- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.1.1-1.1.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗柯比阐述了记录查士丁尼皇帝对外战争的目的,以及自己作为将军贝利撒留的谋士亲历全过程的资格,并通过对比现代骑射手与古代弓箭手的装备与技艺,论证了这场战争的伟大意义。
Προκόπιος Καισαρεὺς τοὺς πολέμους ξυνέγραψεν οὓς Ἰουστινιανὸς ὁ Ῥωμαίων βασιλεὺς πρὸς βαρβάρους διήνεγκε τούς τε ἑῴους καὶ ἑσπερίους, ὥς πη αὐτῶν ἑκάστῳ ξυνηνέχθη γενέσθαι, ὡς μὴ ἔργα ὑπερμεγέθη ὁ μέγας αἰὼν λόγου ἔρημα χειρωσάμενος τῇ τε λήθῃ αὐτὰ καταπρόηται καὶ παντάπασιν ἐξίτηλα θῆται, ὧνπερ τὴν μνήμην αὐτὸς ᾤετο μέγα τι ἔσεσθαι καὶ ξυνοῖσον ἐς τὰ μάλιστα τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις, εἴ ποτε καὶ αὖθις ὁ χρόνος ἐς ὁμοίαν τινὰ τοὺς ἀνθρώπους ἀνάγκην διάθοιτο.
凯撒里亚的普罗柯比记录了罗马人的皇帝查士丁尼对东方和西方的蛮族所进行的战争,叙述了这些战争中的每一桩是如何发生的;这是为了防止极其伟大的功业因缺乏文字记载而被漫长岁月所制服,弃置于遗忘之中并完全泯灭;他本人认为,对这些事情的记忆将是一件伟大的事业,并且无论是对当世之人,还是对后世降生之人,只要时光再度将人类置于类似的必然境地,都将是极其有益的。
τοῖς τε γὰρ πολεμησείουσι καὶ ἄλλως ἀγωνιουμένοις ὄνησίν τινα ἐκπορίζεσθαι οἵα τέ ἐστιν ἡ τῆς ἐμφεροῦς ἱστορίας ἐπίδειξις, ἀποκαλύπτουσα μὲν ὅποι ποτὲ τοῖς προγεγενημένοις τὰ τῆς ὁμοίας ἀγωνίας ἐχώρησεν, αἰνισσομένη δὲ ὁποίαν τινὰ τελευτὴν τοῖς γε ὡς ἄριστα βουλευομένοις τὰ παρόντα, ὡς τὸ εἰκός, ἕξει.
因为对于那些将要进行战争或以其他方式展开角逐的人而言,展示一部性质相似的历史是能够提供某种益处的:它既揭示了对前人来说类似的角逐最终走向何方,又含蓄地指明,在通常情况下,对于在当前事态中深谋远虑的人而言,将迎来怎样的结局。
καί οἱ αὐτῷ ξυνηπίστατο πάντων μάλιστα δυνατὸς ὢν τάδε ξυγγράψαι1 κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτῷ ξυμβούλῳ ᾑρημένῳ Βελισαρίῳ τῷ στρατηγῷ σχεδόν τι ἅπασι παραγενέσθαι τοῖς πεπραγμένοις ξυνέπεσε.
而且他自知比所有人都有能力记录这些事情,这不因别的,纯粹是因为他被选任为将军贝利撒留的谋士,几乎目睹了所发生的一切作为。
πρέπειν τε ἡγεῖτο ῥητορικῇ μὲν δεινότητα, ποιητικῇ δὲ μυθοποιΐαν, ξυγγραφῇ δὲ ἀλήθειαν. ταῦτά τοι2 οὐδέ του τῶν οἱ ἐς ἄγαν ἐπιτηδείων τὰ μοχθηρὰ ἀπεκρύψατο, ἀλλὰ τὰ πᾶσι ξυνενεχθέντα ἕκαστα ἀκριβολογούμενος ξυνεγράψατο, εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτοῖς εἰργάσθαι ξυνέβη.
此外,他认为雄辩术应当具备才智,诗歌应当具备神话创作,而历史编纂则应当具备真实。正是出于这一缘故,即使是对于与自己极其亲近之人的过失,他也绝不加以掩饰,而是准确考证发生在所有人身上的各项具体事件并予以记载,不论他们的行事结果是顺利还是适得其反。
Κρεῖσσον δὲ οὐδὲν ἢ ἰσχυρότερον τῶν ἐν τοῖσδε τοῖς πολέμοις τετυχηκότων τῷ γε ὡς ἀληθῶς τεκμηριοῦσθαι βουλομένῳ φανήσεται.
对于凡是愿意依据真实来做判断的人,没有任何事情会显得比在这些战争中所发生的事迹更为重大或更为强有力。
πέπρακται γὰρ ἐν τούτοις μάλιστα πάντων ὧν ἀκοῇ ἴσμεν· θαυμαστὰ οἷα, ἢν μή τις τῶν τάδε ἀναλεγομένων τῷ παλαιῷ χρόνῳ τὰ πρεσβεῖα διδοίη καὶ τὰ καθ’ αὑτὸν οὐκ ἀξιοίη θαυμαστὰ οἴεσθαι.
因为在这些战争中所成就的事迹,在我们凭传闻所知的一切当中是最为令人惊叹的;除非读到这些记载的人偏向于将首要地位赋予古代,而不屑于认为自己时代的事情值得惊叹。
ὥσπερ οὖν ἀμέλει τοὺς μὲν νῦν στρατευομένους ἔνιοι καλοῦσι τοξότας, ἀγχεμάχους δὲ καὶ ἀσπιδιώτας καὶ τοιαῦτα ἄττα ὀνόματα τοῖς παλαιοτάτοις ἐθέλουσι νέμειν, ταύτην τε τὴν ἀρετὴν ἐς τοῦτον ἐληλυθέναι τὸν χρόνον ἥκιστα οἴονται, ἀταλαίπωρόν γε καὶ τῆς πείρας ἀπωτάτω τὴν περὶ αὐτῶν ποιούμενοι δόξαν.
正如确实有些人把如今服役的士兵称为单纯的弓箭手,却乐于将近战勇士、持盾步兵等类似的称呼分配给最古老时代的人,并且绝不认为那种英勇已经延续到了当今时代;他们在对这些人作出判断时既不求甚解,又极其脱离实际经验。
οὐ γάρ τις πώποτε αὐτοῖς ἔννοια γέγονεν ὅτι δὴ τοῖς μὲν παρ’ Ὁμήρῳ τοξεύουσιν, οἷσπερ καὶ ὑβρίζεσθαι ἀπὸ τῆς τέχνης ὀνομαζομένοις ξυνέβαινεν, οὐχ ἵππος ὑπῆν, οὐ δόρυ, οὐκ ἀσπὶς ἤμυνεν, οὐκ ἄλλο οὐδὲν τοῦ σώματος φυλακτήριον ἦν, ἀλλὰ πεζοὶ μὲν ἐς μάχην ᾔεσαν, ἀποκεκρύφθαι δὲ αὐτοῖς ἦν ἀναγκαῖον, ἑταίρου του ἐκλεγομένοις ἀσπίδα ἢ στήλῃ ἐπὶ τύμβῳ τινὶ κεκλιμένοις, ἔνθα οὔτε τρεπόμενοι διασώζεσθαι οὔτε φεύγουσι τοῖς πολεμίοις ἐπιτίθεσθαι οἷοί τε ἦσαν, οὐ μὴν οὐδὲ ἀπὸ τοῦ ἐμφανοῦς διαμάχεσθαι, ἀλλά τι κλέπτειν ἐδόκουν ἀεὶ τῶν ἐν τῇ ξυμβολῇ γινομένων.
因为他们从未想过,荷马史诗中那些射箭的人——他们甚至因由其技艺得名而遭受轻蔑——脚下没有战马,手中没有长矛,没有盾牌护身,身体也没有任何其他防具,而是徒步走上战场,必须隐蔽起来,要么挑选某个同伴的盾牌作掩护,要么倚靠在某座坟丘上的墓碑后;在那种处境下,他们既无法在溃败时保全自身,也无法追击逃跑的敌人,更谈不上公开正面交锋,而似乎总是在交战的当口暗中偷袭。
ἄνευ δὲ τούτων οὕτως ἀταλαιπώρως ἐχρῶντο τῇ τέχνῃ, ὥστε πελάσαντες τῷ σφετέρῳ μαζῷ τὴν νευρὰν εἶτα τὸ βέλος ἀφίεσαν κωφόν τε καὶ οὐτιδανὸν εἰκότως τοῖς δεχομένοις ἐσόμενον. τοιαύτη μέν τις οὖσα ἡ τοξεία φαίνεται πρότερον.
除此以外,他们运用这项技艺也是如此不求精进,以至于把弓弦拉近自己的胸口才放箭,射出的箭矢对于承受者来说自然是毫无力道、无足轻重的。从前的情形看来就是这样一种弓术。
οἱ δέ γε τανῦν τοξόται ἴασι μὲν ἐς μάχην τεθωρακισμένοι τε καὶ κνημῖδας ἐναρμοσάμενοι μέχρι ἐς γόνυ. ἤρτηται δὲ αὐτοῖς ἀπὸ μὲν τῆς δεξιᾶς πλευρᾶς τὰ βέλη, ἀπὸ δὲ τῆς ἑτέρας τὸ ξίφος. εἰσὶ δὲ οἷς καὶ δόρυ προσαποκρέμαται καὶ βραχεῖά τις ἐπὶ τῶν ὤμων ἀσπὶς ὀχάνου χωρίς, οἵα τά τε ἀμφὶ τὸ πρόσωπον καὶ τὸν αὐχένα ἐπικαλύπτειν.
然而当今的弓箭手披挂胸甲、佩戴直至膝盖的绑腿进入战场。箭矢悬挂在他们的右侧,配剑则悬在另一侧。有些人身上还附带长矛,肩头挂着没有握把的小盾,足以遮蔽面部和颈部周围。
ἱππεύονται δὲ ὡς ἄριστα καὶ θέοντος αὐτοῖς ὡς τάχιστα τοῦ ἵππου τὰ τόξα τε οὐ χαλεπῶς ἐντείνειν οἷοί τέ εἰσιν ἐφ’ ἑκάτερα καὶ διώκοντάς τε βάλλειν τοὺς πολεμίους καὶ φεύγοντας.
他们精于骑术,即使在战马疾驰之时,也能毫无困难地向两侧拉开弓,无论是在追击敌人还是在撤退时都能射击。
ἕλκεται δὲ αὐτοῖς κατὰ τὸ μέτωπον ἡ νευρὰ παρ’ αὐτὸ μάλιστα τῶν ὤτων τὸ δεξιόν, τοσαύτης ἀλκῆς ἐμπιπλᾶσα τὸ βέλος, ὥστε τὸν ἀεὶ παραπίπτοντα κτείνειν, οὔτε ἀσπίδος ἴσως οὔτε θώρακος ἀποκρούεσθαί τι δυναμένου τῆς ῥύμης.
他们将弓弦拉至前额高度,恰好紧贴右耳旁,使箭矢蓄满如此巨大的力量,以至于必定能杀死迎面遭遇的敌人,无论是盾牌还是胸甲或许都丝毫无法抵挡它的冲力。
εἰσὶ δὲ οἳ τούτων ἥκιστα ἐνθυμούμενοι σέβονται μὲν καὶ τεθήπασι τὸν παλαιὸν χρόνον, οὐδὲν δὲ ταῖς ἐπιτεχνήσεσι διδόασι πλέον. ἀλλὰ τούτων οὐδὲν κωλύσει μὴ οὐχὶ μέγιστά τε καὶ ἀξιολογώτατα ἐν τοῖσδε τοῖς πολέμοις ξυμβῆναι.3
然而有些人完全不考虑这些,只是崇拜并惊异于古代,却不肯给予技术革新任何优待。但这丝毫不能阻止在这些战争中所发生的事情成为最伟大、最值得铭记的作为。
λελέξεται δὲ πρῶτον ἀρξαμένοις μικρὸν ἄνωθεν4 ὅσα Ῥωμαίοις ξυνηνέχθη καὶ Μήδοις πολεμοῦσι παθεῖν τε καὶ δρᾶσαι.
我们将从稍早一点的事情讲起,首先交代罗马人与波斯人在交战中所遭受和所成就的全部事情。
- 1.1.3καί οἱ αὐτῷ ξυνηπίστατο πάντων μάλιστα δυνατὸς ὢν τάδε ξυγγράψαι
动词 ξυνεπίσταμαι(用法同 σύνοιδα)接与格代词 οἱ αὐτῷ,而补充成分分词 ὢν 则与主语保持一致采用主格。这是希腊语中表达自我意识的标准句式(“他自知自己……”),在此主格分词优先于与与格代词一致的与格分词(ὄντι)。
- 1.1.5ταῦτά τοι
ταῦτα 为内宾格(副词性宾格),意为“因此”,小品词 τοι 起强调作用,合指“正是出于这一缘故”,承接上文关于历史编纂唯求真实的原则。
- 1.1.16ἀλλὰ τούτων οὐδὲν κωλύσει μὴ οὐχὶ μέγιστά τε καὶ ἀξιολογώτατα ἐν τοῖσδε τοῖς πολέμοις ξυμβῆναι
由否定词(οὐδέν)修饰的阻碍动词(κωλύσει)引出否定重叠结构。在否定句中,表示阻止或妨碍的动词后接不定式时常伴随双重否定 μὴ οὐ(此处作 μὴ οὐχί),表达强烈的肯定含义:“绝不妨碍……成为最伟大者”。
- 1.1.17λελέξεται δὲ πρῶτον ἀρξαμένοις μικρὸν ἄνωθεν
λελέξεται 是 λέγω 的将来完成时被动态第三人称单数,作无人称用法(“将被叙述”)。分词 ἀρξαμένοις 为谦逊的作者复数与格(施事与格/关涉与格),全句意为“从稍早一点开始叙述,……将首先被道明”。
