- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.19.1-1.19.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了交代查士丁尼皇帝企图联合埃塞俄比亚人与霍梅尔人对抗波斯的背景,文中详述了红海及亚喀巴湾周围的地理环境、内陆棕榈林及其部族领袖阿博哈拉布斯,以及霍梅尔人与对岸阿克苏姆人之间的航路状况。
Ἔννοια δὲ τότε Ἰουστινιανῷ βασιλεῖ γέγονεν Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπὶ τῷ Περσῶν πονηρῷ1 ἑταιρίσασθαι. ὅπη δὲ τῆς γῆς οἱ ἄνθρωποι οἵδε ᾤκηνται καὶ καθ’ ὅ τι αὐτοὺς Ῥωμαίοις ξυνοίσειν βασιλεὺς ἤλπισεν, ἐρῶν ἔρχομαι.
当时,查士丁尼皇帝萌生了一个想法,要与埃塞俄比亚人和霍梅尔人结盟,以对波斯人造成打击。至于这些人群居住在大地上的何处,以及皇帝指望他们在何种方面对罗马人有所裨益,我将在下文中叙述。
τὰ Παλαιστίνης ὅρια πρὸς ἀνίσχοντα ἥλιον ἐς θάλασσαν τὴν Ἐρυθρὰν καλουμένην διήκει.
巴勒斯坦的边界向着日出的方向延伸,直到被称为红海的海域。
αὕτη δὲ ἡ θάλασσα ἐξ Ἰνδῶν ἀρχομένη ἐνταῦθα τελευτᾷ τῆς Ῥωμαίων ἀρχῆς. καὶ πόλις Αἰλὰς καλουμένη πρὸς τῇ ταύτης ἠϊόνι ἐστίν, ἔνθα ἡ θάλασσα, ὥσπερ μοι εἴρηται, ἀπολήγουσα πορθμός τις ἐς ἄγαν στενὸς γίνεται. καὶ αὐτὸν ἐνθένδε ἐσπλέοντι2 ἐν δεξιᾷ μὲν ὄρη τὰ Αἰγυπτίων πρὸς νότον ἄνεμον τετραμμένα ἐστίν, ἐπὶ θάτερα δὲ χώρα ἔρημος ἀνθρώπων ἐπὶ πλεῖστον διήκει πρὸς βορρᾶν ἄνεμον, ἥ τε γῆ αὕτη τῷ ἐσπλέοντι ἑκατέρωθεν ὁρατὴ γίνεται, μέχρι ἐς τὴν Ἰωτάβην καλουμένην νῆσον, Αἰλᾶ πόλεως σταδίους οὐχ ἧσσον ἢ χιλίους διέχουσαν.
这片海始于印度人之地,在此处终结于罗马帝国的疆界。在这片海的岸边有一座名叫艾拉的城镇,正如我所说,海在此处收束,变成极其狭窄的海峡。从此处驶入海峡的人,右侧是朝向南风方向延伸的埃及诸山,另一侧则是向北风方向延展极广的无人荒野,这片陆地在驶入者的两侧都清晰可见,直到名为约塔贝的岛屿,该岛距艾拉城不少于一千斯塔德。
ἔνθα Ἑβραῖοι αὐτόνομοι μὲν ἐκ παλαιοῦ ᾤκηντο, ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος κατήκοοι Ῥωμαίων γεγένηνται.
在那里,希伯来人自古以来一直自治定居,但在如今这位查士丁尼在位期间,他们成了罗马人的臣属。
πέλαγος δὲ τὸ ἐνθένδε μέγα ἐκδέχεται. καὶ γῆν μὲν τὴν ἐν δεξιᾷ οἱ ταύτῃ ἐσπλέοντες οὐκέτι ὁρῶσιν, ἐς μέντοι τὴν εὐώνυμον νυκτὸς ἀεὶ ἐπιγινομένης ὁρμίζονται.
由此往前,一片辽阔的大海迎面展开。在此航行的人不再能看到右侧的陆地,然而每当夜幕降临,他们总是在左侧的岸边抛锚泊舟。
ἐν σκότῳ γὰρ ναυτίλλεσθαι ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ ἀδύνατά ἐστιν, ἐπεὶ βράχους αὐτὴν ἔμπλεων ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι.
因为在这片海域中,在黑暗里航行是不可能的,因为这片海域大部分地方都布满了暗礁。
ὅρμοι δέ εἰσιν ἐνταῦθα πολλοὶ οὐ χερσὶν ἀνθρώπων, ἀλλὰ τῇ φύσει τῶν χωρίων πεποιημένοι, καὶ ἀπ’ αὐτοῦ τοῖς πλέουσιν οὐ χαλεπόν ἐστιν ὅπη παρατύχοι ὁρμίζεσθαι. Ταύτην δὴ τὴν ἠϊόνα εὐθὺς μὲν ὅρους τοὺς Παλαιστίνης ὑπερβάντι3 Σαρακηνοὶ ἔχουσιν, οἳ ἐν τῷ φοινικῶνι ἐκ παλαιοῦ ἵδρυνται.
但那里有许多并非由人力、而是由地形的天然构造所形成的停泊处,因此对于航海者来说,随遇停泊并不困难。一跨过巴勒斯坦的边界,萨拉森人就占据着这片海岸,他们自古就定居在棕榈林中。
ἔστι δὲ ὁ φοινικὼν ἐν τῇ μεσογείᾳ ἐς χώραν κατατείνων πολλήν, ἔνθα δὴ ἄλλο τὸ παράπαν οὐδὲν ὅτι μὴ φοίνικες φύονται μόνοι.
这座棕榈林位于内陆,绵延覆盖广阔的土地,那里完全不生长任何其他植物,唯有棕榈树独自繁衍。
τούτῳ τῷ φοινικῶνι βασιλέα Ἰουστινιανὸν Ἀβοχάραβος ἐδωρήσατο, ὁ τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχων, καὶ αὐτὸν βασιλεὺς φύλαρχον τῶν ἐν Παλαιστίνῃ Σαρακηνῶν κατεστήσατο.
那里的萨拉森人首领阿博哈拉布斯将这座棕榈林赠予了查士丁尼皇帝,皇帝则任命他为巴勒斯坦萨拉森人的部落总领。
ἀδῄωτόν τε τὴν χώραν διεφύλαξε τὸν ἅπαντα χρόνον, ἐπεὶ τοῖς τε ἀρχομένοις βαρβάροις καὶ οὐδέν τι ἧσσον τοῖς πολεμίοις φοβερός τε ἀεὶ Ἀβοχάραβος ἔδοξεν εἶναι καὶ διαφερόντως δραστήριος.
他在整个时期内都保全了该地免遭洗劫,因为阿博哈拉布斯在他所统治的蛮族面前,以及同样在敌人面前,始终被视为令人敬畏且极其精明强干之人。
τῷ μὲν οὖν λόγῳ τὸν φοινικῶνα βασιλεὺς ἔχει, μετεῖναι δὲ αὐτῷ τῶν ταύτῃ χωρίων οὐδ’ ὁπωστιοῦν δυνατά ἐστι.
因此名义上皇帝拥有这座棕榈林,但要涉足或分享那里的土地,无论如何都是不可能的。
γῆ τε γὰρ ἀνθρώπων παντελῶς ἔρημος καὶ ἀτεχνῶς ἄνυδρος ἐν μέσῳ οὖσα ἐς δέκα ἡμερῶν ὁδὸν διήκει, καὶ αὐτὸς λόγου ὁτουοῦν ἄξιος ὁ φοινικὼν οὐδαμῆ ἐστιν, ἀλλ’ ὄνομα δώρου ὅ τε Ἀβοχάραβος ἔδωκε μόνον καὶ βασιλεὺς εὖ εἰδὼς ἔλαβε. τὰ μὲν οὖν ἀμφὶ τῷ φοινικῶνι ταύτῃ πη ἔχει.
因为一片完全无人居住、彻底缺乏水源的土地介于其间,延伸达十天的路程,而棕榈林本身也毫无值得称道的价值,阿博哈拉布斯不过是给了个礼物的名义,皇帝也是在心知肚明的情况下收下的。关于棕榈林的情况大体如此。
τούτων δὲ τῶν ἀνθρώπων ἄλλοι Σαρακηνοὶ ἐχόμενοι τὴν ἀκτὴν ἔχουσιν, οἳ δὴ Μαδδηνοὶ καλοῦνται, Ὁμηριτῶν κατήκοοι ὄντες.
紧接着这些人之后,另一些被称为马德尼人的萨拉森人占据着海岸,他们是霍梅尔人的臣属。
οἱ δὲ Ὁμηρῖται οὗτοι ἐν χώρᾳ τῇ ἐπέκεινα ᾤκηνται πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι. ὑπέρ τε αὐτοὺς ἄλλα ἔθνη πολλὰ μέχρι ἐς τοὺς ἀνθρωποφάγους Σαρακηνοὺς ἱδρῦσθαί φασι.
这些霍梅尔人居住在更远的近海土地上。据说在他们内陆深处定居着许多其他民族,一直延伸到食人萨拉森人。
μεθ’ οὓς δὴ τὰ γένη τῶν Ἰνδῶν ἐστιν. ἀλλὰ τούτων μὲν πέρι λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστίν.
在他们之后则是印度的各个部族。不过关于这些人,每个人尽可以按自己的意愿去说。
Ὁμηριτῶν δὲ καταντικρὺ μάλιστα ἐν τῇ ἀντιπέρας ἠπείρῳ Αἰθίοπες οἰκοῦσιν, οἳ Αὐξωμῖται ἐπικαλοῦνται, ὅτι δὴ αὐτοῖς τὰ βασίλειά ἐστιν ἐν πόλει Αὐξώμιδι.
在霍梅尔人的正对面、对岸的大陆上,居住着埃塞俄比亚人,他们被称为阿克苏姆人,因为他们的王宫设在阿克苏姆城。
καὶ θάλασσα ἣ ἐν μέσῳ ἐστὶν ἀνέμου μετρίως ἐπιφόρου ἐπιπεσόντος ἐς πέντε ἡμερῶν τε καὶ νυκτῶν διάπλουν διήκει.
介于二者之间的海,在有适度顺风吹送时,需要航行五天五夜的距离。
ταύτῃ γὰρ καὶ νύκτωρ ναυτίλλεσθαι νενομίκασιν, ἐπεὶ βράχος ἐνταῦθα οὐδαμῆ ἐστιν· αὕτη πρὸς ἐνίων ἡ θάλασσα Ἐρυθρὰ κέκληται. τὰ γὰρ ταύτης ἐκτὸς ἐκπλέοντι ἄχρι ἐς τὴν ἠϊόνα καὶ Αἰλὰν πόλιν Ἀραβικὸς ὠνόμασται κόλπος.
因为在这里,他们习惯在夜间也航行,因为这里绝无暗礁;这片海被某些人称为红海。因为对于从这里向外航行直到海岸及艾拉城的人来说,那片水域被称为阿拉伯湾。
χώρα γὰρ ἡ ἐνθένδε ἄχρι τῶν Γάζης πόλεως ὁρίων Ἀραβία τὸ παλαιὸν ὠνομάζετο, ἐπεὶ καὶ τὰ βασίλεια ἐν τοῖς ἄνω χρόνοις ἐν Πέτραις τῇ πόλει ὁ τῶν Ἀράβων βασιλεὺς εἶχεν.
因为从这里直到加沙城边界的土地在古代被称为阿拉伯,也因为在更早的时代,阿拉伯人的国王在佩特拉城设有王宫。
ὁ μὲν οὖν τῶν Ὁμηριτῶν ὅρμος ἐξ οὗ ἀπαίροντες εἰώθασιν ἐς Αἰθίοπας πλεῖν Βουλικὰς ὀνομάζεται.
霍梅尔人出海航行前往埃塞俄比亚人处通常所从启程的港口,被称为布利卡斯。
διαπλεύσαντες δὲ ἀεὶ τὸ πέλαγος τοῦτο καταίρουσιν ἐς τῶν Ἀδουλιτῶν τὸν λιμένα. Ἄδουλις δὲ ἡ πόλις τοῦ μὲν λιμένος μέτρῳ εἴκοσι σταδίων διέχει (τοσούτῳ γὰρ διείργεται τὸ μὴ ἐπιθαλάσσιος εἶναι),4 πόλεως δὲ Αὐξώμιδος ὁδῷ ἡμερῶν δώδεκα.
在渡过这片大海之后,他们总是在阿杜利特人的港口靠岸。阿杜利斯城距离港口有二十斯塔德的路程(因为它相隔如此之遥而未能濒临海岸),而距离阿克苏姆城有十二天的路程。
- 1.19.1ἐπὶ τῷ Περσῶν πονηρῷ
介词 ἐπί 接与格,表示目的或不利影响,意为“为了使波斯人受损/对波斯人造成打击”。
- 1.19.3αὐτὸν ἐνθένδε ἐσπλέοντι
宾格 αὐτόν 指代前文的 πορθμός(海峡),作复合分词 ἐσπλέοντι 的宾语;与格分词 ἐσπλέοντι 为视角/基准与格,意为“从此处向海峡内航行的人看来/若有人从此处航入海峡”。
- 1.19.7ὅρους τοὺς Παλαιστίνης ὑπερβάντι
不定过去时与格分词 ὑπερβάντι 同样是表示视角或基准的与格,修饰泛指的行进者,意为“对刚越过巴勒斯坦边界的人而言”。
- 1.19.22τοσούτῳ γὰρ διείργεται τὸ μὴ ἐπιθαλάσσιος εἶναι
与格 τοσούτῳ 表示差别的程度(“以如此多的距离”)。带冠词不定式 τὸ μὴ ἐπιθαλάσσιος εἶναι 紧随表示阻隔/妨碍的动词 διείργεται,包含妨碍动词常见的否定词 μή,字面意为“它仅仅因相隔如此多的距离而未能濒海”。
