← 普罗科皮乌斯

战史

§1.16.1-1.16.10

鲁菲努斯出使与卡瓦德斯提出的和谈条件

鲁菲努斯觐见卡瓦德斯敦促和谈,但卡瓦德斯指责罗马在里海之门与达拉斯问题上违约,要求双方共守要隘或拆除达拉斯,同时暗指可以金钱了结,随后查士丁尼执政第四年告终。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16.1

Οὕτω μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε. Πέρσαι δὲ πρὸς Βελισαρίου ἐν Δάρας ἡσσημένοι τῇ μάχῃ οὐδ’ ὣς ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν, ἕως Ῥουφῖνος, ἐπεὶ ἐς ὄψιν τὴν Καβάδου ἦλθεν, ἔλεξεν ὧδε, “Ἔπεμψέ με, ὦ βασιλεῦ, ὁ σὸς ἀδελφὸς μέμψιν δικαίαν μεμφόμενος, ὅτι δὴ Πέρσαι ἀπ’ οὐδεμιᾶς αἰτίας ἐς γῆν τὴν αὐτοῦ ἐν ὅπλοις ἦλθον.

罗马方面的事态大抵便是如此。另一方面,波斯人虽在达拉斯的交锋中被贝利撒留击败,却仍旧决意不从该地撤退,直至鲁菲努斯进见卡瓦德斯,作如下陈辞:“大王,您的兄弟派遣我来,怀着正当的怨尤提出申诉,盖因波斯人毫无缘由便兵戎相见,侵入其国土。

§1.16.2

καίτοι βασιλεῖ μεγάλῳ τε καὶ ἐς τόσον ξυνέσεως ἥκοντι ἐκ πολέμου εἰρήνην πρυτανεῦσαι μᾶλλον ἂν πρέποι ἢ τῶν πραγμάτων εὖ καθεστώτων ταραχὴν οὐ δέον αὑτῷ τε καὶ τοῖς πέλας προστρίβεσθαι.

然而,对于一位伟大且拥有如此渊博睿智的君王而言,化干戈为玉帛自应比在局势本已稳固之时、毫无必要地给自己和邻国招致动乱更为适宜。

§1.16.3

οἷς δὴ καὶ αὐτὸς εὔελπις ὢν ἐνθάδε ἀφῖγμαι, ὅπως τὸ λοιπὸν ἀμφοτέροις τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ εἴη.” Ῥουφῖνος μὲν τοσαῦτα εἶπε.

我本人正是怀着此种希望来到此地,以期今后双方皆能共享和平之福泽。”鲁菲努斯言尽于此。

§1.16.4

Καβάδης δὲ ἀμείβεται ὧδε, “Ὦ παῖ Σιλβανοῦ, μηδαμῶς ἀντιστρέφειν τὰς αἰτίας πειρῶ, πάντων ἐξεπιστάμενος μάλιστα ταραχῆς ἁπάσης αἰτιωτάτους γεγονέναι τοὺς Ῥωμαίους ὑμᾶς. πύλας γὰρ τὰς Κασπίας ἡμεῖς ἔσχομεν ἐπὶ τῷ Περσῶν τε καὶ Ῥωμαίων ἀγαθῷ, βιασάμενοι τοὺς ἐκείνῃ βαρβάρους, ἐπεὶ Ἀναστάσιος ὁ Ῥωμαίων αὐτοκράτωρ, ὥς που καὶ αὐτὸς οἶσθα, παρὸν αὐτὰς χρήμασιν ὠνεῖσθαι,1 οὐκ ἤθελεν, ὅπως μὴ στράτευμα εἰς πάντα τὸν αἰῶνα ἐνταῦθα ἔχων χρήματα μεγάλα ὑπὲρ ἀμφοτέρων προΐεσθαι ἀναγκάζηται.

卡瓦德斯则回答道:“西尔瓦努斯之子,绝不要试图颠倒是非因果;你比任何人都更清楚,引发这一切动乱的最大祸首正是你们罗马人。盖我们正是为了波斯与罗马双方的福祉,通过制服该地的蛮族,才控制了里海之门;因为罗马皇帝阿纳斯塔修斯——想必你自己亦甚知悉——当时本可出资将其购下,却不愿这般做,以免因永久在此驻军而被迫为双方耗费巨资。

§1.16.5

ἐξ ἐκείνου τε ἡμεῖς στρατιὰν τοσαύτην τὸ πλῆθος ἐνταῦθα καταστησάμενοι καὶ ἐς τὸν παρόντα χρόνον ἐκτρέφοντες δεδώκαμεν ὑμῖν τό γε κατὰ τοὺς ἐκείνῃ βαρβάρους μέρος ἀδῄωτον τὴν χώραν οἰκεῖν, ξὺν πολλῇ ἀπραγμοσύνῃ τὰ ὑμέτερα αὐτῶν ἔχουσιν.

自那时起,我们在此处派驻了人数如此众多之大军,并供养至今,这才使得你们在那里的蛮族方面免遭荼毒,得以安居于未受蹂躏之乡土,并在极其安泰之中保有你们自身的资财。

§1.16.6

ὥσπερ δὲ οὐχ ἱκανὸν ὑμῖν τοῦτό γε, καὶ πόλιν μεγάλην Δάρας ἐπιτείχισμα Πέρσαις πεποίησθε, καίπερ διαρρήδην ἐν ταῖς σπονδαῖς ἀπειρημένον ἅσπερ Ἀνατόλιος πρὸς Πέρσας ἔθετο· καὶ ἀπ’ αὐτοῦ δυοῖν στρατοπέδοιν ἀνάγκη πόνοις τε καὶ δαπάνῃ κεκακῶσθαι τὰ Περσῶν πράγματα, τὸ μέν, ὅπως μὴ Μασσαγέται τὴν ἀμφοτέρων γῆν ἄγειν τε καὶ φέρειν ἀδεῶς δύνωνται, τὸ δέ,2 ὅπως ἂν τὰς ὑμετέρας ἐπιδρομὰς ἀναστέλλοιμεν.

然而,仿佛这对你们尚且不足似的,你们又筑造了达拉斯这一大城作为遏制波斯人的前哨壁垒,尽管在阿纳托利乌斯与波斯人所立之条约中已明文禁止;因此,波斯国力不得不承受两处军营的劳苦与耗费之困顿:其一是为了防止马萨革泰人肆无忌惮地抄掠双方之境,其二则是为了遏制你们的侵袭。

§1.16.7

ὑπὲρ ὧν ἔναγχος μεμφομένων ἡμῶν, δυοῖν τε τὸ ἕτερον ἀξιούντων παρ’ ὑμῶν γίγνεσθαι, ἢ ἐξ ἀμφοτέρων τὸν ἐς πύλας τὰς Κασπίας στρατὸν στέλλεσθαι, ἢ πόλιν Δάρας καταλύεσθαι, τῶν μὲν λεγομένων τὴν μάθησιν οὐ προσίεσθε, κακῷ δὲ μείζονι κρατύνασθαι τὴν ἐς Πέρσας ἐπιβουλὴν ἔγνωτε, εἴ τι μεμνήμεθα τῆς ἐν Μίνδουος οἰκοδομίας· καὶ νῦν δὲ Ῥωμαίοις ἑλετὰ μὲν τὰ τῆς εἰρήνης, αἱρετὰ δὲ τὰ ὅπλα, ἢ τὰ δίκαια πρὸς ἡμᾶς τιθεμένοις, ἢ ἀπ’ ἐναντίας αὐτῶν ἰοῦσιν.

当我们前不久就此提出指责,并要求你们务必履行二者之一——要么双方共同出兵戍守里海之门,要么拆除达拉斯城——你们不仅不体察所言之事理,反倒决意以更大的恶行来强化对波斯的敌对图谋,只要我们对明杜奥斯筑城之事尚有所记忆便知。如今罗马人究竟是择取和平还是付诸兵戎,亦全在于他们:端视他们是对我们秉持正义,还是背道而驰。

§1.16.8

οὐ γὰρ τὰ ὅπλα καταθήσουσι πρότερον Πέρσαι, πρὶν δὴ αὐτοῖς Ῥωμαῖοι ἢ τὰς πύλας δικαίως τε καὶ ὀρθῶς ξυμφυλάξουσιν, ἢ πόλιν Δάρας καταλύσουσι.”

盖若非罗马人公正得体地与波斯人共守险门,或是拆毁达拉斯城,波斯人绝不会先行放下武器。”

§1.16.9

τοσαῦτα Καβάδης εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο, παραδηλώσας ὥς οἱ βουλομένῳ εἴη3 χρήματά τε πρὸς Ῥωμαίων λαβεῖν καὶ τὰς τοῦ πολέμου καταλύειν αἰτίας.

卡瓦德斯言毕,便遣退了使节,暗中示意自己愿意接受罗马人的金钱并借此消除战端之因由。

§1.16.10

ἅπερ Ῥουφῖνος ἐς Βυζάντιον ἥκων βασιλεῖ ἤγγειλεν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ Ἑρμογένης ἀφίκετο, καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι.

鲁菲努斯返回拜占庭后,将此事禀报皇帝。此后不久赫尔莫戈尼斯亦赶到,冬季遂告终结,查士丁尼皇帝执掌最高皇权之第四个年头亦由此结束。

语法注3 条
  1. 1.16.4παρὸν αὐτὰς χρήμασιν ὠνεῖσθαι

    παρόν 为非人称动词 πάρεστι(可能)的现在分词中性单数宾格,在此作独立宾格(accusative absolute)使用,表让步或时间(“当时本可用金钱将其买下/在可能买下时”),嵌套在由 ἐπεί 引导的从属句之中。

  2. 1.16.6δυοῖν στρατοπέδοιν ἀνάγκη πόνοις τε καὶ δαπάνῃ κεκακῶσθαι τὰ Περσῶν πράγματα, τὸ μέν... τὸ δέ

    中性主格的“τὸ μέν... τὸ δέ...”与前面的 δυοῖν στρατοπέδοιν(双数属格)构成部分同格关系(即“全体与部分同格”结构 schema καθ' ὅλον καὶ μέρος),后文各自接有目的从句(ὅπως μή... 与 ὅπως ἄν...),分别说明设立两支军队的不同缘由与耗费负担。

  3. 1.16.9ὥς οἱ βουλομένῳ εἴη

    此处 εἴη 为间接引语中的希求语气,承接前置的过去分词 παραδηλώσας。短语结合了间接反身代词与格 οἱ 和分词 βουλομένῳ,源自古典希腊语固有习惯表达(如 εἴ μοί ἐστι βουλομένῳ,“若合乎我之意愿/若我乐意”),表明卡瓦德斯本人有意接受金钱以息事宁人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.16.1-1.16.10