲν ἱερεῖς ἐν φυλακῇ ἔσχε, τὰ δὲ ἀγάλματα ἐς Βυζάντιον ἔπεμψεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

于是,先前我曾提及归降罗马人的波斯亚美尼亚裔人纳尔塞斯统领那里的军队,在皇帝下达指令后拆除了神庙,将祭司收押拘禁,并把神像送往拜占庭。而我将回到先前的叙述。

语法注5 条
  1. 1.19.24αἴτιον δὲ οὐχ ὅπερ οἱ πολλοὶ οἴονται, πέτραι τινὲς ἐνταῦθα οὖσαι καὶ τὸν σίδηρον ἐφ’ ἑαυτὰς ἕλκουσαι

    表语 αἴτιον 省略了系动词 ἐστί,主格分词短语 πέτραι... οὖσαι καὶ... ἕλκουσαι 起到了相当于名词从句的作用,用以具体说明被作者否定的世俗传说之原因(“并非存在着吸铁的岩石”),并与后文的 ἀλλ’ ὅτι...(“而是因为……”)形成对举。

  2. 1.19.25νόμῳ ἅπασι διαρρήδην ἀπειρημένον

    此处是由无人称动词完成时被动分词 ἀπειρημένον 构成的独立宾格结构,表示原因:“既然依照法律(方式/工具与格 νόμῳ)对所有人(利益/关涉与格 ἅπασι)都明确禁止”。

  3. 1.19.29ἡνίκα δὲ ὁ Ῥωμαίων αὐτοκράτωρ Διοκλητιανὸς

    长周期的复合句结构。在由 ἡνίκα... κατενόησεν ὅτι...(“当戴克里先察觉到……”)引导的从属时间节中,并列叙述了三项事实(赋税微薄、驻军开支沉重、诺巴泰人侵掠),随后主句在长距离间隔后由 τούτους δὴ τοὺς βαρβάρους ἀνέπεισεν...(“他便劝导这些蛮族……”)承接收束。

  4. 1.19.32ἐφ’ ᾧ μηκέτι γῆν τὴν Ῥωμαίων ληίσωνται

    连词 ἐφ’ ᾧ 接虚拟式(ληίσωνται),表示“以……为条件”的协定/条件从句,否定词依规则使用 μή (μηκέτι) 而非 οὐ。

  5. 1.19.34ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν ἱερῶν σφίσιν οἰόμενος

    在依赖 οἰόμενος(“以为……”)的间接引语中,主语为宾格 τὴν φιλίαν,介词短语 ἐν τῷ βεβαίῳ 用作表语(“处于稳固之境”)。随后带冠词的不定词与格 τῷ μετέχειν... 表示手段或原因(“通过共同参与宗教圣仪”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.19.23-1.19.37