← 普罗科皮乌斯

战史

§1.14.36-1.14.55

击溃不朽军与达拉战役的胜利

在达拉战役中,罗马军借助风势与埋伏击溃波斯右翼,继而以侧击包抄重创得到增援的波斯左翼及“不朽军”,斩杀波斯主将巴雷斯马纳斯,赢得决定性胜利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.36

ἐν περιτροπῇ γὰρ ἀεὶ ἀκμῆτες ἐμάχοντο, αἴσθησιν τοῦ ποιουμένου τοῖς πολεμίοις ὡς ἥκιστα παρεχόμενοι, οὐ μέντοι οὐδὲ ὣς Ῥωμαῖοι τὸ ἔλασσον εἶχον. πνεῦμα γὰρ ἐνθένδε ἐπίφορον ἐπὶ τοὺς βαρβάρους ἐπιπεσὸν1 οὐ λίαν αὐτῶν τὰ τοξεύματα ἐνεργεῖν εἴα.

他们轮番上阵,始终以生力军作战,极力不让敌人察觉其调换,然而即便如此,罗马人亦未处于劣势。因一阵自罗马军方向吹向蛮族的顺风,使彼等的箭矢无法充分发挥效力。

§1.14.37

ἐπεὶ δὲ ἅπαντα ἑκατέρους τὰ βέλη ἤδη ἐπιλελοίπει,2 τοῖς τε δόρασιν ἐς ἀλλήλους ἐχρῶντο καὶ ἡ μάχη ἔτι μᾶλλον ἐκ χειρὸς ἐγεγόνει. Ῥωμαίων δὲ κέρας τὸ ἀριστερὸν μάλιστα ἔκαμνε.

当双方所有箭矢皆告罄尽,彼等遂以长矛互刺,战事愈发演变为肉搏之势。罗马军左翼尤为吃紧。

§1.14.38

Καδισηνοὶ γάρ, οἳ ταύτῃ ξὺν τῷ Πιτυάξῃ ἐμάχοντο, πολλοὶ ἐπιβεβοηθηκότες ἐξαπιναίως ἐτρέψαντό τε τοὺς πολεμίους καὶ φεύγουσιν ἐγκείμενοι ἰσχυρότατα συχνοὺς ἔκτεινον.

盖在此处随皮秋阿克西斯作战之卡迪塞尼人,大队突然增援而至,击溃敌军,并紧逼溃逃之众,斩杀甚多。

§1.14.39

ὃ δὴ κατιδόντες οἱ ξὺν τῷ Σουνίκᾳ τε καὶ Ἀϊγάν, δρόμῳ πολλῷ ἐπ’ αὐτοὺς ᾔεσαν. πρῶτοι δὲ οἱ τριακόσιοι ξὺν τῷ Φάρᾳ Ἔρουλοι ἐξ ὑψηλοῦ κατὰ νώτου τῶν πολεμίων γενόμενοι, ἔργα θαυμαστὰ ἔς τε τοὺς ἄλλους καὶ τοὺς Καδισηνοὺς ἐπεδείκνυντο.

苏尼卡斯与埃甘所属部众见状,遂全速向彼等奔袭而去。法拉斯所率三百埃鲁尔人首先自高处绕至敌军背后,对余众及卡迪塞尼人大显神威。

§1.14.40

οἳ δὴ ἐπεὶ καὶ τοὺς ἀμφὶ τὸν Σουνίκαν πλαγίους ἤδη ἀνιόντας ἐπ’ αὐτοὺς εἶδον, ἐς φυγὴν ὥρμηντο.

敌军既见苏尼卡斯部亦已自侧翼向己包抄而来,遂仓皇奔逃。

§1.14.41

τῆς δὲ τροπῆς λαμπρᾶς γενομένης, ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν οἱ ταύτῃ Ῥωμαῖοι, γέγονε φόνος τῶν βαρβάρων πολύς.

溃败之势既已明朗,此处的罗马军队彼此会合,对蛮族展开大肆屠杀。

§1.14.42

καὶ αὐτῶν κατὰ κέρας τὸ δεξιὸν οὐχ ἥσσους ἢ τρισχίλιοι ἐν τούτῳ τῷ πόνῳ ἀπέθανον, οἱ δὲ λοιποὶ ἐς τὴν φάλαγγα μόλις καταφυγόντες ἐσώθησαν.

在这一鏖战中,敌右翼战死者不下三千人,余众狼狈逃奔回主力方阵始得生还。

§1.14.43

Ῥωμαῖοί τε οὐκέτι ἐδίωκον, ἀλλ’ ἐν τῇ παρατάξει ἑκάτεροι ἔστησαν ἀντίοι ἀλλήλοις. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.

罗马人未再追击,双方仍列阵相对而立。此一方向之战况大略如此。

§1.14.44

Μιρράνης δὲ ἄλλους τε πολλοὺς καὶ τοὺς ἀθανάτους λεγομένους ἅπαντας ἐς μέρος τὸ ἀριστερὸν λάθρα ἔπεμψεν. οὓς δὴ κατιδόντες Βελισάριός τε καὶ Ἑρμογένης, τοὺς ἀμφὶ Σουνίκαν τε καὶ Ἀϊγὰν ἑξακοσίους ἐς γωνίαν τὴν ἐν δεξιᾷ ἐκέλευον ἰέναι, οὗ δὴ οἱ ξὺν τῷ Σίμμᾳ τε καὶ Ἀσκὰν ἵσταντο, καὶ αὐτῶν ὄπισθεν τῶν Βελισαρίῳ ἑπομένων πολλοὺς ἔστησαν.

米兰尼斯则暗中将众多兵马及全部所谓“不朽军”调往左翼。贝利撒留与赫尔墨根尼斯窥见此举,遂命苏尼卡斯与埃甘麾下之六百人移驻右侧拐角处,即西马斯与阿斯坎部众驻防之地,并在彼等身后部署了许多贝利撒留之部属。

§1.14.45

Πέρσαι μὲν οὖν οἳ κέρας τὸ ἀριστερὸν εἶχον Βαρεσμανᾶ ἡγουμένου σφίσι ξὺν τοῖς ἀθανάτοις ἐς τοὺς κατ’ αὐτοὺς Ῥωμαίους δρόμῳ ἐσέβαλλον. οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηντο.

占据左翼之波斯人在巴雷斯马纳斯率领下,偕同不朽军,奔突冲向正面的罗马军。罗马人未能经受住此番冲击,转身败退。

§1.14.46

τότε δὴ οἵ τε ἐν τῇ γωνίᾳ Ῥωμαῖοι καὶ ὅσοι αὐτῶν ὄπισθεν ἦσαν, σπουδῇ πολλῇ ἐπὶ τοὺς διώκοντας ᾔεσαν.

此时,位于拐角处之罗马军及其后方之众,皆以迅疾之势直扑追击之敌。

§1.14.47

ἅτε δὲ τοῖς βαρβάροις ἐγκάρσιοι ἰόντες, διεῖλον αὐτῶν δίχα τὸ στράτευμα,3 καὶ τοὺς μὲν πλείστους ἐν δεξιᾷ εἶχον, τινὰς δὲ καὶ ἐγκαταλειφθέντας ἐν ἀριστερᾷ ἐποιήσαντο. ἐν τοῖς καὶ τὸν τοῦ Βαρεσμανᾶ τὸ σημεῖον φέροντα ξυνέπεσεν εἶναι, ὃν δὴ ὁ Σουνίκας τῷ δόρατι ἐπελθὼν παίει.

彼等既侧击蛮族,遂将敌军斩为两段,将大半留于右侧,而将受困之少数分割于左侧。巴雷斯马纳斯之执旗官恰在其列,苏尼卡斯策马疾进,以长矛将其刺中。

§1.14.48

ἤδη τε Πέρσαι οἱ ἐν τοῖς πρώτοις διώκοντες, αἰσθόμενοι οὗ ἦσαν κακοῦ, στρέψαντές τε τὰ νῶτα καὶ τὴν δίωξιν καταπαύσαντες ἐπ’ αὐτοὺς ᾔεσαν, καὶ ἀπ’ αὐτοῦ ἀμφίβολοι πρὸς τῶν πολεμίων ἐγίνοντο.

在前方追击之波斯人亦察觉己身陷入险境,遂回身停止追击,转而向其杀来;由此彼等陷入了受敌两面夹攻之势。

§1.14.49

ξυνέντες γὰρ τῶν ποιουμένων οἱ φεύγοντες ἀνέστρεφον αὖθις. οἵ τε γοῦν ἄλλοι Πέρσαι καὶ ὁ τῶν ἀθανάτων λόχος, κεκλιμένον τε τὸ σημεῖον ἰδόντες καὶ ἐς τὸ ἔδαφος καθειμένον, ἐπὶ τοὺς ἐκείνῃ Ῥωμαίους ξὺν τῷ Βαρεσμανᾷ ὥρμησαν.

盖溃逃之罗马人亦察明局势,再度掉头杀回。其余波斯人及不朽军军团见军旗倾倒坠地,遂随巴雷斯马纳斯直扑该处之罗马军。

§1.14.50

Ῥωμαῖοι δὲ ὑπηντίαζον. καὶ πρῶτος Σουνίκας τὸν Βαρεσμανᾶν ἔκτεινέ τε καὶ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἔρριψε. καὶ ἀπ’ αὐτοῦ ἐς δέος μέγα οἱ βάρβαροι ἐμπεπτωκότες ἀλκῆς μὲν οὐκέτι ἐμέμνηντο, ἀκοσμίᾳ δὲ πολλῇ ἐχόμενοι ἔφευγον.

罗马人迎头痛击。苏尼卡斯率先斩杀巴雷斯马纳斯,将其击落马下。蛮族因之大骇,尽忘平日勇武,陷入极度混乱仓皇奔逃。

§1.14.51

καὶ αὐτῶν Ῥωμαῖοι κύκλωσίν τινα ποιησάμενοι πεντακισχιλίους μάλιστα ἔκτειναν. οὕτω τε τὰ στρατόπεδα παντάπασιν ἐκινήθη ἑκάτερα, Περσῶν μὲν ἐς ὑπαγωγήν, Ῥωμαίων δὲ ἐς τὴν δίωξιν.

罗马人对彼等形成包围之势,斩杀约五千人。于是两军全线震动,波斯军退却,罗马军追击。

§1.14.52

ἐν τούτῳ τῷ πόνῳ ὅσοι δὴ πεζοὶ ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ῥίψαντές τε τοὺς θυρεοὺς καὶ καταλαμβανόμενοι κόσμῳ οὐδενὶ πρὸς τῶν πολεμίων ἐκτείνοντο. Ῥωμαίων μέντοι ἡ δίωξις δι’ ὀλίγου ἐγένετο.

在此次厮杀中,波斯军中所有步兵皆弃掷盾牌,在被追及之时毫无秩序地遭敌屠戮。然而罗马人之追击仅持续了极短距离。

§1.14.53

Βελισάριος γὰρ καὶ Ἑρμογένης περαιτέρω ἰέναι οὐδαμῆ εἴων, δείσαντες μή τινι ἀνάγκῃ Πέρσαι ὑποστραφέντες τρέψωνται αὐτοὺς οὐδενὶ λόγῳ διώκοντας, ἱκανόν τε αὐτοῖς κατεφαίνετο τὴν νίκην ἀκραιφνῆ διασώσασθαι.

盖贝利撒留与赫尔墨根尼斯绝不许部队过度深入,唯恐波斯人迫于绝境反戈一击,击溃这支轻率追击之军;彼等认为保全此场完胜已足矣。

§1.14.54

μακροῦ γὰρ χρόνου Ῥωμαίων τῇ μάχῃ ἐκείνῃ τῇ ἡμέρᾳ ἡσσήθησαν Πέρσαι.4 οὕτω μὲν ἀπ’ ἀλλήλων ἑκάτεροι διεκρίθησαν.

盖时隔良久,波斯人终于在当日之战中败于罗马人之手。双方遂以此方式脱离接触。

§1.14.55

Πέρσαι δὲ οὐκέτι μάχην ἐκ τοῦ εὐθέος ἐς Ῥωμαίους διενεγκεῖν ἤθελον. ἐγένοντο μέντοι ἀμφοτέροις τινὲς ἐξ ἐπιδρομῆς ἔφοδοι, ἐν αἷς οὐκ ἔλασσον Ῥωμαῖοι ἔσχον. τὰ μὲν οὖν στρατόπεδα ἐν Μεσοποταμίᾳ τῇδε ἐφέρετο.

波斯人再不愿同罗马人进行正面对决。然而双方仍互有突袭之小战,在这些战斗中罗马人亦未居下风。美索不达米亚之两军情势大致如此。

语法注4 条
  1. 1.14.36πνεῦμα γὰρ ἐνθένδε ἐπίφορον ἐπὶ τοὺς βαρβάρους ἐπιπεσὸν

    副词 ἐνθένδε 意为“从此处”(即从罗马军阵地一方),与 ἐπίφορον ἐπὶ τοὺς βαρβάρους 连用,表明顺风自罗马军阵地刮向蛮族,从而削弱了波斯弓箭手的威力。

  2. 1.14.37ἅπαντα ἑκατέρους τὰ βέλη ἤδη ἐπιλελοίπει

    动词 ἐπιλείπω 在此表“(主语之物)见绝于人”,支配受影响的人之宾格(ἑκατέρους),中性复数主语为 τὰ βέλη(“双方的所有箭矢皆已告罄”),并非双宾语结构。

  3. 1.14.47ἅτε δὲ τοῖς βαρβάροις ἐγκάρσιοι ἰόντες, διεῖλον αὐτῶν δίχα τὸ στράτευμα

    ἅτε 搭配分词 ἰόντες 表示客观原因(“由于横向冲杀”)。形容词 ἐγκάρσιοι 与与格 τοῖς βαρβάροις 连用,形象地描述了自侧翼横切敌军的战术机动,构成了主句 διεῖλον ... δίχα(将敌军截为两段)的原因。

  4. 1.14.54μακροῦ γὰρ χρόνου Ῥωμαίων τῇ μάχῃ ἐκείνῃ τῇ ἡμέρᾳ ἡσσήθησαν Πέρσαι

    μακροῦ χρόνου 为时间属格,在此作惯用表达,意为“时隔良久 / 许久之后”。Ῥωμαίων 则是动词 ἡσσάομαι(被……击败 / 逊色于)所要求的属格(“败于罗马人之手”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.14.36-1.14.55