← 普罗科皮乌斯

战史

§1.13.21-1.13.39

达拉郊外的对峙与安德烈亚斯的单挑

罗马军与波斯军在达拉城外对峙,在一场小规模骑兵交锋之后,拜占庭体育教师安德烈亚斯在接连两场单挑中相继击杀波斯挑战者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13.21

τῆς μὲν γὰρ εὐθείας τὰ ἔσχατα ἱππεῖς πολλοὶ εἶχον, ὧν Ἰωάννης τε ὁ Νικήτου ἦρχε καὶ Κύριλλός τε καὶ Μάρκελλος· ξυνῆν δὲ αὐτοῖς καὶ Γερμανὸς καὶ Δωρόθεος· ἐς γωνίαν δὲ τὴν ἐν δεξιᾷ ἱππεῖς ἐτάξαντο ἑξακόσιοι, ὧν Σίμμας τε καὶ Ἀσκὰν Μασσαγέται ἦρχον, ἵνα, ὅπερ εἴρηται, τῶν ἀμφὶ τὸν Ἰωάννην τρεπομένων, ἂν οὕτω τύχῃ, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι κατὰ νώτου τῶν Περσῶν ἴωσι.

原来在那条直线壕沟的末端部署了众多骑兵,统领他们的是尼克塔斯之子约翰、西里尔与马塞卢斯;日耳曼努斯与多罗修斯亦与他们同在。在右侧的转角处部署了六百名骑兵,由马萨革泰人西马斯与阿斯坎率领,其目的正如前述,乃是在一旦约翰部众溃退之时,他们能从该处杀出,包抄到波斯人的背后。

§1.13.22

πανταχῆ δὲ τῆς τάφρου οἵ τε τῶν ἱππέων κατάλογοι καὶ ὁ πεζὸς στρατὸς ἵστατο. ὧν δὴ ὄπισθεν οἵ τε ἀμφὶ Βελισάριον καὶ Ἑρμογένην κατὰ μέσους εἱστήκεσαν.

沿壕沟各处,骑兵分队与步兵军队皆并排肃立。而在他们背后正中央,贝利撒留与赫尔墨根尼斯一众督阵于此。

§1.13.23

ὧδε μὲν Ῥωμαῖοι ἐς πεντακισχιλίους τε καὶ δισμυρίους ξυνιόντες ἐτάξαντο, Περσῶν δὲ ὁ στρατὸς μυριάδες μὲν τέσσαρες ἱππέων τε καὶ πεζῶν ἦσαν, ἐφεξῆς δὲ ἅπαντες μετωπηδὸν ἵσταντο, ὡς βαθύτατον τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι.

罗马人便以此方式列阵,总计约两万五千人;波斯军队则有骑兵步兵共四万人,全军横向一字排开,意欲使方阵的前线尽可能深厚。

§1.13.24

χρόνον μὲν οὖν πολὺν μάχης ἐς ἀλλήλους οὐδέτεροι ἦρχον, ἀλλὰ θαυμάζουσί τε τὴν Ῥωμαίων εὐκοσμίαν Πέρσαι ἐῴκεσαν καὶ ὅ τι χρήσονται τοῖς παροῦσιν ἀπορουμένοις.1

长久之间,双方谁也未先挑起战端;波斯人似乎惊叹于罗马人严整的军容,又苦于不知该如何应对眼前的态势。

§1.13.25

Τῆς δὲ ἡμέρας ἀμφὶ δείλην ὀψίαν μοῖρά τις τῶν ἱππέων οἳ κέρας τὸ δεξιὸν εἶχον, ἀποσχισθέντες τοῦ ἄλλου στρατοῦ, τοῖς ἀμφὶ Βούζην τε καὶ Φάραν ἐπῆλθον.

直至傍晚时分,占据右翼的一支骑兵分队脱离大军,向布泽斯与法拉斯的部众发难。

§1.13.26

οἱ δὲ ὀπίσω κατὰ βραχὺ ὑπεχώρησαν. Πέρσαι δὲ αὐτοὺς οὐκ ἐδίωξαν, ἀλλ’ αὐτοῦ ἔμενον, κύκλωσιν, οἶμαι, πρὸς τῶν πολεμίων τινὰ δείσαντες. μετὰ δὲ Ῥωμαῖοι μὲν οἱ φυγόντες ἐκ τοῦ αἰφνιδίου πρὸς αὐτοὺς ὥρμησαν.

后者略向后撤。波斯人并未追击,而是停留在原地,我料想他们是惧怕敌军的合围。随后,方才退却的罗马人突然向他们反扑过去。

§1.13.27

οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ὀπίσω ἀπήλαυνον ἐς τὴν φάλαγγα, καὶ αὖθις οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν ἐν χώρᾳ τῇ οἰκείᾳ ἐτάξαντο.

波斯人难以承受此番冲击,遂退驰回方阵,布泽斯与法拉斯的部众亦再度回到原位列阵。

§1.13.28

ἐν τούτῳ τῷ ἔργῳ Περσῶν ἑπτὰ ἔπεσον, ὧν δὴ τῶν σωμάτων Ῥωμαῖοι ἐκράτησαν, καὶ τὸ λοιπὸν ἡσυχάζοντες ἐν τάξει ἑκάτεροι ἔμενον.

在这场交手中,波斯人战死七名,其尸体皆为罗马人所得;其余时间,双方皆各自在阵中保持按兵不动。

§1.13.29

εἷς δὲ ἀνὴρ Πέρσης νεανίας, ἄγχιστα τοῦ Ῥωμαίων στρατοῦ τὸν ἵππον ἐλάσας, προὐκαλεῖτο ἅπαντας εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι.

此时,有一名年轻的波斯男子单骑驱驰至罗马军队近旁,向所有人挑战,看是否有人愿与他单挑。

§1.13.30

καὶ τῶν μὲν ἄλλων ὑποστῆναι τὸν κίνδυνον ἐτόλμα οὐδείς, Ἀνδρέας δὲ ἦν τις ἐν τοῖς Βούζου οἰκείοις, οὐ στρατιώτης μὲν οὐδέ τι ἀσκήσας τῶν κατὰ τὸν πόλεμον πώποτε, παιδοτρίβης δὲ καὶ παλαίστρᾳ τινὶ ἐν Βυζαντίῳ ἐφεστηκώς.

旁人之中无一人敢冒此凶险,但布泽斯的家仆中有一人名为安德烈亚斯,他并非兵士,亦从未操练过任何战阵之事,而是一名体育教师,在拜占庭执掌一所角力学校。

§1.13.31

διὸ δὴ καὶ τῷ στρατῷ εἵπετο, ἅτε τοῦ Βούζου σώματος ἐν βαλανείῳ ἐπιμελούμενος, γένος δὲ Βυζάντιος ἦν. οὗτος ἐθάρσησε μόνος, οὔτε Βούζου οὔτε ἄλλου ὁτουοῦν ἐπαγγείλαντος, αὐτόματος τῷ ἀνθρώπῳ ἐς μονομαχίαν ἐπεξιέναι. φθάσας δὲ τὸν βάρβαρον ἔτι περισκοπούμενον ὅπη ὁρμήσεται, παρὰ μαζὸν τὸν δεξιὸν τῷ δόρατι παίει.

正因如此他才随军而行,盖因他在浴室中照料布泽斯的身体;他本是拜占庭人。此人独自鼓起勇气,既未奉布泽斯之命,亦未得任何旁人授意,自发挺身而出与此人格斗。趁着那蛮族男子尚在四顾张望准备向何处出击之际,他抢先以长矛刺入其右胸近旁。

§1.13.32

ὁ δὲ πληγὴν ἀνδρὸς ἰσχυροῦ λίαν οὐκ ἐνεγκὼν ἐκ τοῦ ἵππου ἐς ἔδαφος πίπτει. καὶ αὐτὸν Ἀνδρέας μαχαίρᾳ τινὶ βραχείᾳ ὥσπερ ἱερεῖον ὑπτίως κείμενον ἔθυσε, κραυγή τε ὑπερφυὴς ἔκ τε τοῦ περιβόλου καὶ τοῦ Ῥωμαίων στρατοπέδου ἤρθη.

波斯人难以承受极强健者这沉重的一击,从马背摔落于地。安德烈亚斯乘他仰卧在地,拔出一把短刀如同宰割祭牲般将他杀死;城墙上与罗马军营中皆爆发出一片雷鸣般的欢呼。

§1.13.33

Πέρσαι δὲ τῷ γεγονότι περιαλγήσαντες ἕτερον εἰς τὴν αὐτὴν πρᾶξιν ἱππέα καθῆκαν, ἀνδρεῖον μὲν καὶ μεγέθους σώματος πέρι εὖ ἥκοντα, οὐ νεανίαν δέ, ἀλλὰ καί τινας τῶν ἐν τῇ κεφαλῇ τριχῶν πολιὸν ὄντα.

波斯人对此变故悲愤不已,复遣另一名骑兵执行同样的任务;此人剽悍勇猛,体魄极魁梧,却已非青年,头上甚至已有几缕白发。

§1.13.34

ὃς δὴ παρὰ τὸ τῶν πολεμίων στράτευμα ἐπιών, ἐπὶ πλεῖστον δὲ τὴν μάστιγα σείων ᾗ παίειν τὸν ἵππον εἰώθει, Ῥωμαίων τὸν βουλόμενον ἐς μάχην ἐκάλει.

他驱马行至敌军阵前,不住地挥舞平时用以抽打战马的马鞭,呼喊任何愿意一战的罗马人出阵对决。

§1.13.35

οὐδενὸς δέ οἱ ἐπεξιόντος, Ἀνδρέας αὖθις ἅπαντας λαθὼν ἐς μέσον ἦλθε, καίπερ αὐτῷ πρὸς τοῦ Ἑρμογένους ἀπειρημένον.2

当无人上前应战之时,安德烈亚斯复背着众人走向战阵中央,尽管赫尔墨根尼斯已对他下达了禁令。

§1.13.36

ἄμφω γοῦν τοῖς δόρασιν ἐς ἀλλήλους θυμῷ πολλῷ ἐχόμενοι ὥρμησαν, καὶ τά τε δόρατα τοῖς θώραξιν ἐρεισθέντα δεινῶς ἀπεκρούσθη οἵ τε ἵπποι ἐς τὰς κεφαλὰς ἀλλήλοις συγκρούσαντες ἔπεσόν τε αὐτοὶ καὶ τοὺς ἐπιβάτας ἀπέβαλον.

于是两人满怀怒火挺矛相向疾驰,长矛刺在胸甲上被剧烈震开,两匹战马迎头猛撞,自身仆倒的同时亦将骑手摔落。

§1.13.37

τὼ δὲ ἄνδρε τούτω ἄγχιστά πη πεσόντε ἀλλήλοιν ἐξανίστασθαι σπουδῇ πολλῇ ἄμφω ἠπειγέσθην,3 ἀλλ’ ὁ μὲν Πέρσης τοῦτο δρᾶν, ἅτε οἱ τοῦ μεγέθους ἀντιστατοῦντος, οὐκ εὐπετῶς εἶχεν, Ἀνδρέας δὲ προτερήσας (τοῦτο γὰρ αὐτῷ ἡ κατὰ τὴν παλαίστραν μελέτη ἐδίδου) τῷ τε γόνατι ἐξανιστάμενον αὐτὸν ἔτυψε καὶ αὖθις εἰς τὸ ἔδαφος πεσόντα ἔκτεινε.

这两人跌落在相距极近之处,皆拼尽全力急欲起身;但波斯人受阻于其庞大的身躯,难以利索地站起,而安德烈亚斯则抢先一步——这得益于他在角力学校中的千锤百炼——在他正起身之际以膝撞击,并在他再度跌落于地时将其击杀。

§1.13.38

κραυγή τε ἐκ τοῦ τείχους καὶ τοῦ Ῥωμαίων στρατοῦ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἤρθη· καὶ οἱ μὲν Πέρσαι ἐς τὸ Ἀμμώδιος τὴν φάλαγγα διαλύσαντες ἀνεχώρησαν, οἱ δὲ Ῥωμαῖοι παιανίσαντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο.

城墙上与罗马军中再度响彻一片同样响亮、甚或犹有过之的欢呼声;波斯人解散方阵退回阿莫迪奥斯,罗马人则高唱凯歌退入城池之内。

§1.13.39

ἤδη γὰρ καὶ ξυνεσκόταζεν. οὕτω τε ἀμφότεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.

因为此时天色已然昏暗。那一夜,双方遂如此各自宿营。

语法注3 条
  1. 1.13.24θαυμάζουσί τε τὴν Ῥωμαίων εὐκοσμίαν Πέρσαι ἐῴκεσαν καὶ ὅ τι χρήσονται τοῖς παροῦσιν ἀπορουμένοις

    动词 ἐῴκεσαν(ἔοικα 的过去完成时直陈式主动语态第三人称复数)支配与格分词 θαυμάζουσι 与 ἀπορουμένοις 作为补足成分。根据 ἔοικα 支配与格表示“类似于/仿佛……”的惯用法,此句意为波斯人“仿佛那些惊叹并陷入困惑的人”(即“显得既惊叹又不知所措”)。

  2. 1.13.35καίπερ αὐτῷ πρὸς τοῦ Ἑρμογένους ἀπειρημένον

    此处为伴随让步连词 καίπερ 的中性单数完成时被动分词 ἀπειρημένον 构成的宾格绝对分词(或非人称绝对分词)结构。整句构成让步从句,意为“尽管赫尔墨根尼斯已对他下达了禁令”,非人称动作本身即构成句意核心。

  3. 1.13.37τὼ δὲ ἄνδρε τούτω ἄγχιστά πη πεσόντε ἀλλήλοιν ἐξανίστασθαι σπουδῇ πολλῇ ἄμφω ἠπειγέσθην

    此处在名词(τὼ ἄνδρε τούτω)、分词(πεσόντε)、代词(ἄμφω)、动词(ἠπειγέσθην)以及相互代词(ἀλλήλοιν)上一贯保持了古典的双数形态(dual)。最高级副词 ἄγχιστα(“极近地”)支配属格 ἀλλήλοιν(“彼此”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.13.21-1.13.39