← 普罗科皮乌斯

战史

§1.18.1-1.18.16

贝利撒留的追击与卡利尼库斯演说

卡巴德斯命阿扎雷特斯与阿拉蒙达罗斯侵入科马吉尼,贝利撒留集结罗马军队追踪其撤退路线。当罗马人在卡利尼库斯对岸追上波斯军并急欲决战时,贝利撒留召集将士发表劝阻演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18.1

Τούτου οὖν τότε τοῦ ἀνδρὸς τῇ ὑποθήκῃ ἡσθεὶς Καβάδης ἄνδρας πεντακισχιλίους τε καὶ μυρίους ἀπολεξάμενος Ἀζαρέθην αὐτοῖς ἄνδρα Πέρσην ἐπέστησε διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ σφίσιν Ἀλαμούνδαρον τῆς πορείας ἐξηγεῖσθαι ἐκέλευεν.

于是,卡巴德斯在当时为该人的建策所悦服,挑选了一万五千人,任用极富军略的波斯人阿扎雷特斯统领他们,并命阿拉蒙达罗斯为进军作向导。

§1.18.2

οἱ δὲ τὸν Εὐφράτην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις, γῆν τε πορευθέντες τινὰ ἔρημον ἀνθρώπων, ἄφνω ἐς τῶν Κομμαγηνῶν καλουμένων τὴν χώραν παρὰ δόξαν ἐσέβαλλον.

他们在亚述地方渡过幼发拉底河,穿越一片无人荒野,突然出乎意料地侵入了所谓的科马吉尼人地区。

§1.18.3

αὕτη τε πρώτη ἐνθένδε Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Ῥωμαίων ἐγένετο, ὅσα γε ἡμᾶς ἀκοῇ ἢ τρόπῳ τῳ ἄλλῳ ἐπίστασθαι,1 καὶ πάντας Ῥωμαίους τῷ ἀπροσδοκήτῳ κατέπληξεν.

依我们由传闻或任何其他方式所知,这是波斯人首次从这一方向侵入罗马领土,其出人意料之势令所有罗马人惊骇万分。

§1.18.4

ἃ δὴ ἐπεὶ Βελισάριος ἔμαθε, τὰ μὲν πρῶτα διηπορεῖτο, μετὰ δὲ βοηθεῖν κατὰ τάχος ἔγνω. φυλακήν τε αὐτάρκη ἐν πόλει ἑκάστῃ καταστησάμενος, ὅπως μὴ Καβάδης τε καὶ στράτευμα τῶν πολεμίων ἄλλο ἐνταῦθα ἰόντες ἀφύλακτα τὸ παράπαν εὑρήσουσι τὰ ἐπὶ Μεσοποταμίας χωρία, αὐτὸς τῷ ἄλλῳ στρατῷ ὑπηντίαζεν, Εὐφράτην τε ποταμὸν διαβάντες σπουδῇ πολλῇ πρόσω ἐχώρουν.

贝利撒留得知此事后,起初茫然失措,但随后决定火速前往救援。他在各城邑部署了充足的守军,以免卡巴德斯与敌军另一支军队进犯该处时发现美索不达米亚各要塞完全处于不设防状态;随后他亲自率领其余军队迎击,渡过幼发拉底河,疾速向前推进。

§1.18.5

ὁ μὲν οὖν Ῥωμαίων στρατὸς ἐς δισμυρίους μάλιστα πεζούς τε καὶ ἱππέας ξυνῄει, καὶ αὐτῶν Ἴσαυροι οὐχ ἧσσον ἢ δισχίλιοι ἦσαν.

集结起来的罗马军队大约有两万步骑,其中伊绍里亚兵不少于两千人。

§1.18.6

ἄρχοντες δὲ ἱππέων μὲν ἅπαντες ἦσαν οἳ τὰ πρότερα τὴν ἐν Δάρας μάχην πρός τε Πέρσας καὶ Μιρράνην διήνεγκαν, πεζῶν δὲ τῶν τις δορυφόρων Ἰουστινιανοῦ βασιλέως, Πέτρος ὄνομα.

至于将领,骑兵统领全都是此前在达拉斯之战中曾与波斯人及米兰尼斯殊死交锋之人;步兵统领则是查士丁尼皇帝的一名近卫侍从,名叫彼得。

§1.18.7

τοῖς μέντοι Ἰσαύροις Λογγῖνός τε καὶ Στεφανάκιος ἐφειστήκεσαν. ἐνταῦθα δὲ καὶ Ἀρέθας αὐτοῖς ξὺν τῷ Σαρακηνῶν στρατεύματι ἦλθεν.

统率伊绍里亚人的则是隆吉努斯与斯特凡纳基奥斯。阿雷塔斯此时亦率萨拉森军队前来与他们汇合。

§1.18.8

ἐπεί τε ἐς Χαλκίδα πόλιν ἀφίκοντο, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον, ἐπεὶ τοὺς πολεμίους ἐν χωρίῳ Γαββουλῶν εἶναι ἐπύθοντο, δέκα καὶ ἑκατὸν σταδίοις Χαλκίδος διέχοντι.

当他们抵达哈尔基斯城时,便安营驻留该处,因为他们获悉敌军正处于距哈尔基斯一百一十斯塔迪翁的加布拉地区。

§1.18.9

ὃ δὴ γνόντες Ἀλαμούνδαρός τε καὶ Ἀζαρέθης τόν τε κίνδυνον κατορρωδήσαντες, ἐπίπροσθεν οὐκέτι ἐχώρουν, ἀλλ’ ἐπ’ οἴκου αὐτίκα δὴ ἀποχωρεῖν ἔγνωσαν. αὐτοί τε γοῦν Εὐφράτην ποταμὸν ἐν ἀριστερᾷ ἔχοντες ὀπίσω ἀπήλαυνον καὶ ὁ Ῥωμαίων στρατὸς ὄπισθεν εἵπετο.

阿拉蒙达罗斯与阿扎雷特斯获知此事后,因畏惧危险而不再前行,决意立时班师回朝。于是,他们沿幼发拉底河保持在左侧向后撤军,罗马军队则在后跟随。

§1.18.10

ἔν τε τῷ χώρῳ οὗ δὴ οἱ βάρβαροι ἐς νύκτα ἑκάστην ηὐλίζοντο, ἀεὶ Ῥωμαῖοι τῇ ἐπιγινομένῃ νυκτὶ ἔμενον.

蛮族每夜露营之处,罗马人总是在次夜驻留彼地。

§1.18.11

Βελισάριος γὰρ ἐξεπίτηδες ὁδόν τινα πλείω πορεύεσθαι τὸ στράτευμα οὐδαμῆ εἴα, ἐπεί οἱ οὐκ ἦν βουλομένῳ τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι,2 ἀλλ’ ἀποχρῆν ᾤετο σφίσι Πέρσας τε καὶ Ἀλαμούνδαρον ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας, εἶτα ἐνθένδε οὕτω δὴ ἀποκεχωρηκότας, ἀπράκτους εἰς τὰ οἰκεῖα κομίζεσθαι.3 διὸ δὴ ἅπαντες αὐτῷ λάθρα ἐλοιδοροῦντο, ἄρχοντές τε καὶ στρατιῶται, ἐκάκιζε μέντοι αὐτὸν ἐς ὄψιν οὐδείς.

盖贝利撒留特意决不容许部队多走任何路程,因他并不愿与敌军展开肉搏交锋,反倒认为只要曾侵入罗马领土的波斯人与阿拉蒙达罗斯如今既已如此撤退,且一无所获地返回其本国,对罗马人而言便已足矣。因此,全军上下不论军官还是士兵皆在私下咒骂他,然而无人敢当面谴责他。

§1.18.13

Τελευτῶντες δὲ Πέρσαι μὲν ἐν τῇ τοῦ Εὐφράτου ἠϊόνι ηὐλίσαντο ἣ δὴ πόλεως Καλλινίκου ἀντιπέρας ἐστίν. ἐνθένδε γὰρ διὰ χώρας πρὸς οὐδενὸς ἀνθρώπων οἰκουμένης πορεύεσθαι ἔμελλον, οὕτω τε τῆς Ῥωμαίων γῆς ἀπαλλάσσεσθαι. οὐ γὰρ ἔτι διενοοῦντο ἰέναι ὥσπερ τὰ πρότερα, τῆς τοῦ ποταμοῦ ὄχθης ἐχόμενοι. Ῥωμαῖοι δὲ διανυκτερεύσαντες ἐν πόλει Σούρων ἐνθένδε τε ἐξαναστάντες, καταλαμβάνουσι συσκευαζομένους ἤδη ἐς τὴν ἄφοδον τοὺς πολεμίους.

最终,波斯人在正对卡利尼库斯城的幼发拉底河畔露宿。因为他们打算从该处穿过一片荒无人烟的土地,由此撤出罗马疆界;因他们不再打算像先前那样紧傍河岸行进。而罗马人在苏拉城过夜后从该处开拔,追及敌军时,对方已在收拾行装准备撤离。

§1.18.15

ἑορτὴ δὲ ἡ Πασχαλία ἐπέκειτο ἡμέρᾳ ἐπιγενησομένη τῇ ὑστεραίᾳ, ἣν δὴ σέβονται Χριστιανοὶ πασῶν μάλιστα, ἡμέρᾳ τε τῇ ταύτης προτέρᾳ σιτίων τε καὶ ποτοῦ ἀπεχόμενοι οὐ διημερεύειν νενομίκασι μόνον, ἀλλὰ καὶ πόρρω που νήστεις τῶν νυκτῶν ἰέναι.4

此时复活节庆典迫在眉睫,次日即将来临,基督徒对该节日最为尊崇,且在节日前夕,他们依循惯例不仅整日禁绝水食,而且持续禁食直至深宵。

§1.18.16

τότε οὖν ἅπαντας Βελισάριος ὀργῶντας ἐπὶ τοὺς πολεμίους ὁρῶν, ταύτης τε ἀποστῆσαι τῆς γνώμης ἐθέλων ʽταῦτα γάρ οἱ καὶ Ἑρμογένης ἐγίνωσκεν ἄρτι ἐπὶ πρεσβείᾳ ἐκ βασιλέως ἥκων’ τοὺς παραγενομένους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε “Ποῖ φέρεσθε,

当时,贝利撒留眼见全军急不可耐地欲扑向敌军,并试图劝阻他们打消此念(盖刚作为皇帝使节前来的赫尔莫格内斯亦与他持相同见解),遂将所有在场之人召集起来,发表了如下言论:“你们欲奔向何方,

语法注4 条
  1. 1.18.3ὅσα γε ἡμᾶς ἀκοῇ ἢ τρόπῳ τῳ ἄλλῳ ἐπίστασθαι

    限制性不定式小句(ὅσα + 宾格主语 + 不定式 ἐπίστασθαι),作状语用以限定主句断言的认知范围,意为“据我们所传闻或以其他方式所知”。

  2. 1.18.11ἐπεί οἱ οὐκ ἦν βουλομένῳ τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι

    与格分词 βουλομένῳ 与人称代名词 οἱ(指贝利撒留)一致,构成表示主观意愿的习惯句式(βουλομένῳ μοί ἐστιν 结构),字面意为“与敌军肉搏交战并非出于其意愿”。

  3. 1.18.11ἀποχρῆν ᾤετο σφίσι Πέρσας τε καὶ Ἀλαμούνδαρον ... ἀπράκτους εἰς τὰ οἰκεῖα κομίζεσθαι

    嵌套不定式结构:主句动词 ᾤετο 统摄非人称动词 ἀπόχρη 的不定式 ἀποχρῆν(意为“已足够”),而 ἀποχρῆν 又带有一组宾格加不定式从句(Πέρσας τε καὶ Ἀλαμούνδαρον ... κομίζεσθαι,辅以状语分词)充当其主语从句。与格 σφίσι 为利害与格,指代罗马全军。

  4. 1.18.15πόρρω που νήστεις τῶν νυκτῶν ἰέναι

    副词 πόρρω 支配时间属格或部分属格 τῶν νυκτῶν,意为“至夜色极深之处”;动词 ἰέναι 表比喻性的“推进、延续”,与作主语补足语的形容词 νήστεις(禁食的)连用,生动描绘了守斋直至深夜的宗教惯例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.18.1-1.18.16