← 普罗科皮乌斯

战史

§1.15.18-1.15.33

察尼人的臣服与佩尔萨美尼亚要地的夺取

罗马军夺取了博隆要塞与法兰吉昂金矿,文中追述了西塔斯早先降服并感化察尼人皈依基督教之原委。随后记述了金矿总管西麦翁尼斯之背离,以及昔日敌将纳尔塞斯、阿拉提乌斯之幼弟伊萨阿克内通献城之事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15.18

Τότε καὶ Περσῶν χωρία ἐν Περσαρμενίοις Ῥωμαῖοι ἔσχον, φρούριόν τε τὸ Βῶλον καὶ τὸ Φαράγγιον καλούμενον, ὅθεν δὴ τὸν χρυσὸν Πέρσαι ὀρύσσοντες βασιλεῖ φέρουσιν.

当时,罗马军亦夺取了波斯人在波斯亚美尼亚境内的领地,即名为博隆的要塞以及被称为法兰吉昂的地方,波斯人正是从此处开采黄金并运奉其国王。

§1.15.19

ἐτύγχανον δὲ καὶ ὀλίγῳ πρότερον καταστρεψάμενοι τὸ Τζανικὸν ἔθνος, οἳ ἐν γῇ τῇ Ῥωμαίων αὐτόνομοι ἐκ παλαιοῦ ἵδρυντο· ἅπερ αὐτίκα ὅντινα ἐπράχθη τρόπον λελέξεται.

在此之前不久,他们还征服了察尼人这一部族;此部族自古便定居于罗马境内并保持自治。至于此事究竟如何实现,下文即刻叙述。

§1.15.20

Ἐκ τῶν Ἀρμενίας χωρίων ἐς Περσαρμενίαν ἰόντι1 ἐν δεξιᾷ μὲν ὁ Ταῦρός ἐστιν, ἔς τε Ἰβηρίαν καὶ τὰ ἐκείνῃ ἔθνη διήκων, ὥσπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται, ἐν ἀριστερᾷ δὲ κατάντης μὲν ἐπὶ πλεῖστον ἀεὶ προϊοῦσα ἡ ὁδὸς γίνεται, καὶ ὄρη ἀποκρέμαται λίαν ἀπότομα νεφέλαις τε καὶ χιόσι κεκαλυμμένα τὸν πάντα αἰῶνα, ἔνθεν ἐξιὼν ποταμὸς Φᾶσις φέρεται ἐς γῆν τὴν Κολχίδα. ταύτῃ τὸ ἐξ ἀρχῆς βάρβαροι, τὸ Τζανικὸν ἔθνος, οὐδενὸς κατήκοοι ᾤκηντο, Σάνοι ἐν τοῖς ἄνω χρόνοις καλούμενοι, λῃστείαις μὲν χρώμενοι ἐς τοὺς περιοίκους Ῥωμαίους, δίαιταν δὲ σκληρὰν ὑπερφυῶς ἔχοντες καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες· οὐ γάρ τι ἐς βρῶσιν αὐτοῖς ἀγαθὸν ἡ γῆ ἔφερε.

凡自亚美尼亚各地前往波斯亚美尼亚者,右侧即为托罗斯山脉,如我不久前所述,此山蜿蜒伸入伊比利亚及彼处各民族之境;左侧之道路随前行而始终极度陡峭下倾,且有极险峻之群山悬绝耸立,历年皆为云雾与积雪所遮蔽,帕西斯河正发源于彼处,奔流注入科尔基斯之境。自古以来,便有蛮族——即察尼部族——在此居住,不臣服于任何人,往昔被称为萨诺伊人;他们常年向邻近的罗马人实施劫掠,过着极度艰苦之生活,向来以掳掠之物度日,盖该地不产任何可供食用之佳物。

§1.15.22

διὸ δὴ αὐτοῖς χρυσίον τακτὸν ἀνὰ πᾶν ἔτος ὁ Ῥωμαίων βασιλεὺς ἔπεμπεν, ἐφ’ ᾧ δὴ μήποτε ληίσονται2 τὰ ἐκείνῃ χωρία.

因此,罗马皇帝每年向他们送去定额之黄金,条件是他们绝不再掳掠彼处之领地。

§1.15.23

οἱ δὲ καὶ ὅρκους τοὺς σφίσι πατρίους ὑπὲρ τούτων ὀμνύντες καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιούμενοι ἀπροσδόκητοί τε ἐμπίπτοντες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐκακούργουν οὐκ Ἀρμενίους μόνον, ἀλλὰ καὶ τοὺς αὐτῶν ἐχομένους Ῥωμαίους μέχρι ἐς θάλασσαν, δι’ ὀλίγου τε τὴν ἔφοδον πεποιημένοι εὐθὺς ἐπ’ οἴκου ἀπεκομίζοντο.

然而,他们虽曾就此立下本族祖传之誓言,却对所誓之事全然不顾,猝然发起侵袭,大抵不仅侵害亚美尼亚人,亦殃及直至海滨之邻近罗马人,且在短暂袭扰之后旋即退回本乡。

§1.15.24

καὶ Ῥωμαίων ἴσως ἐντυχόντες στρατῷ ἡσσῶντο μὲν τῇ μάχῃ, ἁλώσιμοι δὲ παντάπασιν οὐκ ἐγίνοντο χωρίων ἰσχύϊ. μάχῃ τοίνυν ὁ Σίττας αὐτοὺς πρὸ τοῦδε τοῦ πολέμου νικήσας, ἐπαγωγά τε πολλὰ ἐς αὐτοὺς εἰπών τε καὶ πράξας, προσποιήσασθαι παντελῶς ἴσχυσε.3 τήν τε γὰρ δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες ἐς καταλόγους αὑτοὺς Ῥωμαϊκοὺς ἐσεγράψαντο, καὶ τὸ λοιπὸν ξὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξίασι. τήν τε δόξαν ἐπὶ τὸ εὐσεβέστερον μετέθεντο, ἅπαντες Χριστιανοὶ γεγενημένοι. τὰ μὲν οὖν ἀμφὶ τοῖς Τζάνοις ταύτῃ πη ἔσχεν.

若偶然遭遇罗马军队,他们固然在交锋中败北,却因地形险要而绝不致被俘虏。因此,西塔斯在此次战事之前于交锋中将其击败,又对他们施以诸多恩信兼备之言行,遂成功将其全盘收服。盖他们将生活方式转向更为文明温和之道,将自身编入罗马兵籍,自此以后便同其余罗马大军一并出征抗敌。他们亦将信仰转向更为虔敬之途,全体皈依了基督教。关于察尼人之事,大抵便是如此。

§1.15.26

ʽΥπερβάντι δὲ τὰ αὐτῶν ὅρια φάραγξ ἐστὶ βαθεῖά τε καὶ λίαν κρημνώδης, μέχρι ἐς τὰ Καυκάσια ὄρη διήκουσα. ἐνταῦθα χωρία τε πολυανθρωπότατά ἐστι καὶ ἄμπελός τε καὶ ἡ ἄλλη ὀπώρα διαρκῶς φύεται.

若逾越其边界,则有一处深邃且极度峻峭之峡谷,直通高加索山脉。此地村邑人口极为稠密,葡萄及其他果实繁茂不绝。

§1.15.27

καὶ μέχρι μὲν ἐς τριῶν ἡμερῶν ὁδὸν μάλιστα Ῥωμαίοις ἡ φάραγξ αὕτη ὑποτελὴς τυγχάνει οὖσα, τὸ δὲ ἐνθένδε οἱ Περσαρμενίων ὅροι ἐκδέχονται, οὗ δὴ καὶ τὸ τοῦ χρυσοῦ μέταλλόν ἐστιν ὅπερ Καβάδου δόντος ἐπετρόπευε τῶν τις ἐπιχωρίων Συμεώνης ὄνομα.

此峡谷约有三日程之距离恰向罗马人纳税朝贡,自此之后便接壤波斯亚美尼亚人之疆界,此处亦正是金矿所在之地,卡瓦德斯曾将其委付于一位名叫西麦翁尼斯之本地人掌管。

§1.15.28

οὗτος ὁ Συμεώνης, ἐπειδὴ ἀμφοτέρους ἐς τὸν πόλεμον ἀκμάζοντας εἶδε, Καβάδην τῆς τῶν χρημάτων προσόδου ἀποστερεῖν ἔγνω.

这位西麦翁尼斯眼见双方皆正竭尽全力投入交战,遂决意断绝卡瓦德斯在此处之钱财收入。

§1.15.29

διὸ δὴ αὑτόν τε καὶ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδοὺς οὐδετέροις τὸν ἐκ τοῦ μετάλλου χρυσὸν ἀποφέρειν ἠξίου.

因此,他率己身及法兰吉昂归附罗马人,认为无须再将矿中黄金运交任何一方。

§1.15.30

Ῥωμαῖοι μὲν γὰρ οὐδὲν ἔπραττον, ἀποχρῆν σφίσιν ἡγούμενοι ἀπολωλέναι τοῖς πολεμίοις τὴν ἐνθένδε φοράν, Πέρσαι δὲ οὐχ οἷοί τε ἦσαν ἀκόντων Ῥωμαίων τοὺς ταύτῃ ᾠκημένους ἀντιστατούσης τῆς δυσχωρίας βιάζεσθαι.

盖罗马人未采取任何行动,自度敌方失去此处之赋税便已足矣;而波斯人若违逆罗马人之意愿,亦因险恶之地形横亘阻碍,无力以武力迫服居于彼处之人。

§1.15.31

Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους Ναρσῆς τε καὶ Ἀράτιος, οἳ Βελισαρίῳ καὶ Σίττᾳ ἐν Περσαρμενίων τῇ χώρᾳ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς χεῖρας ἦλθον, ὥσπερ ἔμπροσθέν μοι δεδήλωται, ξὺν τῇ μητρὶ αὐτόμολοι ἐς Ῥωμαίους ἧκον, καὶ αὐτοὺς Ναρσῆς ὁ βασιλέως ταμίας ἐδέξατο (Περσαρμένιος γὰρ καὶ αὐτὸς γένος ἐτύγχανε) χρήμασί τε αὐτοὺς δωρεῖται μεγάλοις.

大抵与此同时,曾在此战初期于波斯亚美尼亚境内与贝利撒留和西塔斯交过手之纳尔塞斯与阿拉提乌斯——如我前文所载——携其母亲降顺罗马人。皇家司库纳尔塞斯接纳了他们——盖他本人恰亦出身波斯亚美尼亚——并赏赐他们巨额财物。

§1.15.32

ὅπερ ἐπειδὴ Ἰσαάκης, ὁ νεώτατος αὐτῶν ἀδελφός, ἔμαθε, Ῥωμαίοις λάθρα ἐς λόγους ἐλθὼν Βῶλον αὐτοῖς τὸ φρούριον, ἄγχιστά πη ὂν τῶν Θεοδοσιουπόλεως ὁρίων, παρέδωκε.

其幼弟伊萨阿克得知此事后,遂暗中与罗马人接洽,将极靠近狄奥多西波利斯边界之博隆要塞移交彼等。

§1.15.33

στρατιώτας γὰρ ἐγγύς πη ἐπέστελλε κρύπτεσθαι, οὓς δὴ τῷ φρουρίῳ νύκτωρ ἐδέξατο, μίαν αὐτοῖς λάθρα ἀνακλίνας πυλίδα· οὕτω τε καὶ αὐτὸς ἐς Βυζάντιον ἦλθεν.

盖他嘱咐兵士埋伏于近处,并在夜间暗中为其开启一扇小旁门,将他们迎入要塞;他本人亦以此方式前往拜占庭。

语法注3 条
  1. 1.15.20ἰόντι

    现在分词与格(阳性单数),用作表视点或基准的“情态与格”(dativus iudicantis)或“关涉与格”,在地理描写中表示行路者的观察角度(“对前往……的人而言”)。后文中的 Ὑπερβάντι 亦属同类构词与句法。

  2. 1.15.22ἐφ’ ᾧ δὴ μήποτε ληίσονται

    介词短语 ἐφ’ ᾧ 后接将来时直陈语气动词(ληίσονται),表示约定或条约的条件与规定(“条件是他们绝不再掳掠”)。此为古典及后古典希腊语中表示约定条款的常见句式。

  3. 1.15.25προσποιήσασθαι παντελῶς ἴσχυσε

    限定动词 ἴσχυσε 支配中间位不定词 προσποιήσασθαι,意为“得以完全收服/招纳归己”。动词 προσποιέω 的中间位表示“使之归顺于己、拉拢为同盟”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.15.18-1.15.33