- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.17.34-1.17.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉蒙达罗斯向卡巴德斯建言,主张出奇兵奔袭防备空虚的叙利亚及安条克城。作者详述了阿拉蒙达罗斯五十年来肆虐罗马边境的凶悍威势,并指出即使查士丁尼破例封阿雷塔斯为王予以抗衡,亦未能遏制其劫掠。
Μεσοποταμίας γὰρ καὶ τῆς Ὀσροηνῆς καλουμένης χώρας,1 ἅτε τῶν σῶν ὁρίων ἄγχιστα οὔσης, αἵ τε πόλεις ὀχυρώταταί εἰσι πασῶν μάλιστα καὶ στρατιωτῶν πλῆθος οἷον οὐ πώποτε πρότερον τανῦν ἔχουσιν, ὥστε ἡμῖν αὐτόσε ἰοῦσιν οὐκ ἐν τῷ ἀσφαλεῖ τὰ τῆς ἀγωνίας γενήσεται, ἐν μέντοι τῇ χώρᾳ, ἣ ἐκτὸς Εὐφράτου ποταμοῦ τυγχάνει οὖσα, καὶ τῇ ταύτης ἐχομένῃ Συρίᾳ οὔτε πόλεως ὀχύρωμα οὔτε στράτευμα λόγου ἄξιόν ἐστι.
盖在美索不达米亚以及所谓奥斯罗埃内地方,因其极度靠近您的疆界,其城镇在一切城邑中最为坚固,且如今拥有的兵员之众前所未有;因此我们若进兵彼处,战事的结局绝难万全。然而,在恰位于幼发拉底河外侧的土地,以及与其相邻的叙利亚,既无坚固城防,亦无值得一提的大军。
ταῦτα γὰρ πολλάκις πρὸς τῶν ἐπὶ κατασκοπῇ ἐς ταύτας ἐσταλμένων Σαρακηνῶν ἤκουσα.
因为这些情形是我屡次从派往那些地方侦察的萨拉森人那里听闻的。
ἔνθα δὴ καὶ πόλιν Ἀντιόχειαν εἶναί φασι, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ πρώτην πόλεων ἁπασῶν τῶν ἐν τοῖς ἑῴοις Ῥωμαίοις οὖσαν· ἣ δὴ ἀφύλακτός τε καὶ στρατιωτῶν ἔρημός ἐστιν.
相传彼处亦有安条克城,在财富、规模以及人口方面,皆位居东方罗马人所有城市之首;而该城如今防备虚悬,全无兵勇戍守。
οὐ γὰρ ἄλλου οὐδενὸς τῷ ταύτης δήμῳ ὅτι μὴ πανηγύρεών τε καὶ τρυφῆς μέλει καὶ τῆς ἐν θεάτροις ἀεὶ πρὸς ἀλλήλους φιλονεικίας.
盖此城的百姓除节日庆典、奢靡享乐以及在剧场中始终彼此纷争之外,别无所顾。
ὥστε ἢν ἐκ τοῦ ἀπροσδοκήτου ἐπ’ αὐτοὺς ἴωμεν, τήν τε πόλιν αἱρήσειν ἡμᾶς ἐξ ἐπιδρομῆς οὐδὲν ἀπεικὸς καὶ μηδενὶ ἐντυχόντας πολεμίων στρατῷ εἶτα ἐπανελθεῖν ἐς τὰ Περσῶν ἤθη, οὔπω πεπυσμένων τὰ ξυμπεσόντα τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν.2
故而,若我们出其不意进袭他们,通过突袭攻取该城乃大有可能,随后在未遭遇任何敌军的情况下班师返回波斯本土,而美索不达米亚的兵士们甚至尚未得知所生变故。
ὕδατος δὲ ἢ ἄλλου του τῶν ἐπιτηδείων ἀπορίας πέρι μηδέν σε εἰσίτω·3 ἐγὼ γὰρ τῷ στρατῷ ἐξηγήσομαι ὅπη ἂν δοκῇ ἄριστα εἶναι.”
至于水源或任何其他给养的匮乏,您切莫挂虑;因我必将引领大军前往我认为最佳的道路。”
Ταῦτα ἀκούσας Καβάδης οὔτε ἀντιτείνειν οὔτε ἀπιστεῖν εἶχεν. ἦν γὰρ Ἀλαμούνδαρος ξυνετώτατός τε καὶ τῆς κατὰ πόλεμον ἐμπειρίας εὖ ἥκων, Πέρσαις τε πιστὸς ἐς τὰ μάλιστα καὶ διαφερόντως δραστήριος, ὃς δὴ ἐς πεντήκοντα ἐνιαυτῶν χρόνον ἐς γόνυ ἐλθεῖν τὰ Ῥωμαίων ἐποίησε πράγματα.
听闻此言,卡巴德斯既无法反对,亦无法不信。盖阿拉蒙达罗斯极富智谋,深谙用兵之道,对波斯人忠贞不贰且行事极度勇悍,正是他在长达五十年的岁月中使罗马人的国势屈膝称臣。
ἐκ γὰρ τῶν Αἰγύπτου ὁρίων ἀρξάμενος καὶ μέχρι ἐς Μεσοποταμίαν ληιζόμενος τὰ ἐκείνῃ χωρία, ἦγέ τε καὶ ἔφερεν ἐφεξῆς ἅπαντα, καίων τε τὰς ἐν ποσὶν οἰκοδομίας καὶ τοὺς ἀνθρώπους κατὰ πολλὰς ἀεὶ μυριάδας ἀνδραποδίζων, καὶ αὐτῶν τοὺς μὲν πλείστους ἀποκτείνων οὐδενὶ λόγῳ, τοὺς δὲ ἄλλους ἀποδιδόμενος χρημάτων μεγάλων.
盖他自埃及边境发端,一路掳掠彼处领地直至美索不达米亚,沿途席卷横扫一切,焚毁挡道的建筑,屡次掠走数万之众充当奴隶,其中大部毫无缘由便被处决,其余之人则以巨额赎金卖出。
ἀπήντα δέ οἱ τῶν πάντων οὐδείς. οὐ γάρ ποτε ἀνεπισκέπτως ἐποιεῖτο τὴν ἔφοδον, ἀλλ’ οὕτως ἐξαπιναίως τε καὶ αὐτῷ ἐς τὰ μάλιστα ἐπιτηδείως, ὥστε ὁ μὲν ἤδη ὡς τὰ πολλὰ ξὺν τῇ λείᾳ πάσῃ ἀπιὼν ᾤχετο, οἱ δὲ στρατηγοί τε καὶ στρατιῶται πυνθάνεσθαί τε τὰ ξυμπεσόντα καὶ ἀγείρεσθαι ἐπ’ αὐτὸν ἤρχοντο.
当时举国无人敢迎其锋芒。因他从未鲁莽进袭,反而总是如此迅疾且极占先机,以致他往往已携全部战利品安然撤离之时,罗马的将领和士兵们才刚刚开始获悉事态并集结前往讨伐。
ἢν δέ που αὐτὸν καὶ καταλαβεῖν τύχῃ τινὶ ἔσχον, ἀλλ’ ἔτι ἀπαρασκεύοις τε οὖσι καὶ οὐ ξυντεταγμένοις ἐπιπεσὼν τοῖς διώκουσιν ὁ βάρβαρος οὗτος ἔτρεπέ τε καὶ διέφθειρεν οὐδενὶ πόνῳ, καὶ ποτε τοὺς διώκοντας στρατιώτας ξὺν τοῖς ἄρχουσιν ἐζώγρησεν ἅπαντας.
即便在某些地方他们凭机缘追赶上了他,这位蛮族首领在追击者仍无防备且未列阵之时突袭而至,毫不费力便将他们击溃消灭;某次他甚至将追击的士兵连同其将领全数生擒。
Τιμόστρατος δὲ ἦν ὁ Ῥουφίνου ἀδελφὸς καὶ Ἰωάννης ὁ τοῦ Λουκᾶ παῖς,4 οὓς δὴ ἀπέδοτο ὕστερον, πλοῦτον αὐτῶν οὐ φαῦλον οὐδὲ τὸν τυχόντα περιβαλλόμενος.
被俘者即为鲁菲努斯的兄弟蒂莫斯特拉托斯与卢卡斯之子约安尼斯,阿拉蒙达罗斯后来将他们放还,借此从他们身上搜刮了非同小可的巨资。
καὶ τὸ ξύμπαν εἰπεῖν χαλεπώτατός τε καὶ δεινότατος οὗτος ἀνὴρ γέγονε Ῥωμαίοις πολέμιος πάντων μάλιστα. αἴτιον δὲ ἦν ὅτι Ἀλαμούνδαρος μὲν βασιλέως ἀξίωμα ἔχων ἁπάντων μόνος τῶν ἐν Πέρσαις Σαρακηνῶν ἦρχε, παντί τε τῷ στρατῷ οἷός τε ἦν ἀεὶ τὴν ἔφοδον ποιεῖσθαι ὅπη βούλοιτο τῆς Ῥωμαίων ἀρχῆς· οὐδεὶς δὲ οὔτε Ῥωμαίων στρατιωτῶν ἄρχων, οὓς δοῦκας καλοῦσιν, οὔτε Σαρακηνῶν τῶν Ῥωμαίοις ἐνσπόνδων ἡγούμενος, οἳ φύλαρχοι ἐπικαλοῦνται, ξὺν τοῖς ἑπομένοις Ἀλαμουνδάρῳ ἀντιτάξασθαι ἱκανῶς εἶχεν· ἐν χώρᾳ γὰρ ἑκάστῃ τοῖς πολεμίοις οὐκ ἀξιόμαχοι ἐτετάχατο.
总而言之,此人成为罗马人所面临的最为棘手与凶险的大敌。其原因在于,阿拉蒙达罗斯拥有国王的尊号,独掌波斯境内的全体萨拉森人,随时得以倾全军之力进犯罗马帝国境内他所期望的任何一处;然而,无论是被称为“公爵”(duces)的罗马军队长官,还是被称为“部落首领”(phylarchs)的罗马盟属萨拉森人首脑,皆无力率部抵御阿拉蒙达罗斯;盖在各属地内,他们的部署皆不足以与该敌抗衡。
διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς φυλαῖς ὅτι πλείσταις Ἀρέθαν τὸν Γαβαλᾶ παῖδα ἐπέστησεν, ὃς τῶν ἐν Ἀραβίοις Σαρακηνῶν ἦρχεν, ἀξίωμα βασιλέως αὐτῷ περιθέμενος, οὐ πρότερον τοῦτο ἔν γε Ῥωμαίοις γεγονὸς πώποτε.
正因如此,查士丁尼皇帝命加巴拉斯之子阿雷塔斯统领尽可能多的部落(此人原本统领阿拉伯境内的萨拉森人),并赐予他国王尊号,此事在罗马人之中此前从未有过。
Ἀλαμούνδαρος μέντοι οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ῥωμαίων πράγματα ἔφθειρεν, Ἀρέθα ἐν πάσῃ ἐφόδῳ τε καὶ ἀγωνίᾳ ἢ ἀτυχοῦντος ὡς μάλιστα ἢ καταπροδιδόντος ὡς τάχιστα.5 οὐ γάρ πω σαφές τι ἀμφ’ αὐτῷ ἴσμεν. ταύτῃ τε ξυνέβη Ἀλαμουνδάρῳ, οὐδενός οἱ ἀντιστατοῦντος, ἐπὶ μήκιστον τὴν ἑῴαν ληίζεσθαι πᾶσαν, ἐπεὶ καὶ μακροβιώτατος ἀτεχνῶς γέγονε.
然而阿拉蒙达罗斯对罗马国力的摧残丝毫不减,甚至尤有过之,因阿雷塔斯在每次突袭与交锋中,要么遭遇最彻底的厄运,要么极速背叛投敌。盖关于此人,我们尚无确凿所知。于是,在无人敢于抗衡的情况下,阿拉蒙达罗斯在极漫长的时期内始终横行劫掠整个东方,况且他本人的寿命亦极尽长久。
- 1.17.34Μεσοποταμίας γὰρ καὶ τῆς Ὀσροηνῆς καλουμένης χώρας
句首的属格 Μεσοποταμίας... χώρας 依附于后文的主语 αἵ τε πόλεις,表示所属或地域范围(即“美索不达米亚以及所谓奥斯罗埃内地方的城镇”)。插入的原因分词短语 ἅτε τῶν σῶν ὁρίων ἄγχιστα οὔσης 中的阴性单数分词 οὔσης 在语法上与最近的名词 χώρας 保持性数一致。
- 1.17.38οὔπω πεπυσμένων τὰ ξυμπεσόντα τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν
由完成时中动分词 πεπυσμένων 与名词短语 τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν 构成的属格独立结构,充当伴随时态状语,修饰前文的不定式短语 ἐπανελθεῖν(意为“在美索不达米亚的士兵们尚未得知所发生的事情之时”)。
- 1.17.39μηδέν σε εἰσίτω
惯用句式,以中性否定代词 μηδέν 作主语,宾格代词 σε 作宾语,搭配 εἴσειμι(进入)的第三人称单数现在时命令式 εἰσίτω:字面意义为“勿使任何事物进入您(心中)”,即“请您切勿担忧/挂虑”。前置的属格短语 ὕδατος... ἀπορίας πέρι 由后置介词 πέρι 引领,表示所忧虑的事由。
- 1.17.44Τιμόστρατος δὲ ἦν ὁ Ῥουφίνου ἀδελφὸς καὶ Ἰωάννης ὁ τοῦ Λουκᾶ παῖς
承接前句句尾 τοῖς ἄρχουσιν(将领们)的解释性句子,直译为“(那些将领)即是鲁菲努斯之兄蒂莫斯特拉托斯以及卢卡斯之子约安尼斯”。动词 ἦν 采用了单数形式,系因就近与第一个并列项(Τιμόστρατος)保持一致。
- 1.17.48Ἀρέθα ἐν πάσῃ ἐφόδῳ τε καὶ ἀγωνίᾳ ἢ ἀτυχοῦντος ὡς μάλιστα ἢ καταπροδιδόντος ὡς τάχιστα
以多利安式属格单数专有名词 Ἀρέθα 为逻辑主语,并带有现在时分词 ἀτυχοῦντος 与 καταπροδιδόντος 的属格独立结构,用以说明主句动词 ἔφθειρεν 的原因(“盖因阿雷塔斯……要么极尽失利,要么极速背信叛卖”)。
