← 普罗科皮乌斯

战史

§1.18.44-1.18.56

罗马步兵背水坚守与阿扎雷特斯失势

贝利撒留与步兵背水列阵,以严密阵型坚守并顶住了波斯全军骑兵的猛攻直至入夜撤退。班师回国的波斯主将阿扎雷特斯在依传统验箭计数时暴露了惊人的惨重伤亡,因而遭到国王卡巴德斯的痛斥与贬黜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.44

Περσῶν δὲ ὅσοι τοῖς φεύγουσιν εἵποντο, δι’ ὀλίγου τὴν δίωξιν ποιησάμενοι, εὐθὺς ἐπανῆκον, ἔς τε τοὺς πεζοὺς καὶ Βελισάριον ξὺν τοῖς ἄλλοις ἅπασιν ὥρμηντο. οἱ δὲ τὰ νῶτα ἐς τὸν ποταμὸν τρέψαντες, ὅπως μή τις αὐτοῖς πρὸς τῶν πολεμίων κύκλωσις γένοιτο, ἐκ τῶν παρόντων1 τοὺς ἐπιόντας ἠμύνοντο.

追击逃亡者的波斯人只是稍作追截便立时折返,与其余全军一同向步兵与贝利撒留猛扑过来。但步兵们背水列阵,以免遭到敌军的任何合围,并在当时局势下尽全力抵抗来犯之敌。

§1.18.45

αὖθίς τε ἡ μάχη καρτερὰ γέγονε, καίπερ οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως οὖσα. πεζοί τε γὰρ καὶ λίαν ὀλίγοι πρὸς ξύμπασαν ἐμάχοντο τὴν Περσῶν ἵππον. οὐ μέντοι αὐτοὺς οἱ πολέμιοι οὔτε τρέπεσθαι οὔτε ἄλλως βιάζεσθαι εἶχον.

战事再次变得激烈起来,尽管双方的力量并不均衡。盖因步兵不仅人数极少,所对抗的却是波斯骑兵的全部主力。然而,敌人既未能将他们击溃,亦无法以其他方式将他们压制。

§1.18.46

ἐν χρῷ τε γὰρ ἀλλήλοις ἐς ὀλίγον ἀεὶ ξυναγόμενοι καὶ ὡς ἰσχυρότατα ταῖς ἀσπίσι φραξάμενοι, ἔβαλλον μᾶλλον ἐς τοὺς Πέρσας ἐπιτηδείως ἢ αὐτοὶ πρὸς ἐκείνων ἐβάλλοντο.

因为他们彼此紧贴,始终紧缩在一小块狭窄阵地之中,并以盾牌尽可能严密地结成防御,故而比起遭受对方射击,他们对波斯人的射击反而更为有效。

§1.18.47

πολλάκις τε ἀπειπόντες2 οἱ βάρβαροι ἐπ’ αὐτοὺς ἤλαυνον, ὡς ξυνταράξοντές τε καὶ διαλύσοντες τὴν παράταξιν, ἀλλ’ ἄπρακτοι ἐνθένδε ὀπίσω αὖθις ἀπήλαυνον.

蛮族虽屡次因焦躁而策马向他们冲击,企图打乱并撕裂其阵线,却皆无功而返,再度退回。

§1.18.48

οἱ γὰρ ἵπποι αὐτοῖς τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἐς ταραχὴν ξὺν τοῖς ἐπιβάταις καθίσταντο. διαγεγόνασί τε οὕτως ἑκάτεροι ἕως ἐγεγόνει τῆς ἡμέρας ὀψέ.

盖因战马受盾牌敲击的巨响所惊吓,纷纷人立惊跳,与其骑手一同陷入混乱。双方遂以这般态势相持至天色将暮。

§1.18.49

νυκτὸς δὲ ἤδη ἐπιλαβούσης Πέρσαι μὲν ἐς τὸ στρατόπεδον ἀνεχώρησαν, Βελισάριος δὲ ὁλκάδος ἐπιτυχὼν ξὺν ὀλίγοις τισὶν ἐς τοῦ ποταμοῦ τὴν νῆσον κατῆρεν, οὗ δὴ καὶ οἱ ἄλλοι Ῥωμαῖοι νηχόμενοι ἦλθον.

夜幕降临之后,波斯人退回营寨,而贝利撒留寻得一艘驳船,遂与少数人登上了河中岛屿,其余罗马人亦已泅水抵达该处。

§1.18.50

τῇ δὲ ὑστεραίᾳ Ῥωμαῖοι μὲν ὁλκάδων σφίσιν ἐκ Καλλινίκου πόλεως παραγενομένων πολλῶν ἐς αὐτὴν ἐκομίσθησαν, Πέρσαι δὲ τοὺς νεκροὺς ἐσκυλευκότες ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν. οὐ μὴν τοὺς σφετέρους νεκροὺς τῶν πολεμίων ἐλάσσους εὗρον.

次日,得益于从卡利尼库姆城开来支援的诸多驳船,罗马人被接运入城;波斯人在剥取尸体身上的战利品之后,全军踏上归途。然而,他们发现己方阵亡者的数目绝不少于敌军。

§1.18.51

Ἀζαρέθης δέ, ἐπεὶ ξὺν τῷ στρατῷ ἐς Πέρσας ἀφίκετο, καίπερ ἐν τῇ μάχῃ εὐημερήσας, ἀχαρίστου Καβάδου μάλιστα ἔτυχεν ἐξ αἰτίας τοιᾶσδε.

当阿扎雷特斯率军回到波斯本土时,尽管他在会战中取得了胜利,却因如下缘由而遭致卡巴德斯的极度冷遇。

§1.18.52

νόμος ἐστὶ Πέρσαις, ἡνίκα ἐπὶ τῶν πολεμίων τινὰς στρατεύεσθαι μέλλωσι, τὸν μὲν βασιλέα ἐπὶ θρόνου τοῦ βασιλείου καθῆσθαι, κοφίνους δέ οἱ πολλοὺς ἐνταῦθά πη εἶναι, καὶ παρεῖναι μὲν τὸν στρατηγὸν ὃς δὴ τῷ στρατῷ ἐπὶ τοὺς ἐναντίους ἐξηγήσεσθαι ἐπίδοξός ἐστι, παριέναι δὲ τὸ στράτευμα τοῦτο ἐς τοῦ βασιλέως τὴν ὄψιν κατ’ ἄνδρα ἕνα, καὶ αὐτῶν ἕκαστον βέλος ἓν ἐς τὰς ταρπὰς ῥιπτεῖν, μετὰ δὲ αὐτὰς μὲν τῇ βασιλέως σφραγῖδι κατασεσημασμένας φυλάττεσθαι, ἐπειδὰν δὲ ἐς Πέρσας ἐπανίοι τὸ στράτευμα τοῦτο, τῶν στρατιωτῶν ἕκαστον ἐκ τῶν ἀρρίχων ἓν ἀναιρεῖσθαι βέλος.

波斯人有这样一项风俗:每当他们行将向仇敌发兵进军之际,国王御坐于王座之上,身旁置有许多柳条篓,而奉命统军征讨敌方的将领亦侍立在侧;随后大军在国王眼前一人接一人列队走过,每名将士将一支箭投入篓中,此后这些竹篓加盖国王印章封存保管;而一旦大军班师波斯,每名士兵便从篓中取回一支箭。

§1.18.53

ἀριθμοῦντες οὖν τῶν βελῶν ὅσα πρὸς τῶν ἀνδρῶν οὐκ ἀνῄρηται, οἷς ἐπίκειται ἡ τιμὴ αὕτη, ἀγγέλλουσι τῷ βασιλεῖ3 τὸ πλῆθος τῶν οὐκ ἐπανηκόντων στρατιωτῶν, ταύτῃ τε ὅσοι ἐν τῷ πολέμῳ τετελευτήκασιν ἔνδηλοι γίνονται.

因此,受命承担此项差役之人清点未被将士取回的箭矢,将未能归还的将士数目奏报国王;阵亡于沙场的人数遂以此得以查明。

§1.18.54

οὕτω μὲν οὖν Πέρσαις ὁ νόμος ἐκ παλαιοῦ ἔχει. ἐπεὶ δὲ Ἀζαρέθης ἐς ὄψιν τῷ βασιλεῖ ἦλθεν, ἀνεπυνθάνετο αὐτοῦ ὁ Καβάδης εἴ τι χωρίον παραστησάμενος Ῥωμαϊκὸν ἥκοι, ἐπεὶ ξὺν τῷ Ἀλαμουνδάρῳ ὡς Ἀντιόχειαν καταστρεψόμενος ἐπὶ Ῥωμαίους στρατεύσειεν.4 ὁ δὲ Ἀζαρέθης χωρίον μὲν ἑλεῖν οὐδὲν ἔφασκε, Ῥωμαίους δὲ καὶ Βελισάριον μάχῃ νενικηκέναι.

波斯人自古以来的规矩便是如此。当阿扎雷特斯来到国王御前时,卡巴德斯向他盘问,他此番归来是否攻克了任何罗马要塞,盖因他曾与阿拉蒙达罗斯一同以踏平安条克为目的出征罗马。阿扎雷特斯却答称自己并未攻占任何要塞,但已在会战中战胜了罗马人与贝利撒留。

§1.18.55

Καβάδης μὲν οὖν παριέναι τὸ ξὺν τῷ Ἀζαρέθῃ ἐκέλευε στράτευμα, ἔκ τε τῶν ταρπῶν βέλος ἕκαστος ἀνῃρεῖτο ᾗπερ εἰώθει.

卡巴德斯遂命阿扎雷特斯麾下的军队依次走过御前,众人亦照例从篓中各自取出一支箭。

§1.18.56

πολλῶν δὲ ἀπολελειμμένων βελῶν ὠνείδιζέ τε τῷ Ἀζαρέθῃ ὁ βασιλεὺς τὴν νίκην καὶ ἐν τοῖς ἀτιμοτάτοις τὸ λοιπὸν εἶχε. τὰ μὲν οὖν τῆς νίκης ἐς τοῦτο ἐτελεύτα τῷ Ἀζαρέθῃ.

然而,由于遗留下的箭矢甚多,国王遂就这一场胜利痛斥阿扎雷特斯,从此将他置于最不受尊崇的行列。阿扎雷特斯的所谓胜利,结局大抵便是如此。

语法注4 条
  1. 1.18.44ἐκ τῶν παρόντων

    介词短语 ἐκ τῶν παρόντων(“从现有的情况出发/在现有条件下”)在此作副词性惯用表达,修饰动词 ἠμύνοντο,指在极为窘迫的逆境(背水且寡不敌众)之中尽其所能地防守。

  2. 1.18.47ἀπειπόντες

    动词 ἀπαγορεύω(“放弃”、“绝望”、“疲惫”)的不定过去时主动分词,作环境分词与主语 οἱ βάρβαροι 一致,描摹蛮族骑兵因突击屡遭挫败而“焦躁/失望”或“虽感疲惫却仍屡次发动冲击”的情态。

  3. 1.18.53ἀριθμοῦντες οὖν τῶν βελῶν ὅσα πρὸς τῶν ἀνδρῶν οὐκ ἀνῄρηται, οἷς ἐπίκειται ἡ τιμὴ αὕτη, ἀγγέλλουσι τῷ βασιλεῖ

    含有倒置(hyperbaton)与插入关系从句的长句结构。主句动词 ἀγγέλλουσι 的主语隐含在分词 ἀριθμοῦντες 中,并由紧随其后的关系从句 οἷς ἐπίκειται ἡ τιμὴ αὕτη(“承担此项荣誉职责的人”)所规定。属格 τῶν βελῶν 修饰 ὅσα(“未被取回的箭矢中凡属所有的”),共同构成分词 ἀριθμοῦντες 的宾语。骨架为:受命承担此任者清点未取回的箭矢,并向国王报告。

  4. 1.18.54ἐπεὶ ξὺν τῷ Ἀλαμουνδάρῳ ὡς Ἀντιόχειαν καταστρεψόμενος ἐπὶ Ῥωμαίους στρατεύσειεν

    在连词 ἐπεί 引导的原因从句中,动词 στρατεύσειεν 采用祈愿法,是因主节过去时动词(ἀνεπυνθάνετο)而产生的间接引语斜格祈愿法。ὡς 结合将来时分词 καταστρεψόμενος 则表示当事人出征时所宣称的目的或意图(“意图征服安条克”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.18.44-1.18.56