- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.18.31-1.18.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
战事始于双方激烈的对射,随后波斯精锐骑兵突破罗马右翼,致使萨拉森人溃逃并将罗马骑兵的后方暴露于敌前。在阿斯坎等人的英勇奋战与缺乏经验的新兵溃散之后,贝利撒留弃马步行,与残余步兵一同据守抵御。
ἦν δὲ ἡ μάχη καρτερὰ μάλιστα. τά τε γὰρ τοξεύματα ἑκατέρωθεν συχνὰ ἐπὶ πλεῖστον βαλλόμενα φόνον ἀμφοτέρων πολὺν ἐποίει, καί τινες ἐν μεταιχμίῳ γινόμενοι ἔργα ἐς ἀλλήλους ἐπεδείκνυντο ἀρετῆς ἄξια, μᾶλλον δὲ Πέρσαι ἐκ τῶν τοξευμάτων πολλοὶ ἔθνησκον.
战斗进行得异常激烈。盖自两军阵中密集且持续射出的箭矢造成了双方的大量伤亡,部分身处两军阵线之间的人亦彼此展现出了无愧于勇德的英勇战绩,然而在箭雨之下阵亡更多的乃是波斯人。
τὰ μὲν γὰρ αὐτῶν βέλη συχνότερα μὲν ἀτεχνῶς ἦν, ἐπεὶ Πέρσαι τοξόται τε σχεδόν τί εἰσιν ἅπαντες καὶ πολὺ θᾶσσον ἢ οἱ ἄλλοι ξύμπαντες ἄνθρωποι ποιεῖσθαι τὰς βολὰς ἐκδιδάσκονται, ἐκ δὲ τόξων μαλθακῶν τε καὶ οὐ λίαν ἐντεταμένων βαλλόμενα θώρακι ἴσως ἢ κράνει ἢ καὶ ἀσπίδι ἐντυχόντα Ῥωμαίου ἀνδρὸς ἀπεκαυλίζετό τε καὶ λυπεῖν τὸν προσπίπτοντα οὐδαμῆ εἶχε.
盖因他们的矢石固然极为密集,盖波斯人几近全为弓手,且受训发矢之速远胜所有其他族类,但这些箭矢发自偏软且张力不足的弓,故而若击中罗马将士的胸甲、头盔乃至盾牌,箭杆便告折断,全无伤害迎面扑来之敌的力量。
Ῥωμαίων δὲ τὰ τοξεύματα βραδύτερα μὲν ἐς ἀεί ἐστιν, ἅτε δὲ ἐκ τόξων σκληρῶν τε ὑπεράγαν καὶ δεινῶς ἐντεταμένων βαλλόμενα, προσθείη δὲ ἄν τις καὶ πρὸς ἀνδρῶν ἰσχυροτέρων, πολλῷ ἔτι μᾶλλον ἢ οἱ Πέρσαι οἷς ἂν ἐντύχοιεν εὐπετῶς σίνονται,1 ὅπλου οὐδενὸς ἐμποδὼν αὐτῶν γινομένου τῇ ῥύμῃ.
相反,罗马人的箭矢射速固然始终较慢,但由于发自极其强韧且紧绷的弓——或许亦可加上是由更为壮硕之士所发——,故而其破坏力远甚波斯人,凡所击中者皆被其轻易重创,没有任何铠甲能够阻挡其冲力。
ἤδη μὲν οὖν τῆς ἡμέρας αἱ δύο παρῳχήκεσαν μοῖραι, καὶ ἡ μάχη ἔτι ἀγχώμαλος ἦν. τότε δὲ ξυμφρονήσαντες ὅσοι δὴ ἄριστοι ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ἐσήλαυνον ἐς τῶν πολεμίων τὸ δεξιὸν κέρας, οὗ δὴ Ἀρέθας τε καὶ οἱ Σαρακηνοὶ ἐτετάχατο.
彼时大半日辰(三分之二的时间)已逝,战局依然势均力敌。正在此时,波斯军中的全体精锐协同一致,策马向敌军右翼猛冲,此处正是阿雷塔斯与萨拉森人部署之地。
οἱ δὲ οὕτω τὴν φάλαγγα διαλύσαντες δίχα ἐγένοντο, ὥστε καὶ δόξαν ἀπήνεγκαν ὅτι δὴ Πέρσαις τὰ Ῥωμαίων πράγματα προὔδοσαν. τοὺς γὰρ ἐπιόντας οὐχ ὑποστάντες αὐτίκα ἐς φυγὴν ἅπαντες ὥρμηντο.
而他们竟这般瓦解阵型分裂开来,乃至落下了向波斯人出卖罗马人利益的话柄。盖其未能抵御冲击而来的敌军,立时全军作鸟兽散。
οἱ γοῦν Πέρσαι διαρρήξαντες οὕτω τὴν τῶν ἐναντίων παράταξιν, κατὰ νώτου εὐθὺς τῆς Ῥωμαίων ἵππου ἐγένοντο. Ῥωμαῖοι δὲ κεκμηκότες ἤδη τῇ τε ὁδῷ καὶ τῷ πόνῳ τῆς μάχης νήστεις τε ἅπαντες ἐς τόδε τῆς ἡμέρας ὄντες, καὶ πρὸς τῶν πολεμίων ἑκατέρωθεν ἐνοχλούμενοι, οὐκέτι ἀντεῖχον, ἀλλ’ οἱ μὲν πολλοὶ φεύγοντες ἀνὰ κράτος ἐς τοῦ ποταμοῦ τὰς νήσους ἄγχιστά που οὔσας ἐχώρησαν, τινὲς δὲ καὶ αὐτοῦ μένοντες ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους εἰργάσαντο.2
波斯人遂以此撕裂敌军阵线,径直包抄至罗马骑兵之后背。此时罗马人既已因行军及苦战而力竭,且直至当日此时皆处于禁食之中,又遭受敌军来自两翼的夹击,遂再也支撑不住;多数人奋力逃奔,撤往近旁河中的几座岛屿,但亦有人坚守原地,对敌奋战,立下了令人惊叹且大值称颂的功绩。
ἐν τοῖς καὶ Ἀσκὰν ἦν, ὃς δὴ πολλοὺς μὲν κτείνας τῶν ἐν Πέρσαις δοκίμων, κρεουργηθεὶς δὲ κατὰ βραχὺ μόλις ἔπεσε, λόγον αὑτοῦ πολὺν τοῖς πολεμίοις ἀπολιπών. καὶ ξὺν αὐτῷ ἄλλοι ὀκτακόσιοι ἄνδρες ἀγαθοὶ γενόμενοι ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, οἵ τε Ἴσαυροι ξὺν τοῖς ἄρχουσι σχεδὸν ἅπαντες, οὐδὲ ὅπλα ἀνταίρειν τοῖς πολεμίοις τολμήσαντες.
阿斯坎亦在其列,他在斩杀了众多波斯显贵之后,终因被乱刀砍碎而力竭倒下,在敌军中留下了崇高的英名。与他一同死于这场苦战的还有另外八百名展现了豪勇的健儿,以及几乎全体伊苏利亚人及其将官,而后者甚至未敢向敌军举械交锋。
ἀπειρίᾳ γὰρ τοῦ ἔργου τούτου πολλῇ εἴχοντο, ἐπεὶ ἄρτι τῆς γεωργίας ἀφέμενοι ἐς κίνδυνον πολέμου κατέστησαν, ἀγνῶτα σφίσι τὰ πρότερα ὄντα. καίτοι μάλιστα πάντων αὐτοὶ ἔναγχος ἐς τὴν μάχην ἀγνοίᾳ πολέμου ὀργῶντες Βελισαρίῳ τότε τὴν δειλίαν ὠνείδιζον. οὐ μὴν οὐδὲ Ἴσαυροι ἅπαντες, ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν.3
盖因他们对此项职事极度缺乏经验,盖他们方才弃绝农事投身于战祸的危险之中,而战事于他们先前乃是完全陌生的。然而,不久前正是这些人仗着对战争的无知而在战意激昂之下,最极力斥责贝利撒留为懦怯。不过他们并非全为伊苏利亚人,多半实乃吕考尼亚人。
Βελισάριος δὲ ξὺν ὀλίγοις τισὶν ἐνταῦθα μείνας, τέως μὲν τοὺς ἀμφὶ τὸν Ἀσκὰν ἀντέχοντας ἑώρα, καὶ αὐτὸς ξὺν τοῖς παροῦσι τοὺς πολεμίους ἠμύνατο· ἐπεὶ δὲ αὐτῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ὅπη ἐδύναντο ἐς φυγὴν ὥρμηντο, τότε δὴ καὶ αὐτὸς ξὺν τοῖς ἑπομένοις φυγὼν ἐς τῶν πεζῶν τὴν φάλαγγα ἦλθεν, οἳ ξὺν τῷ Πέτρῳ ἔτι ἐμάχοντο, οὐ πολλοὶ ὄντες, ἐπεὶ καὶ αὐτῶν ἔτυχον φυγόντες οἱ πλεῖστοι.
贝利撒留率少数人坚守原地,目睹阿斯坎麾下将士奋力支撑之际,他本人亦率身边之人抗击敌军;但当那些人部分倒下、其余各随所能仓皇逃窜时,他遂亦率随从逃出,汇入仍在随彼得作战的步兵方阵中;这支方阵人数不多,盖步兵中的大多数亦恰已逃散。
ἔνθα δὴ αὐτός τε τὸν ἵππον ἀφῆκε καὶ πάντας αὐτὸ δρᾶν τοὺς ἑπομένους ἐκέλευε, πεζούς τε ξὺν τοῖς ἄλλοις τοὺς ἐπιόντας ἀμύνασθαι.
于此,贝利撒留弃下坐骑,并命所有随从照此办理、徒步与其余人一同抵御来犯之敌。
- 1.18.34πολλῷ ἔτι μᾶλλον ἢ οἱ Πέρσαι οἷς ἂν ἐντύχοιεν εὐπετῶς σίνονται
主动词 σίνονται 的主语是前述中性复数名词 τὰ τοξεύματα,此构型采用了晚期希腊语中屡见不鲜的中性复数主语搭配复数动词之用法,与古典阿提卡方言搭配单数动词之惯例不同。关系代词 οἷς 省略了先行词(作 σίνονται 的对格宾语),其自身采用关系从句中动词 ἐντύχοιεν(带 ἄν 的希求法,表示条件/潜在概念)所要求的与格。
- 1.18.37ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους εἰργάσαντο
动词 ἐργάζομαι 支配双宾格(双对格)结构。表示受影响之人(外对格)的 τοὺς πολεμίους 与表示行为具体内容的内对格/同族对格 ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια 并列,意为“对敌人做出了令人惊叹且大值称颂的功绩”。
- 1.18.40οὐ μὴν οὐδὲ Ἴσαυροι ἅπαντες, ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν
连词短语 οὐ μὴν οὐδέ(决非……,也决非……)引导的分句中省略了动词(ἦσαν)。该省略由紧随其后的分句 ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν 中的动词 ἦσαν 补足,意为“他们固然并非全为伊苏利亚人,盖大半实为吕考尼亚人”。
