← 普罗科皮乌斯

战史

§1.14.17-1.14.35

贝利撒留的训词与达拉会战开战

米兰尼斯与贝利撒留各自向军队发表训词后,两军摆开阵势,埃鲁尔人法拉斯的设伏奇袭提议获得批准。午后波斯军率先发起进攻,双方展开密集的弓矢对射。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.17

διὸ δὴ αὐτοῖς οὐδὲ ξυντεταράχθαι τετύχηκεν, οὔπω εἰς κίνδυνον πολέμου ἐλθοῦσιν. ἢν δέ γε ἡ μάχη ἐκ χειρὸς γένηται, ὀρρωδία τε αὐτοὺς καὶ ἀπειρία περιλαβοῦσαι ἐς ἀκοσμίαν τὴν συνήθη, ὡς τὸ εἰκός, καταστήσουσι.

因此,由于他们尚未涉足战争之危局,故而亦未曾陷入溃乱。然而一旦发生白兵肉搏,恐惧与生疏必将笼罩他们,并理所当然地使他们重归于平素的无序。

§1.14.18

τὰ μὲν οὖν τῶν πολεμίων τοιαῦτά ἐστιν· ὑμᾶς δέ, ὦ ἄνδρες Πέρσαι, τοῦ βασιλέων βασιλέως ἡ κρίσις εἰσίτω.

敌人的情形大略如此;至于尔等,波斯的勇士们,且让万王之王之审判铭刻于心。

§1.14.19

ἢν γὰρ μὴ ἐπαξίως τῆς Περσῶν ἀρετῆς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, κόλασις ὑμᾶς οὐκ εὐκλεὴς περιστήσεται.” οὕτω μὲν Μιρράνης παρακελευσάμενος ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα ἦγε. Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸ τοῦ περιβόλου πάντας Ῥωμαίους ἀγείραντες παρεκελεύσαντο ὧδε, “Ὡς μὲν οὐκ εἰσὶ παντάπασιν ἀνίκητοι Πέρσαι οὐδὲ κρείσσους ἢ θνήσκειν1 ἐπίστασθε δή που, μάχῃ τῇ προτέρᾳ σταθμώμενοι· ὡς δὲ τῇ τε ἀνδρίᾳ καὶ σώματος ἰσχύϊ περιόντες αὐτῶν, μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι,2 οὐδεὶς ἂν ἀντείποι. ὅπερ ἐπανορθοῦν πόνῳ οὐδενὶ ὑμῖν πάρεστι. τὰ μὲν γὰρ τῆς τύχης ἐναντιώματα σπουδῇ ἐπανορθοῦσθαι οὐδαμῶς πέφυκε, γνώμη δὲ τῶν οἰκείων κακῶν ῥᾳδίως ἂν ἀνθρώπῳ ἰατρὸς γένοιτο·

盖若尔等在眼下不能以配得上波斯人武勇之姿奋战,可耻之惩罚必将降临于尔等周身。”米兰尼斯如此激励之后,遂率军向敌人进发。贝利撒留与赫尔墨根尼斯则将全体罗马官兵集结于城垣前,训导如下:“波斯人绝非不可战胜,亦非能免于一死之人,诸位根据此前的一战推断,自当深明此理;诸位在勇气与体力上皆凌驾于彼等,而唯独因对将领不够顺服而致落败,对此亦无人能够否认。此种缺失,诸位毫不费力便可纠正。盖命运带来的逆境固然绝难凭热情加以矫正,然而理智却可轻易成为医治自身过失之良医。

§1.14.23

ὥστε ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλομένοις ὑμῖν,3 αὐτίκα δὴ ἀναδήσεσθε τὸ τοῦ πολέμου κράτος. οἱ γὰρ οὐκ ἄλλῳ τῳ ἢ τῷ ἡμετέρῳ ἀκόσμῳ θαρσοῦντες ἐφ’ ἡμᾶς ἥκουσι. σφαλέντες δὲ καὶ νῦν τῆς τοιαύτης ἐλπίδος ὁμοίως τῇ προλαβούσῃ ξυμβολῇ ἀπαλλάξουσι. καὶ τὸ πλῆθος τῶν πολεμίων, ᾧ μάλιστα δεδίττονται, ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ πεζὸν ἅπαν οὐδὲν ἄλλο ἢ ὅμιλός ἐστιν ἀγροίκων οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ’ ἄλλῳ οὐδενὶ ἔρχονται ἢ τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν.

故而,若诸位乐于遵从将令,即刻便能将战事的胜券操于手中。因彼等正是依恃我等的散漫无序才敢前来进犯;如今彼等对此种希望再度落空,其下场必将与上次交锋如出一辙。至于敌人庞大之数目——彼等尤以此威吓诸位——诸位亦大可蔑视之。盖彼等所有步兵无非是一群可怜农夫之乌合之众,彼等列于阵中,除挖掘城墙、剥取死者甲仗以及充当兵卒杂役外,别无所求。

§1.14.26

διὸ δὴ ὅπλα μὲν οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος προβέβληνται μόνον ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται.

正因如此,彼等绝无可以骚扰敌军之兵器,仅仅手持如此巨大的长形盾牌,专为使自身尽可能免遭敌箭所伤而已。

§1.14.27

οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.”

因此,只要在此番危难中表现为英勇之士,诸位不仅能在眼下击败波斯人,亦将惩戒其狂妄,使其永不敢再度进犯罗马人的领土。”

§1.14.28

Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρατιώτας διέταξαν.

贝利撒留与赫尔墨根尼斯发表此番训诫后,见波斯人正行军前来,遂迅速依此前之阵法布列士兵。

§1.14.29

καὶ οἱ βάρβαροι παρ’ αὐτοὺς ἥκοντες μετωπηδὸν ἔστησαν. οὐχ ἅπαντας μέντοι Πέρσας ὁ Μιρράνης ἀντίους τοῖς πολεμίοις, ἀλλὰ τοὺς ἡμίσεις ἔστησε, τοὺς δὲ ἄλλους ὄπισθεν μένειν εἴασεν.

蛮族迫近后,亦正面列阵相迎。然而米兰尼斯并未将全体波斯军队正面布列抗敌,而是仅列半数,任由其余留在后方。

§1.14.30

οἳ δὴ τοὺς μαχομένους ἐκδεχόμενοι ἔμελλον ἀκμῆτες ἐπιθήσεσθαι τοῖς ἐναντίοις, ὅπως ἀεὶ ἐκ περιτροπῆς ἅπαντες μάχωνται.

此后方之众接替作战之人,意在以生力军之姿攻击敌军,以便所有人皆能轮番上阵厮杀。

§1.14.31

μόνον δὲ τὸν τῶν ἀθανάτων λεγομένων λόχον ἡσυχῆ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευεν.

唯有名为‘不朽军’之军团,他下令静止待命,直至他亲自发出信号。

§1.14.32

αὐτός τε κατὰ μέσον τοῦ μετώπου ταξάμενος, Πιτυάξην μὲν τοῖς ἐν δεξιᾷ, Βαρεσμανᾶν δὲ τοῖς ἐς τὸ ἀριστερὸν κέρας ἐπέστησεν. οὕτω μὲν ἀμφότεροι ἐτετάχατο.4 Φάρας δὲ Βελισαρίῳ τε καὶ Ἑρμογένει παραστὰς εἶπεν, “Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα·5 ἢν δὲ κρυπτόμενοι ἐς τὸ κάταντες τοῦτο, εἶτα, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται Πέρσαι, διὰ τοῦδε τοῦ λόφου ἀναβαίνοντες ἐκ τοῦ αἰφνιδίου κατὰ νώτου αὐτῶν ἴωμεν ὄπισθεν βάλλοντες, τὰ ἀνήκεστα αὐτούς, ὡς τὸ εἰκός, δράσομεν.” ὁ μὲν ταῦτα εἶπε, καὶ ἐπεὶ τοὺς ἀμφὶ Βελισάριον ἤρεσκε, κατὰ ταῦτα ἐποίει.

他本人坐镇中军正面,命皮秋阿克西斯统领右翼,命巴雷斯马纳斯统领左翼之众。双方如此整军布列。此时法拉斯行至贝利撒留与赫尔墨根尼斯身旁言道:“我想,若我与埃鲁尔人留在此处,恐难对敌人建立奇功;但若我等潜伏于此低洼之处,待波斯人投入鏖战之际,越过此丘陵骤然出击,自后方袭其背脊并放箭射之,我等必能理所当然地给予彼等以毁灭性打击。”他如此陈词,因贝利撒留一众深以为然,他遂照此行事。

§1.14.34

Μάχης δὲ ἄχρι ἐς ἡμέραν μέσην οὐδέτεροι ἦρχον. ἐπειδὴ δὲ τάχιστα ἡ μεσημβρία παρῴχηκεν, ἔργου οἱ βάρβαροι εἴχοντο, τοῦδε εἵνεκα ἐς τοῦτον τῆς ἡμέρας τὸν καιρὸν τὴν ξυμβολὴν ἀποθέμενοι, ὅτι δὴ αὐτοὶ μὲν σιτίοις ἐς δείλην ὀψίαν χρῆσθαι μόνον εἰώθασι, Ῥωμαῖοι δὲ πρὸ τῆς μεσημβρίας, ὥστε οὔποτε ᾤοντο αὐτοὺς ὁμοίως ἀνθέξειν, ἢν πεινῶσιν ἐπιθῶνται.

直至正午,双方皆未挑起战端。然而正午方过,蛮族便动手交兵。彼等之所以将决战推迟至一天中的此时,乃因彼等自身素来仅在近暮之迟时进食,而罗马人则在正午之前进食,故而彼等料想,若趁罗马人饥饿时发起进攻,罗马人绝不可能同样坚持得住。

§1.14.35

τὰ μὲν οὖν πρῶτα τοξεύμασιν ἐχρῶντο ἐς ἀλλήλους ἑκάτεροι, καί τινα τὰ βέλη τῷ πλήθει ἀχλὺν ἐπὶ πλεῖστον ἐποίει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον, πολλῷ δὲ συχνότερα τὰ τῶν βαρβάρων βέλη ἐφέρετο.

最初双方互以箭雨相射,箭矢因数量众多而笼罩大片天空如蔽阴云,双方皆有众多将士倒毙,然而蛮族之飞箭比之更为密集繁多。

语法注5 条
  1. 1.14.21κρείσσους ἢ θνήσκειν

    比较级 κρείσσους(κρείσσονες 的收缩形式)后接 ἢ 与不定式 θνήσκειν,意为“过于优越而不至于受死”或“能够免于一死”。比较级+ἤ+不定式为希腊语习惯表达,表示超过某种程度以致后述动作不成立。

  2. 1.14.21μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι

    带冠词不定式短语 τῷ... εἶναι 作为限定或原因与格修饰谓语动词 ἡττᾶσθε。不定式 εἶναι 的表语比较级形容词 ἀπειθέστεροι 采用主格以呼应主语(“诸位”),而 τοῖς ἄρχουσιν 则是形容词 ἀπειθής 所要求的与格补足语。

  3. 1.14.23ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλομένοις ὑμῖν

    人称代词与格 ὑμῖν 及现在分词与格 βουλομένοις 与第三人称单数 ᾖ 连用,构成希腊语习语(表示意愿的所属与格或表语性分词),意为“若诸位愿意”。不定式 κατακούειν 附属于 βουλομένοις,并以属格 τῶν παραγγελλομένων 为其宾语。

  4. 1.14.32οὕτω μὲν ἀμφότεροι ἐτετάχατο

    动词 ἐτετάχατο 为 τάττω 的过去完成时中被动态直陈语气第三人称复数形式。对于辅音词干动词,此处采用了伊奥尼亚方言及古典复古散文中常见的 -ατο 代替常规词尾 -ντο。

  5. 1.14.33Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα

    此处采用 δοκῶ 搭配不定式 ἐργάσασθαι 的人称构词(“我想我自己未能……”)。否定词 οὐδέν 与不定式宾语 μέγα 呼应构成全面否定,意为“未建立任何重大奇功”。ἐργάζομαι 支配双宾格(表示结果/行为的宾格 μέγα 与表示对象的宾格 τοὺς πολεμίους)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.14.17-1.14.35