- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.18.17-1.18.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留劝阻全军切勿盲目求战,反遭兵士和部分将领的辱骂与威逼,被迫调整战术布阵迎敌;与此同时,波斯将领阿扎雷特斯训令部众背水一战,两军随即爆发激战。
ἄνδρες Ῥωμαῖοι, ἢ τί πεπονθότες1 κίνδυνον αἱρεῖσθαι ὑμῖν αὐτοῖς οὐκ ἀναγκαῖον βουλεύεσθε; μίαν εἶναι νίκην ἀκίβδηλον οἴονται ἄνθρωποι τὸ μηδὲν δεινὸν πρὸς τῶν πολεμίων παθεῖν,2 ὅπερ ἡμῖν ἔν γε τῷ παρόντι δέδωκεν ἥ τε τύχη καὶ ἡμῶν τὸ κατὰ τῶν ἐναντίων δέος.3
罗马士兵们,究竟发生了何事,致使你们谋划着为自己拣选不必要的危险?世人皆认为,不遭受来自敌人的任何祸害乃是唯一真实无妄的胜利,而目下幸运以及我们加于敌人的震慑恰恰赋予了我们这一胜利。
οὐκοῦν ἀπόνασθαι τῶν παρόντων ἀγαθῶν ἄμεινον ἢ παρελθόντα ταῦτα ζητεῖν. Πέρσαι γὰρ πολλαῖς μὲν ἐλπίσιν ἠγμένοι ἐπὶ Ῥωμαίους ἐστράτευσαν, πάντων δὲ τανῦν ἐκπεπτωκότες ἐς φυγὴν ὥρμηνται.
因此,享用当下的福祉,总胜过在它们逝去之后再去寻求。因为波斯人原是在诸多企望的驱使下进犯罗马人的,但如今一切企望皆已落空,已然仓皇退却。
ὥστε ἢν οὐχ ἑκόντας αὐτοὺς μεταβάλλεσθαι μὲν τῆς ἐς τὴν ὑπαγωγὴν γνώμης, ἐς χεῖρας δὲ ἰέναι ἡμῖν αὐτοῖς ἀναγκάσωμεν, νενικηκότες μὲν πλέον τὸ παράπαν οὐδὲν ἕξομεν.
故而,若我们违背其意愿,强迫他们改变撤退的打算并与我们肉搏交锋,即使我们获胜,也绝不会多得到任何东西。
τί γὰρ ἄν τις τόν γε φεύγοντα τρέποι; σφαλέντες δὲ ἴσως τῆς τε ὑπαρχούσης στερησόμεθα νίκης, οὐ πρὸς τῶν πολεμίων ἀφαιρεθέντες, ἀλλ’ αὐτοὶ ταύτην προέμενοι, καὶ τῇ βασιλέως γῇ τὸ τοῖς πολεμίοις ἐκκεῖσθαι τῶν ἀμυνομένων χωρὶς τὸ λοιπὸν δώσομεν.
毕竟,为何还要去击溃一个已经在逃跑的人呢?但若我们遭到挫败,大概就会丧失眼下已有的胜利,而这并非被敌人所剥夺,而是我们自己将其弃绝;并且今后我们将使皇帝的疆土暴露在敌人面前,全无守卫之人。
καίτοι καὶ τοῦτο ἐνθυμεῖσθαι ὑμᾶς ἄξιον, ὡς τῶν ἀναγκαίων, οὐ τῶν αὐθαιρέτων κινδύνων ξυναίρεσθαι ὁ θεὸς ἀεὶ τοῖς ἀνθρώποις φιλεῖ.
然而,你们亦理当深思这一点:神明往往总是襄助身处必然之危险中的人,而非襄助自招危险之人。
χωρὶς δὲ τούτων τοῖς μὲν οὐκ ἔχουσιν ἂν ὅπη τραπεῖεν ἀνδραγαθίζεσθαι οὐχ ἑκουσίοις ξυμβήσεται, ἡμῖν δὲ πολλὰ τὰ ἐναντιώματα ἐς τὴν ξυμβολὴν τετύχηκεν εἶναι·
除这些以外,对于无处可逃的敌军而言,他们必将被迫展现英勇;而对于我们而言,交战之中恰巧存在着诸多不利条件:
πεζῇ τε γὰρ βαδίζοντες πολλοὶ ἥκουσι καὶ νήστεις ἅπαντες τυγχάνομεν ὄντες. ἀφίημι γὰρ λέγειν ὥς τινες οὔπω καὶ νῦν πάρεισι.” Βελισάριος μὲν τοσαῦτα εἶπεν.
盖许多人是徒步行军而来,且我们全军皆正处于禁食之中。至于某些人甚至至今仍未赶到,我且按下不提。”贝利撒留言尽于此。
Ὁ δὲ στρατὸς ἐς αὐτὸν ὕβριζον οὐ σιγῇ τινι οὐδὲ ἐν παραβύστῳ, ἀλλ’ αὐτῷ ἐς ὄψιν ξὺν κραυγῇ ἥκοντες μαλθακόν τε καὶ τῆς προθυμίας διαλυτὴν ἐκάλουν, ὃ δὴ καὶ τῶν ἀρχόντων τινὲς ξὺν τοῖς στρατιώταις ἡμάρτανον, ταύτῃ τὸ εὔτολμον ἐνδεικνύμενοι.
然而军队非但没有沉默或暗中非议,反而高声叫嚷着冲到他面前侮辱他,称他为懦夫和士气的败坏者;甚至部分将领亦与士兵同流合污犯下此过,妄图以此展现豪勇。
καὶ αὐτῶν τῷ ἀναισχύντῳ καταπλαγεὶς Βελισάριος ἀντιστρέψας τὴν παραίνεσιν ἐγκελευομένῳ τε ἤδη ἐπὶ τοὺς πολεμίους ἐῴκει καὶ διατάσσοντι ἐς παράταξιν, ἔφασκέ τε ὡς οὐκ εἰδείη μὲν αὐτῶν τὴν ἐς τὸ μάχεσθαι προθυμίαν τὰ πρότερα, νῦν δὲ θαρσεῖν τε καὶ ξὺν ἐλπίδι τῇ ἀμείνονι ἐπὶ τοὺς πολεμίους ἰέναι.
贝利撒留为其厚颜无耻所震慑,遂扭转训示之辞,表现得宛如正在激励众人向敌人发起进攻并部署阵型之人;他声称自己先前固然不知他们求战之热忱,但如今已满怀信心,并抱持更美好的希望奔向敌阵。
καὶ τὴν φάλαγγα μετωπηδὸν ποιησάμενος διέταξεν ὧδε. ἐς κέρας μὲν τὸ ἀριστερὸν πρὸς τῷ ποταμῷ τοὺς πεζοὺς ἅπαντας ἔστησεν, ἐς δὲ τὸ δεξιόν, ᾗ δὴ ὁ χῶρος ἀνάντης ἦν, Ἀρέθαν τε καὶ τοὺς ξὺν αὐτῷ Σαρακηνοὺς ἅπαντας, αὐτὸς δὲ ξὺν τοῖς ἱππεῦσι κατὰ μέσον εἱστήκει. οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο.
他将方阵列为横队,并作如下部署:在傍河的左翼,他配置了所有步兵;在地形陡峭向上的右翼,部署了阿雷塔斯及其所率全部萨拉森人;他自己则率骑兵立于中央。罗马人便是如此列阵的。
Ἀζαρέθης δὲ ἐπεὶ ξυνιόντας ἐς παράταξιν τοὺς πολεμίους εἶδε, τοιάδε παρεκελεύσατο “Πέρσας μὲν ὄντας ὑμᾶς μὴ οὐχὶ τοῦ βίου τὴν ἀρετὴν ἀνταλλάξασθαι,4 ἤν τις αἵρεσιν ἀμφοῖν διδοίη, οὐδεὶς ἂν ἀντείποι.
而阿扎雷特斯眼见敌军结阵逼近,遂作如下训导:“你们身为波斯人,若有人提供两者的抉择,绝不会不愿以生命换取荣耀,对此无人能有异议。
ἐγὼ δέ φημι οὐδ’ ἂν βουλομένοις ἐφ’ ὑμῖν εἶναι5 τούτοιν ποιεῖσθαι τὴν αἵρεσιν. οἷς μὲν γὰρ ἐξὸν διαφυγοῦσι τὸν κίνδυνον ξὺν τῇ ἀτιμίᾳ βιοῦν, οὐδέν, ἤν γε βούλοιντο, ἀπεικὸς ἀντὶ τῶν βελτίστων ἑλέσθαι τὰ ἥδιστα, οἷς δὲ τὸ θνήσκειν ἐπάναγκες, ἢ ξὺν τῇ εὐκλείᾳ πρὸς τῶν πολεμίων, ἢ πρὸς τοῦ κρατοῦντος ἐς τὴν κόλασιν αἰσχρῶς ἀγομένοις, πολλὴ ἄνοια μὴ πρὸ τῶν αἰσχίστων ἑλέσθαι τὰ κρείσσω.
但我以为,即便你们愿意,抉择二者之权亦不在你们手中。盖对于那些能够逃脱危险、蒙受耻辱而苟活者而言,若其愿意,舍弃至善而择取至乐并无悖情理;但对于死局已定之人而言——或者光荣地死于敌手,或者屈辱地被押送至统治者面前受戮——不弃至耻而就至优实乃大惑不智。
ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, προσήκειν ὑμᾶς ἅπαντας οἶμαι μὴ τοὺς πολεμίους μόνον, ἀλλὰ καὶ δεσπότην τὸν ὑμέτερον ἐν νῷ ἔχοντας, οὕτως ἐς μάχην τήνδε καθίστασθαι.”
既然局势如此,我认为你们全员理当不仅将敌人、亦将你们的主君铭记于心,以此姿态投身此役。”
Τοσαῦτα καὶ Ἀζαρέθης παρακελευσάμενος ἀντίξουν τοῖς ἐναντίοις τὴν φάλαγγα ἔστησε, Πέρσας μὲν τὰ ἐν δεξιᾷ ἔχοντας, Σαρακηνοὺς δὲ τὰ εὐώνυμα. καὶ αὐτίκα μὲν ἐς χεῖρας ἀμφότεροι ἦλθον.
阿扎雷特斯训勉毕,亦排定方阵迎向敌军,波斯人居右翼,萨拉森人居左翼。旋即,双方兵刃相接,陷入肉搏交战。
- 1.18.17τί πεπονθότες
τί παθών 或 τί πεπονθώς 在疑问句中为惯用表达,意为“何故……”、“遭遇了什么以至于……”,常带有责难或诧异的语气,用以质问对方因何动因而做出反常、不智的举动,此处指贝利撒留责问士兵究竟出于何种心思去自招无谓之险。
- 1.18.17τὸ μηδὲν δεινὸν πρὸς τῶν πολεμίων παθεῖν
在动词 οἴονται 所带的宾语从句(宾格加不定式结构)中,带冠词的不定式短语 τὸ μηδὲν δεινὸν ... παθεῖν 作主语宾格,而 μίαν ... νίκην ἀκίβδηλον 作谓语宾格,句意为“人们认为,不受制于敌人的任何祸害乃是唯一真实无妄的胜利”。
- 1.18.17ἡμῶν τὸ κατὰ τῶν ἐναντίων δέος
代词属格 ἡμῶν 在此作主格性属格(表示主体),即“我们所激起的”;介词短语 κατὰ τῶν ἐναντίων 指示恐惧的对象(“施加于敌人的”)。二者合指“我们令敌人所产生的恐惧/震慑”。
- 1.18.27μὴ οὐχὶ τοῦ βίου τὴν ἀρετὴν ἀνταλλάξασθαι
带有 μὴ οὐχὶ 的不定式依附于含有否定词的主句(οὐδεὶς ἂν ἀντείποι)。在表示反驳、否认或阻碍的动词被否定后,按希腊语语法常接带 μὴ οὐ(χὶ) 的不定式,表达强烈的肯定含义(“没有人能否定你们会以生命换取荣耀”)。动词 ἀνταλλάσσομαι 接宾格 τὴν ἀρετήν(所得之物)与属格 τοῦ βίου(所舍弃之物)。
- 1.18.28οὐδ’ ἂν βουλομένοις ἐφ’ ὑμῖν εἶναι
分词 βουλομένοις 与短语 ἐφ' ὑμῖν εἶναι(“在你们掌控/权能之内”)中的与格 ὑμῖν 一致,构成经典的与格分词表示意愿的惯用句法(类似于 εἴ σοι βουλομένῳ ἐστίν),意为“即便你们愿意,(选择权)亦不在你们手中”。
