- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.15.1-1.15.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对卡瓦德斯派遣之波斯大军,罗马将领西塔斯与多罗特乌斯先奇袭其大营得手,随后在萨塔拉城下凭借伏兵与出城掩杀夹击敌军,并在弗洛伦提乌斯夺取帅旗之英勇舍身下,击退了在兵力上占绝对优势的蛮族军队。
Καβάδης δὲ ἄλλο στράτευμα ἐς Ἀρμενίαν τὴν Ῥωμαίων κατήκοον ἔπεμψε. τὸ δὲ στράτευμα τοῦτο Περσαρμενίων τε καὶ Σουνιτῶν ἦσαν,1 οἳ δὴ Ἀλανοῖς εἰσιν ὅμοροι. Οὖννοί τε αὐτοῖς οἱ Σάβειροι καλούμενοι τρισχίλιοι ξυνῆσαν, μαχιμώτατον ἔθνος.
卡瓦德斯向归属罗马统治之亚美尼亚派遣了另一支大军。这支军队由波斯亚美尼亚人及与阿兰人接壤之苏尼塔人组成。随同彼等的尚有被称为萨比尔人的三千匈人,这是一个极为尚武之民族。
στρατηγὸς δὲ Μερμερόης, Πέρσης ἀνήρ, ἅπασιν ἐφειστήκει. οἵπερ ἐπειδὴ Θεοδοσιουπόλεως τριῶν ἡμερῶν ὁδῷ διεῖχον, ἐνστρατοπεδευσάμενοί τε ἔμενον ἐν Περσαρμενίων τῇ χώρᾳ καὶ τὰ ἐς τὴν ἐσβολὴν ἐξηρτύοντο.
波斯人将领梅尔梅罗埃斯统领全军。彼等进至距狄奥多西波利斯三日路程之处,遂在波斯亚美尼亚境内安营驻扎,筹备入侵之事宜。
ἐτύγχανε δὲ Ἀρμενίας μὲν στρατηγὸς Δωρόθεος ὤν, ἀνὴρ ξυνετός τε καὶ πολέμων πολλῶν ἔμπειρος. Σίττας δὲ ἀρχὴν μὲν τὴν στρατηγίδα ἐν Βυζαντίῳ εἶχε, παντὶ δὲ τῷ ἐν Ἀρμενίοις στρατῷ ἐφειστήκει.
此时多罗特乌斯恰任亚美尼亚之军政长官,此人精明审慎,历经多场战事。西塔斯虽在拜占庭担任将军之职,却总领驻亚美尼亚之全军。
οἳ δὴ στράτευμα πολεμίων γνόντες ἐν Περσαρμενίοις ἀγείρεσθαι, δορυφόρους δύο εὐθὺς ἔπεμψαν ἐφ’ ᾧ διασκοπήσαντες ἅπασαν σφίσι τῶν πολεμίων τὴν δύναμιν ἐσαγγείλωσιν.2
彼等既知敌军在波斯亚美尼亚集结,遂立派两名侍卫,以便彼等探明敌军之全部兵力后回报。
ἄμφω τε ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων γενόμενοι καὶ ἅπαντα ἐς τὸ ἀκριβὲς κατανοήσαντες ἀπηλλάσσοντο.
二人潜入蛮族营地,将一切情况探查确凿后方行离去。
ὁδῷ τε ἰόντες ἔς τι τῶν ἐκείνῃ χωρίων Οὔννοις πολεμίοις ἀπροσδόκητοι ἐντυγχάνουσιν. ὑφ’ ὧν ἅτερος μέν, Δάγαρις ὄνομα, δεθεὶς ἐζωγρήθη, ὁ δὲ δὴ ἄλλος φυγεῖν τε ἴσχυσε καὶ τοῖς στρατηγοῖς τὸν πάντα λόγον ἀπήγγειλεν.
在行经该地某一村落之途中,彼等猝不及防遭遇敌对之匈人。其中一人名唤达加里斯者被缚生擒,另一人则侥幸逃脱,并将全盘实情据实呈报将军。
οἱ δὲ ἅπαν τὸ στράτευμα ἐξοπλίσαντες, τῶν πολεμίων τῷ στρατοπέδῳ ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν.
将军们命全军披甲,突袭敌军之大营。
οἵ τε βάρβαροι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ’ ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ἐνταῦθα Ῥωμαῖοι κτείναντές τε συχνοὺς καὶ τὸ στρατόπεδον ληισάμενοι αὐτίκα δὴ ὀπίσω ἀπήλαυνον.
蛮族为突袭所骇,不再图谋抵抗,而是各自仓皇逃命。罗马军遂斩杀多人,劫掠其营寨,旋即撤回。
Μερμερόης τε ξύμπασαν ἀγείρας τὴν στρατιὰν οὐ πολλῷ ὕστερον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, καὶ καταλαμβάνουσι τοὺς πολεμίους ἀμφὶ Σάταλαν πόλιν. οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐν χωρίῳ Ὀκτάβῃ ἡσύχαζον, ὅπερ τῆς πόλεως ἕξ τε καὶ πεντήκοντα σταδίους ἀπέχει.
不久之后,梅尔梅罗埃斯集结全部大军攻入罗马领地,在萨塔拉城附近与敌军相遇。彼等在距该城五十六斯塔迪昂名为奥克塔瓦之处扎营驻防。
Σίττας μὲν οὖν χιλίους ἐπαγαγόμενος ὄπισθεν τῶν τινος λόφων ἐκρύπτετο, οἷοι πολλοὶ Σάταλαν τὴν πόλιν ἐν πεδίῳ κειμένην κυκλοῦσι.
西塔斯遂率千人潜伏于某一丘陵之后——萨塔拉城地处平原,周围环绕着诸多此类丘陵。
Δωρόθεον δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐντὸς τοῦ περιβόλου ἐκέλευε μένειν, ἐπεὶ ἐν τῷ ὁμαλῷ τοὺς πολεμίους ὑφίστασθαι οἷοί τε εἶναι οὐδαμῆ ᾤοντο, οὐχ ἧσσον ἢ τρισμυρίους ὄντας, αὐτοὶ μόλις ἐς τὸ ἥμισυ ἐξικνούμενοι.3
他命令多罗特乌斯偕余军坚守于城墙之内,因彼等自度绝无可能在平原上抵挡敌军,盖〔敌军〕不下三万之众,而己方兵力勉强仅达其半数。
τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ οἱ βάρβαροι ἄγχιστα τοῦ περιβόλου γενόμενοι, κύκλωσιν αὐτοῦ ποιεῖσθαί τινα ἐν σπουδῇ εἶχον. ἄφνω δὲ κατιδόντες τοὺς ἀμφὶ Σίτταν ἐξ ὑψηλοῦ ἤδη ἐπ’ αὐτοὺς καταβαίνοντας, καὶ αὐτῶν ξυμμετρεῖσθαι τὸ πλῆθος ἥκιστα ἔχοντες, ἅτε κονιορτοῦ ὥρᾳ θέρους πολλοῦ ἐγκειμένου, πολλῷ τε πλείους ᾤοντο εἶναι καὶ τῆς κυκλώσεως κατὰ τάχος ἀφέμενοι ἐς ὀλίγον τινὰ χῶρον αὑτοὺς ξυναγαγεῖν ἠπείγοντο.
翌日,蛮族逼近城墙,亟欲围攻此城。然而彼等忽见西塔斯所部已自高处向己方冲杀而下,又因夏令时节尘土漫天飞扬,根本无从估量敌兵之数,遂误以为罗马兵力极其雄厚,便仓促放弃合围之举,急于将全军聚拢于逼狭之处。
φθάσαντες δὲ Ῥωμαῖοι καὶ διελόντες σφᾶς αὐτοὺς ἐς ξυμμορίας δύο ἀναχωροῦσιν ἐκ τοῦ περιβόλου ἐπέθεντο, ὅπερ ἐπειδὴ ἅπας εἶδεν ὁ Ῥωμαίων στρατός, ἐθάρσησάν τε καὶ δρόμῳ πολλῷ ἐκ τοῦ περιβόλου ξυρρέοντες ἐπὶ τοὺς ἐναντίους ἐχώρησαν.
罗马军抢占先机,分作两路,扑向自城墙下撤退之敌;全数罗马守军目睹此景,军威大振,亦自城墙内夺门奔涌而出,杀向敌阵。
μέσους δὲ αὐτοὺς καταστησάμενοι εἰς φυγὴν ἔτρεψαν. πλήθει μέντοι, ὥσπερ ἐρρήθη, τῶν πολεμίων οἱ βάρβαροι ὑπεραίροντες ἔτι ἀντεῖχον, ἥ τε μάχη καρτερὰ ἐγεγόνει καὶ ἐκ χειρὸς ἦν.
彼等将敌合围于中,将其击溃。然而,如前所述,蛮族因兵力远胜敌军,仍负隅顽抗,战事极为激烈,演变为肉搏交锋。
ἀγχιστρόφους δὲ τὰς διώξεις ἐποιοῦντο ἐς ἀλλήλους ἑκάτεροι, ἐπεὶ ἱππεῖς ἅπαντες ἦσαν. ἐνταῦθα Φλωρέντιος Θρᾷξ, καταλόγου ἱππικοῦ ἄρχων, εἰς μέσους ὁρμήσας τοὺς πολεμίους καὶ αὐτῶν τὸ στρατηγικὸν σημεῖον ἁρπάσας, ἐπικλίνας τε αὐτὸ ὡς μάλιστα, ὀπίσω ἀπήλαυνε.
双方皆为骑兵,故在彼此追逐中频繁回转回旋。值此之际,色雷斯人弗洛伦提乌斯——一位骑兵部队之统领——挺身冲入敌军核心,夺其帅旗,极力将其倒倾,策马而回。
καὶ αὐτὸς μὲν καταληφθείς τε καὶ κρεουργηθεὶς αὐτοῦ ἔπεσε, τῆς δὲ νίκης Ῥωμαίοις αἰτιώτατος γέγονεν. ἐπεὶ γὰρ τὸ σημεῖον οἱ βάρβαροι οὐκέτι ἑώρων, ἐς ἀκοσμίαν τε πολλὴν καὶ ὀρρωδίαν ἐμπεπτωκότες ὑπεχώρησάν τε καὶ γενόμενοι ἐν τῷ στρατοπέδῳ ἡσύχαζον, πολλοὺς ἐν τῇ μάχῃ ἀποβαλόντες. τῇ τε ὑστεραίᾳ ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν οὐδενὸς σφίσιν ἐπισπομένου, ἐπεὶ μέγα τε καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι τῷ Ῥωμαίων στρατῷ βαρβάρους τοσούτους τὸ πλῆθος ἔν τε τῇ σφετέρᾳ χώρᾳ ἐκεῖνα πεπονθέναι ἅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται, καὶ ἐς τὴν πολεμίαν ἐμβεβληκότας ἀπράκτους τε καὶ οὕτω πρὸς τῶν ἐλασσόνων ἡσσημένους ἀπαλλαγῆναι.
他虽被追及斩为肉泥,战死阵中,却成为罗马人克敌制胜之最大功臣。盖蛮族既不见军旗,顿时陷入极度混乱与惊恐之中,全线后撤,退回营地驻足不战,在战斗中折损甚重。次日,彼等全体踏上归途,未有一兵一卒追击;盖在罗马大军看来,如此庞大规模之蛮族,先在己方领土内遭受了如我不久前所叙之重创,今又大举进犯敌境,却徒劳无功,竟遭人数处于劣势之军击溃而退去,此已堪称伟烈显赫之大功。
- 1.15.1τὸ δὲ στράτευμα τοῦτο Περσαρμενίων τε καὶ Σουνιτῶν ἦσαν
主语为单数中性名词 στράτευμα,而动词却使用了复数形式 ἦσαν。这属于依义构词法(constructio ad sensum),即动词与集合名词所包含的多数士兵之实际意义取得一致。
- 1.15.4ἐφ’ ᾧ διασκοπήσαντες ἅπασαν σφίσι τῶν πολεμίων τὴν δύναμιν ἐσαγγείλωσιν
介词短语 ἐφ’ ᾧ 后接虚拟式(ἐσαγγείλωσιν),表示“以……为条件/为了……”的目的或条件从句结构,在此指代派遣斥候所赋予的任务与目的。
- 1.15.11οὐχ ἧσσον ἢ τρισμυρίους ὄντας, αὐτοὶ μόλις ἐς τὸ ἥμισυ ἐξικνούμενοι
在依附于 ᾤοντο 的分词短语中,敌军兵力通过宾格分词(οὐχ ἧσσον ἢ τρισμυρίους ὄντας)表示,而与之相对比的罗马军自身(αὐτοὶ μόλις ἐς τὸ ἥμισυ ἐξικνούμενοι)则采用主格分词,与 ᾤοντο 的主语保持一致。
