← 普罗科皮乌斯

战史

§1.14.1-1.14.16

将领之间的书简交锋与米兰尼斯的演说

尼西比斯增援部队抵达波斯军营后,贝利撒留与赫尔墨根尼斯同米兰尼斯就议和事宜往复交涉并互相讥讽,决裂后米兰尼斯向波斯全军发表动员演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.1

Τῇ δὲ ὑστεραίᾳ Πέρσαις μὲν στρατιῶται μύριοι ἐκ Νισίβιδος πόλεως μετάπεμπτοι ἦλθον, Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸς Μιρράνην ἔγραψαν τάδε, “Πρῶτον ἀγαθὸν τὴν εἰρήνην εἶναι ὡμολόγηται παρὰ πάντων ἀνθρώπων οἷς τι καὶ κατὰ βραχὺ λογισμοῦ μέτεστιν. ὥστε ἤν τις διαλυτὴς αὐτῆς γένοιτο, τῶν κακῶν αἰτιώτατος ἂν οὐ τοῖς πέλας μόνον, ἀλλὰ καὶ ὁμογενέσι τοῖς αὑτοῦ εἴη. στρατηγὸς μὲν οὖν ἄριστος οὗτος ἐκεῖνός ἐστιν, ὃς δὴ ἐκ πολέμου εἰρήνην διατίθεσθαι ἱκανὸς πέφυκε.

次日,从尼西比斯城应征调遣来的一万名士兵抵达波斯军营;于是贝利撒留与赫尔墨根尼斯致书米兰尼斯,词曰:“和平乃首要之善事,凡稍具理性之人莫不公认。因此,若有人成为其破坏者,则不仅对于近邻,即使对其同胞族人而言,亦必为祸端之魁首。故而至善之将领,正乃生来便有能力化干戈为玉帛之人。

§1.14.3

σὺ δὲ τῶν πραγμάτων εὖ καθεστώτων Ῥωμαίοις τε καὶ Πέρσαις πόλεμον ἐπάγειν ἡμῖν αἰτίαν οὐκ ἔχοντα1 ἔγνωκας, καίπερ ἑκατέρου μὲν βασιλέως εἰρηναῖα βουλευομένου, πρέσβεων δὲ παρόντων ἡμῖν ἐν γειτόνων ἤδη, οἳ δὴ τὰ διάφορα τῇ ἐς ἀλλήλους ὁμιλίᾳ οὐκ εἰς μακρὰν διαλύσουσιν, ἢν μή τι ἀνήκεστον ἐκ τῆς σῆς ἐφόδου ξυμβαῖνον ταύτην ἡμῖν ἀναστέλλειν τὴν ἐλπίδα ἰσχύσῃ.

然而,在罗马与波斯双方相安无事之际,足下竟决意向我等挑起师出无名之战端;且此时两国君主皆在谋求和平,使节亦已驻节近邻,若非足下之进犯酿成无可挽回之惨剧从而阻绝此番希望,使节自当于不久后借彼此晤谈化解纷争。

§1.14.4

ἀλλ’ ἄπαγε ὅτι τάχιστα τὸν στρατὸν ἐς τὰ Περσῶν ἤθη, μηδὲ τοῖς μεγίστοις ἀγαθοῖς ἐμποδὼν ἵστασο, μή ποτε Πέρσαις, ὡς τὸ εἰκός, εἴης τῶν ξυμβησομένων δεινῶν αἴτιος.” ταῦτα ἐπεὶ Μιρράνης ἀπενεχθέντα τὰ γράμματα εἶδεν, ἀμείβεται ὧδε, “Ἐποίησα ἂν τὰ αἰτούμενα, τοῖς γεγραμμένοις ἀναπεισθείς, εἰ μὴ Ῥωμαίων ἡ ἐπιστολὴ ἐτύγχανεν οὖσα, οἷς τὸ μὲν ἐπαγγέλλεσθαι πρόχειρόν ἐστιν, ἔργῳ δὲ τὰ ἐπηγγελμένα ἐπιτελεῖν χαλεπώτατόν τε καὶ κρεῖσσον ἐλπίδος, ἄλλως τε ἢν καὶ2 ὅρκοις τισὶ κυρώσητε τὰ ξυγκείμενα.

故请足下从速引兵退回波斯本土,勿再阻碍此至大之善果,免得波斯人日后遭遇惨祸时,足下理所当然地成为其罪魁祸首。”米兰尼斯读罢呈递之信函,复书曰:“若非此信出自罗马人之手,我本可为信中所陈言辞所说服,照足下所请行事;盖罗马人许诺极易,但以行动践履诺言则难乎其难,更出乎意料,尤其是若尔等更以某种誓言担保盟约之时。

§1.14.6

ἡμεῖς μὲν οὖν πρὸς τὴν ὑμετέραν ἀπειπόντες ἀπάτην, ἐν ὅπλοις ἠναγκάσμεθα παρ’ ὑμᾶς ἥκειν, ὑμεῖς δέ, ὦ φίλοι Ῥωμαῖοι, μηδὲν ἄλλο τὸ λοιπὸν οἴεσθε ἢ πολεμητέα ὑμῖν ἐς Πέρσας εἶναι. ἐνταῦθα γὰρ ἡμᾶς ἢ τεθνάναι ἢ καταγηράσκειν δεήσει, ἕως ἔργῳ τὰ δίκαια πρὸς ἡμᾶς θήσεσθε.” τοσαῦτα μὲν καὶ ὁ Μιρράνης ἀντέγραψεν.

因此,我等已对尔等之欺诈绝望,遂不得不荷戈执兵前来尔等门前;尔等,亲爱的罗马诸君,今后莫作他想,唯有与波斯人决战到底而已。因我等必将在此战死或在此终老,直至尔等以实际行动还我以公道。”米兰尼斯所复之言大略如此。

§1.14.7

αὖθις δὲ οἱ ἀμφὶ Βελισάριον ἔγραψαν ὧδε, “Οὐ πάντα χρή, ὦ βέλτιστε Μιρράνη, τῇ ἀλαζονείᾳ χαρίζεσθαι, οὐδὲ τοῖς πέλας ἐπιφέρειν ὀνείδη τὰ μηδαμόθεν προσήκοντα.

贝利撒留一众复又作书道:“至善之米兰尼斯殿下,凡事皆不可纵容傲慢,亦不可将毫无依据之污名强加于邻邦。

§1.14.8

Ῥουφῖνον γὰρ ἐπὶ πρεσβείᾳ ἥκοντα οὐκ ἄποθεν εἶναι ἡμεῖς τε εἴπομεν ξὺν τῷ ἀληθεῖ καὶ αὐτὸς οὐκ ἐς μακρὰν εἴσῃ.

盖鲁菲努斯充当使节前来,近在咫尺,我等所言俱实,足下不久自当知晓。

§1.14.9

γλιχομένοις δὲ ὑμῖν πολεμίων ἔργων ἀντιταξόμεθα ξὺν θεῷ, ὃν ἡμῖν ἐν τῷ κινδύνῳ ξυλλήψεσθαι ἴσμεν, ἠγμένον μὲν τῇ Ῥωμαίων ἀπραγμοσύνῃ, ἀλαζονείᾳ δὲ τῇ Περσῶν νεμεσήσαντα καὶ οἷς ἐπὶ τὴν εἰρήνην προκαλουμένοις ἡμῖν εἶτα ἀντιτείνειν ἐγνώκατε.3

足下既然渴求战阵之事,我等必当仰仗神明列阵相抗。我等深知神必于危难中眷顾我等,因神为罗马人之不生事端所感动,并对波斯人之傲慢以及在我等劝和之后竟决意顽抗深感义愤。

§1.14.10

ἀντιταξόμεθα δὲ τὰ γεγραμμένα παρ’ ἑκατέρων ἀπ’ ἄκρων σημείων ἐς τὴν ξυμβολὴν ἀναψάμενοι.” τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Μιρράνης δὲ καὶ αὖθις ἀμείβεται ὧδε, “Οὐδὲ ἡμεῖς ἄνευ θεῶν τῶν ἡμετέρων ἐς τὸν πόλεμον καθιστάμεθα, ξὺν αὐτοῖς δὲ παρ’ ὑμᾶς ἥξομεν, οὕσπερ τῇ ὑστεραίᾳ Πέρσας ἐς Δάρας ἐσβιβάσειν ἐλπίδα ἔχω.

我等将把双方往来之书简系于军旗之顶端,以此迎战交锋。”信中所言大略如此。米兰尼斯复又答道:“我等亦非弃绝本国神明而投身战阵,实乃与神明同来征讨尔等;我深信诸神必将于明日引波斯人入达拉之城。

§1.14.12

ἀλλά μοι τό τε βαλανεῖον καὶ ἄριστον ἐν παρασκευῇ τοῦ περιβόλου ἐντὸς γινέσθω.” ταῦτα οἱ ἀμφὶ Βελισάριον ἀναλεξάμενοι παρεσκευάζοντο ἐς τὴν ξυμβολήν.

故请于城垣之内,为我备妥浴汤与早膳。”贝利撒留一众阅毕,遂全力准备交战。

§1.14.13

Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Πέρσας ἅπαντας περὶ ἡλίου ἀνατολὰς ξυγκαλέσας Μιρράνης ἔλεξε τοιάδε, “Οὐκ ἀγνοῶ μὲν ὡς οὐ λόγοις τῶν ἡγουμένων, ἀλλ’ ἀρετῇ τε οἰκείᾳ καὶ τῇ ἐς ἀλλήλους αἰδοῖ θαρσεῖν ἐν τοῖς κινδύνοις εἰώθασι Πέρσαι.

次日日出时分,米兰尼斯召集全体波斯官兵,训话曰:“波斯人在危难之中所以勇往直前,素来非因将帅之言辞,而凭自身之勇武与同袍之敬畏,此事我固深知。

§1.14.14

ὁρῶν δὲ ὑμᾶς διαλογιζομένους τί δήποτε οὐ συνειθισμένον Ῥωμαίοις πρότερον ἄνευ θορύβων τε καὶ ἀταξίας εἰς μάχην ἰέναι, οἱ δὲ4 ξὺν κόσμῳ τινὶ ἔναγχος οὐδαμόθεν σφίσι προσήκοντι Πέρσας ἐπιόντας ὑπέστησαν, τοῦδε εἵνεκα παραίνεσιν ποιεῖσθαί τινα εἰς ὑμᾶς ἔγνωκα, ὅπως μὴ δόξῃ οὐκ ἀληθεῖ χρωμένοις ὑμῖν σφαλῆναι συμβαίη.

然见诸位正在寻思:向来临阵不免鼓噪溃乱之罗马人,何以近日竟能以绝非彼等素常所习之严整阵型,抗击波斯人来袭之攻势;正因如此,我决意向诸位进言训勉,免得诸位因抱持虚妄之见而致贻误戎机。

§1.14.15

μὴ γὰρ οἴεσθε Ῥωμαίους ἀμείνους τὰ πολέμια ἐκ τοῦ αἰφνιδίου γενέσθαι μηδὲ ἀρετῆς τι ἢ ἐμπειρίας κεκτῆσθαι πλέον, ἀλλὰ καὶ δειλοὺς αὐτοὺς γεγονέναι μᾶλλον ἢ τὰ πρότερα ὄντες ἐτύγχανον· οἵ γε οὕτω Πέρσας δεδίασιν ὥστε οὐδὲ τάφρου χωρὶς ἐς τὴν φάλαγγα καθίστασθαι τετολμήκασιν.

切莫以为罗马人骤然善战,亦莫以为彼等武勇经验有所倍增;实则彼等比之往昔尤为怯懦。彼等畏惧波斯人,至于非有壕沟便不敢在方阵中立足。

§1.14.16

οὐδὲ ξὺν ταύτῃ μάχης τινὸς ἦρξαν, ἀλλ’ ἐπεὶ ἐς χεῖρας αὐτοῖς οὐδαμῶς ἤλθομεν, ἄσμενοί τε καὶ κρεῖσσον ἐλπίδος τὰ πράγματα σφίσι κεχωρηκέναι οἰόμενοι ἐπὶ τὸ τεῖχος ἐχώρησαν.

纵有壕沟为凭,彼等亦未尝挑起战端;只因我等并未与之短兵相接,彼等满心欢喜,且自以为事态于己大出意料地顺遂,遂退回城垣之后。

语法注4 条
  1. 1.14.3πόλεμον ἐπάγειν ἡμῖν αἰτίαν οὐκ ἔχοντα

    分词短语 αἰτίαν οὐκ ἔχοντα 作定语修饰 πόλεμον,意为“没有正当理由/师出无名的(战争)”。否定词 οὐκ 直接修饰分词,用以强调这一战争缺乏合法依据的客观事实。

  2. 1.14.5ἄλλως τε ἢν καὶ

    此为习语 ἄλλως τε καί(“尤其、特别是”)的变体,在 ἄλλως τε 与 καί 之间插入条件连词 ἤν,表“尤其是若尔等亦以……确认时则更甚”。

  3. 1.14.9καὶ οἷς ἐπὶ τὴν εἰρήνην προκαλουμένοις ἡμῖν εἶτα ἀντιτείνειν ἐγνώκατε

    关系代词 οἷς 为内含先行词的中性复数与格(相当于 τούτοις ἅ),由分词 νεμεσήσαντα(后接与格,意为“对……感到义愤”)所支配,与前文的 ἀλαζονείᾳ 构成并列。在从句内部,它指代波斯人决意抗拒(ἀντιτείνειν)劝和的罗马人(προκαλουμένοις ἡμῖν)的行径。

  4. 1.14.14οὐ συνειθισμένον Ῥωμαίοις πρότερον ἄνευ θορύβων τε καὶ ἀταξίας εἰς μάχην ἰέναι, οἱ δὲ

    在 τί δήποτε 引导的间接疑问从句中,中性单数对格的非人称独立分词短语 οὐ συνειθισμένον(“罗马人向来本无……之习惯”)作让步性前置,随后主句以带有连接词 δέ 的 οἱ δέ(“然而彼等却……”)承接。这是一种由对格独立分词句过渡到主句的破格句法(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.14.1-1.14.16