- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.17.1-1.17.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿扎雷特斯率领的波斯军队伙同阿拉蒙达罗斯侵入幼发拉底西亚;随后叙述了底格里斯河与幼发拉底河的发源与独特流向,以及奥瑞斯特斯创建科马纳城的传说渊源。
Ἅμα δὲ ἦρι ἀρχομένῳ στράτευμα Περσῶν Ἀζαρέθου ἡγουμένου ἐσέβαλεν ἐς Ῥωμαίων τὴν γῆν. ἦσαν δὲ πεντακισχίλιοί τε καὶ μύριοι, ἱππεῖς ἅπαντες. καὶ αὐτοῖς Ἀλαμούνδαρος ὁ Σακκίκης ξυνῆν, πάμπολύν τινα ὅμιλον Σαρακηνῶν ἔχων.
初春之际,一支由阿扎雷特斯率领的波斯军队侵入了罗马人的土地。他们有一万五千之众,皆为骑兵;绰号“萨基克”的阿拉蒙达罗斯亦随同前往,率领着人数极其庞大的萨拉森人兵马。
αὕτη τε Πέρσαις ἡ ἐσβολὴ οὐ καθάπερ εἰώθει ἐγένετο· οὐ γὰρ ἐς τὴν Μεσοποταμίαν ἐσέβαλλον ὥσπερ τὰ πρότερα, ἀλλ’ ἐς τὴν πάλαι μὲν Κομμαγηνήν, τανῦν δὲ καλουμένην Εὐφρατησίαν, ὅθεν δὴ οὐ πώποτε Πέρσαι πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, ἐπὶ Ῥωμαίους ἐστράτευσαν.
波斯人的这次侵入并未照以往的惯例发生;因为他们并未如先前那样侵入美索不达米亚,而是侵入了昔日称为科马吉尼、现今称为幼发拉底西亚的地区,据我们所知,波斯人以往从未自该处出兵攻打罗马人。
ὅτου δὲ ἕνεκα Μεσοποταμία τε ἡ χώρα ἐκλήθη καὶ οἱ Πέρσαι τῆς ἐς ταύτην ἐφόδου ἀπέσχοντο ἐρῶν ἔρχομαι.
至于该地为何被称为美索不达米亚,以及波斯人因何缘故避开对那里的进犯,我即将予以说明。
Ὄρος οὐ λίαν ἀπότομον ἐν Ἀρμενίοις ἐστί, Θεοδοσιουπόλεως μὲν δύο καὶ τεσσαράκοντα σταδίοις διέχον, τετραμμένον δὲ αὐτῆς πρὸς βορρᾶν ἄνεμον. καὶ πηγαὶ δύο ἐνθένδε ἐξίασι, ποταμοὺς δύο ποιοῦσαι αὐτίκα, Εὐφράτην μὲν ἡ ἐν δεξιᾷ, ἡ δὲ δὴ ἑτέρα Τίγρην ὄνομα.
在亚美尼亚境内有一座并不十分陡峭的山峰,距狄奥多西波利斯四十二斯塔德,朝向该城北风吹来的方向。有两道泉水自此涌出,随即形成两条河流:右手的一道是幼发拉底河,另一道则名为底格里斯河。
τούτοιν ἅτερος μέν, ὁ Τίγρης, οὔτε περιόδοις τισὶ χρώμενος οὔτε ὑδάτων ὅτι μὴ ὀλίγων οἱ ἐπιγινομένων,1 εὐθὺ Ἀμίδης πόλεως κάτεισι. καὶ αὐτῆς ἐς τὰ πρὸς βορρᾶν ἄνεμον προϊὼν χωρεῖ ἐς τῶν Ἀσσυρίων τὴν χώραν. ὁ δὲ δὴ Εὐφράτης φέρεται μὲν κατ’ ἀρχὰς ἐπί τινα χῶρον ὀλίγον, εὐθὺς δὲ προϊὼν ἀφανίζεται, οὐχ ὑπόγειος μέντοι γινόμενος, ἀλλά τί οἱ ξυμβαῖνον θαυμάσιον οἷον·2 ὑπὲρ γὰρ τοῦ ὕδατος τέλμα ἐπὶ πλεῖστον βαθὺ γίνεται, μῆκος μὲν ὅσον ἐπὶ σταδίους πεντήκοντα, εὖρος δὲ εἴκοσι· καὶ καλάμων φύεται πολύ τι χρῆμα ἐν τῷ πηλῷ τούτῳ.
这两条河中的底格里斯河,既无任何迂回曲折,亦无除少量水流之外的其他水源汇入,笔直向下流向阿米达城;继而流过该城北侧,进入亚述人的疆土。而幼发拉底河起初只流经一小段距离,旋即在前行中消失不见,然而并非变为地下潜流,而是发生了一桩奇特非凡之事:在流水之上形成了一片极深的厚厚沼泽,其长约五十斯塔德,宽约二十斯塔德;在此片泥沼之中生长着极其繁茂的芦苇。
ἐς τόσον δὲ σκληρός τις ὁ χοῦς ἐνταῦθά ἐστιν ὥστε τοῖς ἐντυγχάνουσιν οὐδὲν ἄλλο δοκεῖν ἢ ἤπειρον εἶναι. ἐπ’ αὐτῷ τοίνυν ξυμβαίνει οὐδὲν δεδιότας πεζούς τε καὶ ἱππέας πορεύεσθαι.
此处沉积的泥土如此坚实,以致于来到那里的人觉得它纯粹就是陆地。因此,步兵与骑兵走在上面毫无所惧。
καὶ μὴν καὶ ἅμαξαι παρίασιν ἐνθένδε πολλαὶ ἡμέρᾳ ἑκάστῃ, ἀλλ’ οὐδὲν τὸ παράπαν ἰσχύουσι κινεῖν τι ἢ ἐξελέγχειν τοῦ τέλματος.
更有甚者,每日亦有许多大车自此处经过,但根本无法对其造成丝毫撼动或使沼泽显露出来。
καίουσι δὲ τοὺς καλάμους οἱ ἐπιχώριοι ἀνὰ πᾶν ἔτος, τοῦ μὴ τὰς ὁδοὺς πρὸς αὐτῶν εἴργεσθαι,3 καί ποτε πνεύματος ἐνταῦθα ἐξαισίου ἐπιπεσόντος μέχρι ἐς τὰ τῶν ῥιζῶν ἔσχατα τὸ πῦρ ἐξικνεῖσθαι τετύχηκε, καὶ τὸ ὕδωρ ἐν χωρίῳ ὀλίγῳ φανῆναι· χρόνου δὲ ὁ χοῦς αὖθις οὐ πολλοῦ ξυμφυεὶς ἀπέδωκε τῷ χωρίῳ τὸ σχῆμα ἐφ’ οὗπερ τὸ πρότερον ἦν. ἐνθένδε τε ὁ ποταμὸς πρόεισιν ἐς τὴν Κελεσηνὴν καλουμένην χώραν, οὗ δὴ τὸ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἱερὸν ἦν, ἔνθεν λέγουσι τὴν Ἀγαμέμνονος Ἰφιγένειαν ξύν τε Ὀρέστῃ καὶ Πυλάδῃ φυγεῖν τὸ τῆς Ἀρτέμιδος ἄγαλμα φέρουσαν.
当地人每年都焚烧芦苇,以免道路被其阻断;有一次突遭罕见狂风席卷,大火竟径直延烧至根部最深处,水流遂在一小片区域内显露出来;但未过多久,泥土重新凝结聚合,使该处恢复了先前的形貌。由此向前,该河进入名为凯莱塞内的地区,那里曾有陶里人领地的阿耳忒弥斯神庙,相传阿伽门农之女伊菲革涅亚正是从那里携阿耳忒弥斯神像与奥瑞斯特斯及皮拉得斯一同逃离。
ὁ γὰρ ἄλλος νεώς, ὃς δὴ καὶ ἐς ἐμέ ἐστιν ἐν πόλει Κομάνῃ, οὐχ ὁ ἐν Ταύροις ἐστίν. ἀλλ’ ὅπως ἐγένετο ἐγὼ δηλώσω.
盖直至我这一时代仍在科马纳城中留存的另一座神庙,并非陶里人那里的那一座;然而其来由究竟如何,我将予以阐明。
Ἐπειδὴ ἐκ Ταύρων Ὀρέστης ξὺν τῇ ἀδελφῇ ἀπιὼν ᾤχετο, ξυνέπεσεν αὐτῷ νοσῆσαι τὸ σῶμα. καὶ ἀμφὶ τῇ νόσῳ πυνθανομένῳ χρῆσαι τὸ μαντεῖόν φασιν οὐ πρότερον λωφήσειν αὐτῷ τὸ κακόν, πρὶν τῇ Ἀρτέμιδι ναὸν δείμασθαι ἐν χώρῳ τοιούτῳ οἷον δὴ τὸν ἐν Ταύροις ξυμβαίνει εἶναι, ἐνταῦθά τε ἀποκείρασθαι τὴν αὑτοῦ κόμην καὶ αὐτῇ ὁμωνύμως καλέσαι τὴν πόλιν.
当奥瑞斯特斯携妹离开陶里人之地而去时,其身躯突遭疾病缠身。相传当他为这病情祈求神谕时,神谕昭示他的厄运绝不会减轻,除非他在一处恰似陶里人之地的地方为阿耳忒弥斯建起一座神庙,并在那里剪去自己的头发,且以这撮头发命名该城。
διὸ δὴ Ὀρέστην περιιόντα τὰ ἐκείνῃ χωρία ἐν Πόντῳ γενέσθαι, κατιδεῖν τε ὄρος ὃ δὴ ἐνταῦθα ἀπότομον ἀπεκρέματο, ἔρρει τε ἔνερθεν παρὰ τὰς τοῦ ὄρους ἐσχατιὰς ποταμὸς Ἶρις.
因此奥瑞斯特斯巡游该地各处,来到了本都,看见那里有一座陡峭悬绝的山峰,山脚边际之下流淌着伊里斯河。
ὑποτοπήσαντα οὖν τὸν Ὀρέστην τότε τοῦτόν οἱ τὸν χῶρον δηλοῦν τὸ μαντεῖον, πόλιν τε ἐνταῦθα λόγου ἀξίαν καὶ τὸν τῆς Ἀρτέμιδος νεὼν δείμασθαι, τήν τε κόμην ἀποθριξάμενον ὁμωνύμως αὐτῇ καλέσαι τὴν πόλιν ἣ δὴ Κόμανα καὶ ἐς ἐμὲ ὀνομάζεται.
于是奥瑞斯特斯料想神谕向他昭示的便是此地,遂在此建起了一座值得称道之城及阿耳忒弥斯神庙,剪去头发后,便以其为名命名了该城,直至我这一时代该城仍被称为科马纳。
τούτων τε Ὀρέστῃ ἐξειργασμένων οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὴν νόσον ἀκμάζειν. αἰσθόμενον δὲ τὸν ἄνθρωπον ὡς οὐκ ἐπιτηδείως ταῦτα τῷ μαντείῳ ποιοίη, ἅπαντα αὖθις περιιόντα διασκοπεῖσθαι καὶ χῶρόν τινα ἐν Καππαδόκαις εὑρεῖν τῷ ἐν Ταύροις τὰ μάλιστα ἐμφερέστατον.
然而当奥瑞斯特斯办完这些事后,病情丝毫无所减退,甚至反而愈加剧烈。他由此察觉到自己行事并未合乎神谕之意旨,便再次走遍各处四下察看,终于在卡帕多细亚发现了一处与陶里人之地极其相似的地方。
ὅνπερ καὶ ἐγὼ πολλάκις ἰδὼν ἠγάσθην τε ὑπερφυῶς καί μοι ἐδόκουν ἐν Ταύροις εἶναι.4 τό τε γὰρ ὄρος τοῦτο ἐκείνῳ ἀτεχνῶς ἔοικεν, ἐπεὶ κἀνταῦθα ὁ Ταῦρός ἐστι, καὶ ὁ ποταμὸς Σάρος τῷ ταύτῃ Εὐφράτῃ εἰκάζεται.
我本人多次目睹此地,亦惊叹不已,自以为置身于陶里人之地。盖此山与彼山确乎维妙维肖(因陶洛斯山脉亦延绵至此),而萨罗斯河亦宛如那里的幼发拉底河。
- 1.17.5οὔτε ὑδάτων ὅτι μὴ ὀλίγων οἱ ἐπιγινομένων
短语 ὅτι μή 用作“除了……之外”(相当于否定词后的 εἰ μή)。在此处修饰属格独立结构(ὑδάτων ... ἐπιγινομένων)中的 ὀλίγων,意为“除少量水流之外(没有其他水流汇入)”。
- 1.17.6θαυμάσιον οἷον
形容词 θαυμάσιος 与关系代词 οἷος 组合,构成表示极度惊异的习惯表达(“令人惊叹地、极其奇异地”)。此处在句中作 τί 的表语性修饰,意为“某种惊人奇妙的事”。
- 1.17.10τοῦ μὴ τὰς ὁδοὺς πρὸς αὐτῶν εἴργεσθαι
中性定冠词属格 τοῦ 与否定词 μή 以及被动现在不定词 εἴργεσθαι 连用,构成表示目的的属格不定词结构(“为了使道路不被它们阻断”),在希腊语散文中常用于代替目的从句。
- 1.17.17καί μοι ἐδόκουν ἐν Ταύροις εἶναι
动词 δοκέω 使用第一人称单数未完成过去时(ἐδόκουν),构成人称结构并支配主格不定词 εἶναι(“我觉得自己仿佛身在陶里人之地”)。与格代词 μοι 属于语义上的赘用,用以强调主语的主观感受。
