- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.17.18-1.17.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了奥瑞斯特斯建立卡帕多细亚的科马纳城以及幼发拉底河水系和美索不达米亚各地的地理名称,继而记载了米尔拉内斯战败受罚,以及阿拉蒙达罗斯向忧心忡忡的卡巴德斯国王献策。
πόλιν τε οὖν ἀξιοθέατον ᾠκοδομήσατο ἐνταῦθα Ὀρέστης καὶ νεὼς δύο, τὸν ἕτερον μὲν τῇ Ἀρτέμιδι, τὸν δὲ ἄλλον τῇ ἀδελφῇ Ἰφιγενείᾳ, οὓς δὴ Χριστιανοὶ ἱερὰ σφίσι πεποίηνται, τῆς οἰκοδομίας οὐδὲν τὸ παράπαν μεταβαλόντες.
于是,奥瑞斯特斯在此处建造了一座蔚为壮观的城镇和两座神殿,一座供奉阿耳忒弥斯,另一座供奉其妹伊菲革涅亚;基督徒后来将它们改作自己的圣所,丝毫未改动其建筑结构。
αὕτη καλεῖται καὶ νῦν ἡ χρυσῆ Κόμανα, τῆς Ὀρέστου κόμης ἐπώνυμος οὖσα, ἣν δὴ ἐκεῖνον ἐνταῦθά φασιν ἀποκειράμενον διαφυγεῖν τὸ ἀρρώστημα.
此城至今仍被称为“黄金科马纳”,以奥瑞斯特斯的头发命名,相传他正是在此处剪下头发,从而摆脱了疾苦。
τινὲς δὲ λέγουσιν αὐτὸν οὐκ ἄλλην τινὰ νόσον ἢ τὴν μανίαν ταύτην ἀποφυγεῖν, ἥπερ αὐτὸν ἔσχεν ἐπειδὴ τὴν μητέρα τὴν ἑαυτοῦ ἔκτεινεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
然而亦有人说,他所摆脱的并非其他疾病,而正是他在杀死生母之后侵袭他的那场疯癫。不过我将回到先前的叙述上来。
Ἔκ τε γὰρ τῶν ἐν Ταύροις Ἀρμενίων καὶ χώρας τῆς Κελεσηνῆς ποταμὸς Εὐφράτης ἐν δεξιᾷ ῥέων γῆν τε πολλὴν περιβάλλεται, καὶ ποταμῶν οἱ ἄλλων τε ἀναμιγνυμένων καὶ αὐτοῦ Ἀρσίνου ὃς δὴ ἐκ τῶν Περσαρμενίων καλουμένων πολὺς φέρεται, μέγας τε, ὡς τὸ εἰκός, γεγενημένος ἐς τοὺς πάλαι μὲν Λευκοσύρους, νῦν δὲ Ἀρμενίους μικροὺς καλουμένους χωρεῖ, ὧν δὴ πόλις πρώτη Μελιτηνὴ λόγου πολλοῦ ἀξία ἐστί.
盖幼发拉底河自陶洛斯山脉的亚美尼亚人领地及凯莱塞内地方流出,向右侧流淌,环抱广袤土地;随着其他河流以及自所谓波斯亚美尼亚地方水量充沛地奔流而来的阿尔西诺斯河本身汇入其中,它理所当然地汇为大川,流向昔日被称为白叙利亚人、现今被称为小亚美尼亚人的属地,其首屈一指且闻名遐迩的城市即为梅里特内。
τὸ δὲ ἐντεῦθεν τά τε Σαμόσατα παραρρεῖ καὶ τὴν Ἱεράπολιν καὶ πάντα τὰ ἐκείνῃ χωρία μέχρι ἐς τῶν Ἀσσυρίων τὴν γῆν, οὗ δὴ ἀλλήλοιν ἄμφω τὼ ποταμὼ ἀναμιγνυμένω ἐς ὄνομα τὸ τοῦ Τίγρητος ἀποκέκρινται.1
自该处起,它流经萨摩萨塔、希厄拉波利斯以及当地的所有区域,直至亚述人的土地;在那里,两条河彼此汇合,并归于底格里斯之名下。
χώρα γοῦν ἣ ἐκ Σαμοσάτων ἐκτὸς Εὐφράτου ποταμοῦ ἐστι πάλαι μὲν Κομμαγηνὴ ἐκλήθη, τανῦν δὲ τῷ ποταμῷ ἐστιν ἐπώνυμος. ἡ δὲ τούτου ἐντός, ἣ δὴ αὐτοῦ τε μέση καὶ Τίγρητός ἐστι, Μεσοποταμία, ὡς τὸ εἰκός, ὀνομάζεται· μοῖρα μέντοι αὐτῆς οὐ τούτῳ μόνον τῷ ὀνόματι, ἀλλὰ καὶ ἄλλοις τισὶν ἐπικαλεῖται.
无论如何,自萨摩萨塔起位于幼发拉底河外侧的土地,昔日被称为科马吉尼,如今则以该河命名。至于在其内侧、即夹于该河与底格里斯河之间的土地,则顺理成章地被称为美索不达米亚;然而其局部不仅被称为此名,亦有其他若干称谓。
ἥ τε γὰρ ἄχρις Ἀμίδης πόλεως Ἀρμενία πρὸς ἐνίων ὠνόμασται, Ἔδεσσά τε ξὺν τοῖς ἀμφ’ αὐτὴν χωρίοις Ὀσροηνὴ τοῦ Ὀσρόου ἐπώνυμός ἐστιν, ἀνδρὸς ἐνταῦθα βεβασιλευκότος ἐν τοῖς ἄνω χρόνοις ἡνίκα Πέρσαις οἱ ταύτῃ ἄνθρωποι ἔνσπονδοι ἦσαν.
盖直至阿米达城的区域被某些人称为亚美尼亚,而埃德萨及其周围区域则以奥斯罗埃斯之名被称为奥斯罗埃内,此人在昔日当地居民与波斯人结盟时曾在此地称王。
Πέρσαι οὖν ἐπειδὴ πρὸς Ῥωμαίων Νίσιβίν τε πόλιν καὶ ἄλλα ἄττα Μεσοποταμίας χωρία ἔλαβον, ἡνίκα ἐπὶ Ῥωμαίους στρατεύειν ἔμελλον, χώραν μὲν τὴν ἐκτὸς Εὐφράτου ποταμοῦ ἐν ὀλιγωρίᾳ ποιούμενοι, ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνυδρόν τε καὶ ἀνθρώπων ἔρημον οὖσαν, ἐνταῦθα δὲ πόνῳ οὐδενὶ ἀγειρόμενοι, ἅτε ἐν χώρᾳ οἰκείᾳ τε καὶ πολεμίᾳ τῇ οἰκουμένῃ ἀγχοτάτω οὔσῃ, ἐνθένδε τὰς ἐσβολὰς ἀεὶ ἐποιοῦντο.
因此,当波斯人自罗马人手中夺取了尼西比斯城及美索不达米亚的其他若干据点后,每逢打算进犯罗马人时,他们对幼发拉底河外侧的土地不屑一顾,因其大部既无水源又杳无人烟;而在此处他们毫不费力便可集结兵力——盖此处既为本土,又极度靠近敌方人烟稠密之地——故他们以往总是自此地发起入侵。
Ἡνίκα δὲ ἡσσηθεὶς ὁ Μιρράνης τῇ μάχῃ καὶ τοὺς πλείστους ἀποβαλὼν τῷ ἄλλῳ στρατῷ ἐς τὰ Περσῶν ἤθη ἀφίκετο, ποινῆς ἔτυχε πρὸς βασιλέως Καβάδου πικρᾶς.
当米尔拉内斯在战斗中败北,折损了大半兵力,率余部返回波斯故土时,遭到了卡巴德斯国王的严酷惩处。
κόσμον γὰρ ἀφείλετο αὐτὸν ὃν δὴ ἀναδεῖσθαι τῶν ἐν τῇ κεφαλῇ τριχῶν εἰώθει, ἔκ τε χρυσοῦ καὶ μαργάρων πεποιημένον. ἀξίωμα δὲ τοῦτο ἐν Πέρσαις μέγα μετά γε τὴν βασιλέως τιμήν.
因为国王剥夺了他惯常束于头顶发上的饰物,那是由黄金与珍珠制成的。在波斯人中,这一饰物是仅次于国王尊崇的极大尊荣。
ἐνταῦθα γὰρ οὔτε δακτυλίῳ χρυσῷ οὔτε ζώνῃ οὔτε περόνῃ χρῆσθαι οὔτε ἄλλῳ ὁτῳοῦν θέμις, ὅτι μὴ ἐκ βασιλέως ἀξιωθέντι.2
盖在彼处,除非蒙受国王的恩准赐予,佩戴金指环、腰带、别针或任何其他饰物皆为非法。
Καὶ τὸ λοιπὸν ὁ Καβάδης ἐν βουλῇ εἶχεν ὅντινα τρόπον αὐτὸς ἐπὶ Ῥωμαίους στρατεύοι. Μιρράνου γὰρ σφαλέντος οὕτως ὥσπερ ἐρρήθη, ἐπ’ ἄλλῳ οὐδενὶ τὸ θαρρεῖν εἶχε.
往后,卡巴德斯一直在思量自己应当如何亲自出兵攻打罗马人。盖因米尔拉内斯如前所述遭逢惨败,他对其他人皆已无信任可言。
καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ Ἀλαμούνδαρος ὁ τῶν Σαρακηνῶν βασιλεὺς προσελθὼν εἶπεν “Οὐ πάντα, ὦ δέσποτα, χρεών ἐστι πιστεύειν τῇ τύχῃ οὐδὲ τοὺς πολέμους οἴεσθαι δεῖν κατορθοῦν ἅπαντας. οὐδὲ γὰρ εἰκὸς τοῦτό γε οὐδὲ ἄλλως ἀνθρώπειον, ἀλλὰ καὶ ἀξύμφορος αὕτη μάλιστα τοῖς αὐτῇ ἐχομένοις ἡ ἔννοιά ἐστι.
在他极度苦恼之际,萨拉森人的国王阿拉蒙达罗斯走上前来对他说:“主人啊,切不可将一切托付给命运,亦不可认为所有战争皆必然获胜。因为这既不近情理,亦非人之常态,反而这种观念对于执迷于它的人来说极为有害。
τοὺς γὰρ ἅπαντα σφίσιν ἐλπίσαντας τἀγαθὰ ἔσεσθαι σφαλέντας ποτέ, ἂν οὕτω τύχοι, ἡ ἐλπὶς οὐ δέον ἡγησαμένη τοῦ προσήκοντος μᾶλλον ἠνίασε.3
盖那些指望自身事事顺遂之人,一旦遭逢挫折(设若真有此不幸),那不当引导他们的希望必将使他们承受远超常态的痛苦。
διὸ δὴ οὐκ ἔχοντες ἀεὶ ἐπὶ τῇ τύχῃ τὸ θαρρεῖν ἄνθρωποι οὐκ ἐκ τοῦ εὐθέος ἐς κίνδυνον πολέμου καθίστανται, κἂν τῷ παντὶ τῶν πολεμίων ὑπεραίρειν αὐχῶσιν, ἀλλ’ ἀπάτῃ τε καὶ μηχαναῖς τισι περιελθεῖν τοὺς ἐναντίους ἐν σπουδῇ ἔχουσιν.
因此,人们既然无法永远依仗命运,便不会贸然径直投身战火的危险,即便自恃全方位压制敌人,亦会竭力以诈术与某些谋略来克制对手。
οἷς γὰρ ἐκ τοῦ ἀντιπάλου ὁ κίνδυνός ἐστιν4 οὐκ ἐν βεβαίῳ τὰ τῆς νίκης χωρεῖ. νῦν οὖν μήτε οἷς Μιρράνης ἠτύχησεν οὕτω περιώδυνος, ὦ βασιλέων βασιλεῦ, γίνου, μήτε αὖθις ἀποπειράσασθαι βούλου τῆς τύχης.
盖对于面临势均力敌之险境者而言,战胜的成果绝非安稳可期。故而,诸王之王啊,如今您切勿因米尔拉内斯的失利而如此痛心疾首,亦切勿妄图再度去试探命运。”
- 1.17.22ἐς ὄνομα τὸ τοῦ Τίγρητος ἀποκέκρινται
主语为前文的双数名词短语 ἄμφω τὼ ποταμώ。第三人称复数完成时中动态/被动态动词 ἀποκέκρινται 在此作“归并、分离出来”解,表示幼发拉底河与底格里斯河汇流之后,其名称合并归结为底格里斯这一个名字。
- 1.17.28ὅτι μὴ ἐκ βασιλέως ἀξιωθέντι
惯用短语 ὅτι μή(意为“除……之外”)后接分词与格 ἀξιωθέντι,该分词依附于非人称结构 οὔτε ... θέμις [ἐστί]。此与格分词泛指任何蒙受国王认可之人。
- 1.17.31ἡ ἐλπὶς οὐ δέον ἡγησαμένη τοῦ προσήκοντος μᾶλλον ἠνίασε
οὐ δέον 作为独立对格或副词性对格使用,意为“不当推进地”或“不应有地”,修饰分词 ἡγησαμένη(引导、先导)。主语为 ἡ ἐλπίς,主谓动词为 ἠνίασε(使……痛苦),τοῦ προσήκοντος 则是比较级 μᾶλλον 所要求的比较属格(“超出应有的限度”)。
- 1.17.33οἷς γὰρ ἐκ τοῦ ἀντιπάλου ὁ κίνδυνός ἐστιν
οἷς 为表示领属或利害的与格关系代词,先行词(“对于……的人而言”)被省略。介词短语 ἐκ τοῦ ἀντιπάλου 为习语性表达,意为“来自旗鼓相当的对手”或“在对等条件下”,用以修饰主语 ὁ κίνδυνος。
