- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.13.1-1.13.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼成为唯一皇帝,罗马军因争夺明杜奥斯要塞的修筑而遭败绩。随后被任命为东方军统帅的贝利撒留在达拉修筑曲折的壕沟构筑阵地,列阵迎击来犯的波斯大军。
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰουστῖνος βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ξὺν αὑτῷ ἀνειπὼν ἐτελεύτησε, καὶ ἀπ’ αὐτοῦ ἐς μόνον Ἰουστινιανὸν ἡ βασιλεία ἦλθεν.
不久之后,查士丁在宣布其侄查士丁尼与自己共治之后去世,皇位遂归于查士丁尼一人。
οὗτος Ἰουστινιανὸς ἐκέλευε Βελισάριον δείμασθαι φρούριον ἐν χωρίῳ Μίνδουος, ὃ πρὸς αὐτοῖς ἐστι τοῖς Περσῶν ὁρίοις, ἐν ἀριστερᾷ ἐς Νίσιβιν ἰόντι. ὁ μὲν οὖν σπουδῇ πολλῇ τὰ βασιλεῖ δόξαντα ἐπιτελῆ ἐποίει, τό τε ὀχύρωμα ἐς ὕψος ἤδη πολυανθρωπίᾳ τεχνιτῶν ᾔρετο.
这位查士丁尼命令贝利撒留在名为明杜奥斯的地方建造一座要塞,该地位于波斯边界近旁,在前往尼西比斯者的左侧。贝利撒留遂极力贯彻皇帝的旨意,在大量工匠的劳作下,要塞工事已然拔地而起。
Πέρσαι δὲ ἀπεῖπον μὴ οἰκοδομήσασθαι περαιτέρω μηδέν,1 οὐ λόγοις μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις διακωλυταὶ ἀπειλοῦντες οὐκ ἐς μακρὰν ἔσεσθαι.
然而波斯人禁止他们继续建造,不仅出言恫吓,更威胁不久后将在行动上加以阻拦。
ταῦτα ἐπεὶ βασιλεὺς ἤκουσεν (οὐ γὰρ οἷός τε ἦν Βελισάριος Πέρσας ἐνθένδε τῷ παρόντι στρατῷ ἀποκρούεσθαι), ἄλλην τε στρατιὰν ἐπήγγελλεν αὐτόσε ἰέναι καὶ Κούτζην τε καὶ Βούζην, οἳ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἦρχον τότε. τούτω δὲ ἀδελφὼ μὲν ἐκ Θρᾴκης ἤστην, νέω δὲ ἄμφω καὶ οὐ ξὺν τῷ ἀσφαλεῖ τοῖς πολεμίοις εἰς χεῖρας ἰόντε.2
皇帝闻讯后——因为贝利撒留无法以现有的军队从该处击退波斯人——遂命令另一支军队前往该地,并派去了当时统领黎巴嫩驻军的库特泽斯与布泽斯。这两人是来自色雷斯的兄弟,皆年轻气盛,与敌交手时往往不顾安危。
ἑκάτεροι μὲν οὖν ξυλλεγέντες ἐπὶ τὴν οἰκοδομίαν ἀθρόοι ᾔεσαν, Πέρσαι μὲν αὐτὴν παντὶ σθένει διακωλύσοντες, Ῥωμαῖοι δὲ τοῖς τεκταινομένοις ἐπαμυνοῦντες.
于是双方各自集结兵力,成群开赴施工现场:波斯人誓以全力加以阻挠,罗马人则意在保卫筑城者。
μάχης δὲ καρτερᾶς γενομένης ἡσσῶνται Ῥωμαῖοι, φόνος τε αὐτῶν πολὺς γέγονε, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι.
激战爆发,罗马人败北,伤亡惨重,敌军亦俘虏了若干人。
ἐν τούτοις ἦν καὶ Κούτζης. οὓς δὴ οἱ Πέρσαι ἅπαντας ἐς τὰ οἰκεῖα ἤθη ἀπαγαγόντες, δήσαντές τε τὸν ἅπαντα χρόνον ἐν σπηλαίῳ καθεῖρξαν, καὶ τοῦ φρουρίου τὴν οἰκοδομίαν οὐδενὸς ἔτι ἀμυνομένου εἰς ἔδαφος καθεῖλον.
库特泽斯亦在被俘者之中。波斯人将所有这些俘虏押解回国,予以捆绑,终身幽禁于洞穴之内;由于再无人防守,他们便将要塞的建筑彻底夷为平地。
Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν τῆς ἕω Βελισάριον καταστησάμενος, στρατεύειν ἐπὶ Πέρσας ἐκέλευεν. ὁ δὲ στρατιὰν λόγου πολλοῦ ἀξίαν ἀγείρας ἐς Δάρας ἦλθε.
其后,查士丁尼皇帝任命贝利撒留为东方军统帅,命他出征波斯。他召集了一支颇具规模的大军,抵达达拉。
καί οἱ Ἑρμογένης ξυνδιακοσμήσων τὸν στρατὸν ἐκ βασιλέως ἀφίκετο, τὸ τοῦ μαγίστρου ἀξίωμα ἔχων, ὃς Βιταλιανῷ παρήδρευε πρότερον ἡνίκα βασιλεῖ Ἀναστασίῳ πολέμιος ἦν.
赫尔墨根尼斯亦从皇帝处前来协助他整编军队,此人官拜长官,往昔在维塔利安与阿纳斯塔修斯皇帝交战时曾任其副手。
καὶ Ῥουφῖνον δὲ πρεσβευτὴν βασιλεὺς ἔπεμψεν, ὃν δὴ ἐν Ἱεραπόλει τῇ πρὸς τῷ Εὐφράτῃ ποταμῷ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευε. λόγοι γὰρ ἤδη πολλοὶ ἀμφοτέροις ἀμφὶ τῇ εἰρήνῃ ἐγίνοντο.
皇帝还派遣了鲁菲努斯作为使节,并命他在幼发拉底河畔的希拉波利斯驻留,直至皇帝本人发出信号;因为双方之间彼时已展开了诸多关于和平的交涉。
ἄφνω δέ τις Βελισαρίῳ τε καὶ Ἑρμογένει ἀπήγγελλεν ὡς Πέρσαι ἐσβάλλειν ἐπίδοξοί εἰσιν ἐς γῆν τὴν Ῥωμαίων, πόλιν Δάρας αἱρήσειν ἐν σπουδῇ ἔχοντες.
然而突然有人向贝利撒留和赫尔墨根尼斯报告,称波斯人预计将入侵罗马人的领土,急欲攻取达拉城。
οἱ δὲ ταῦτα ἀκούσαντες τὰ ἐς τὴν παράταξιν ἐξηρτύοντο ὧδε. τῆς πύλης ἣ πόλεως Νισίβιδος καταντικρὺ κεῖται οὐ μακρὰν ἄποθεν, ἀλλ’ ὅσον λίθου βολήν, τάφρον βαθεῖάν τινα ὤρυξαν, διεξόδους πολλὰς ἔχουσαν. οὐκ ἐπ’ εὐθείας μέντοι ἡ τάφρος ἥδε ὀρώρυκτο, ἀλλὰ τρόπῳ τοιῷδε.
他们得知此事后,便如下部署会战的阵势。在正对尼西比斯城方向的城门不远处,约一掷石之遥,他们挖掘了一条深壕,其上设有多处通路。然而,这条壕沟并非挖成一条直线,而是呈如下形态:
κατὰ μὲν τὸ μέσον βραχεῖά τις ἐγεγόνει εὐθεῖα, ἐφ’ ἑκάτερα δὲ αὐτῆς ὀρθαὶ κεραῖαι πεποίηντο δύο, ἔς τε τὰ πέρατα ταῖν ὀρθαῖν κεραίαιν αὖθις τὰς τάφρους ἐπὶ πλεῖστον εὐθείας ἐξῆγον.3
正中修筑了一条短小的直线壕沟,在其两侧各构筑了一条垂直交叉的侧沟,复从这两条垂直侧沟的末端,将壕沟沿直线向外延伸极远。
οἱ μὲν οὖν Πέρσαι οὐκ ἐς μακρὰν στρατῷ πολλῷ ἦλθον, ἔν τε Ἀμμώδιος χωρίῳ, πόλεως Δάρας μέτρῳ εἴκοσι σταδίων ἀπέχοντι, ἐστρατοπεδεύσαντο ἅπαντες. ἄρχοντες δὲ ἄλλοι τε ἦσαν καὶ Πιτυάξης καὶ Βαρεσμανᾶς ἑτερόφθαλμος. στρατηγὸς δὲ εἷς ἅπασιν ἐφειστήκει, Πέρσης ἀνήρ, μιρράνης μὲν τὸ ἀξίωμα (οὕτω γὰρ τὴν ἀρχὴν καλοῦσι Πέρσαι), Περόζης δὲ ὄνομα.
未几,波斯人率大军前至,全军扎营于距达拉城二十斯塔狄昂的阿莫迪奥斯之地。将领中除其他人外,尚有皮图阿克塞斯以及独眼的巴雷斯马纳斯。总领全军的统帅只有一人,为波斯男子,其官阶为米兰尼斯——波斯人以此称呼该职衔——名为佩罗泽斯。
ὃς δὴ αὐτίκα παρὰ Βελισάριον πέμψας τὸ βαλανεῖον ἐν παρασκευῇ ἐκέλευε ποιεῖσθαι· λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλομένῳ εἶναι.4
此人随即派人至贝利撒留处,吩咐备好浴池,声称他意欲次日在此沐浴。
διὸ δὴ Ῥωμαῖοι τὰ ἐς τὴν ξυμβολὴν καρτερώτατα ἐξηρτύοντο, ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ μαχούμενοι.
因此罗马人极其坚定地做好交战准备,认定次日便将开战。
Ἅμα τε ἡλίῳ ἀνίσχοντι τοὺς πολεμίους ἐπὶ σφᾶς προϊόντας ὁρῶντες ἐτάξαντο ὧδε. εὐθείας μὲν τὰ ἔσχατα τῆς ἀριστερᾶς ἣ ἔνερθεν ἦν τῆς ὀρθῆς κεραίας μέχρι ἐς τὸν λόφον ὃς ταύτῃ ἀνέχει, Βούζης εἶχε ξὺν ἱππεῦσι πολλοῖς καὶ Φάρας Ἔρουλος ξὺν ὁμογενέσι τριακοσίοις· ἐν δεξιᾷ δὲ αὐτῶν τῆς τάφρου ἐκτὸς κατὰ τὴν γωνίαν ἣν ἥ τε ὀρθὴ κεραία καὶ ἡ ἐνθένδε εὐθεῖα ἐποίει, Σουνίκας τε ἦν καὶ Ἀϊγάν, Μασσαγέται γένος, ξὺν ἱππεῦσιν ἑξακοσίοις, ὅπως, ἢν οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν τραπεῖεν, αὐτοὶ πλάγιοι κατὰ τάχος ἰόντες κατὰ νώτου τε τῶν πολεμίων γινόμενοι τοῖς ἐκείνῃ Ῥωμαίοις ἀμύνειν εὐπετῶς δύνωνται. ἐπὶ θάτερα δὲ τρόπῳ τῷ αὐτῷ ἐτετάχατο·
旭日初升之时,罗马人见敌人正向己方推进,遂如下列阵:在垂直侧沟后方的左翼直线壕沟末端,直至该处耸立的丘陵,由布泽斯率众多骑兵把守,并有赫鲁利人法拉斯率同族三百骑兵相助;在他们右侧、壕沟外侧、由垂直侧沟与其引伸之直线所形成的转角处,则部署了出身马萨革泰人的苏尼卡斯与艾甘,率骑兵六百名,以便在布泽斯与法拉斯的部众溃退之时,他们能迅速斜插至敌人背后,从而轻而易举地支援该处的罗马人。在另一侧(右翼)亦依同样方式完成部署。
- 1.13.4ἀπεῖπον μὴ οἰκοδομήσασθαι περαιτέρω μηδέν
表示禁止或拒绝的动词 ἀπεῖπον(禁止)后接不定式 οἰκοδομήσασθαι,其前带有赘用否定词 μή,后接否定代词 μηδέν。按照希腊语阻碍与禁止动词后的惯用法,此处的 μή 为冗余否定,整体意为“禁止他们再建造任何东西”。
- 1.13.5οὐ ξὺν τῷ ἀσφαλεῖ τοῖς πολεμίοις εἰς χεῖρας ἰόντε
分词 ἰόντε 为阳性主格双数,修饰两兄弟(库特泽斯与布泽斯)。介词短语 οὐ ξὺν τῷ ἀσφαλεῖ(不顾安全地、鲁莽地)作副词用,修饰习惯短语 εἰς χεῖρας ἰέναι(短兵相接、交战),生动刻画了二人好勇斗狠、缺乏谨慎的性格。
- 1.13.14κατὰ μὲν τὸ μέσον βραχεῖά τις ἐγεγόνει εὐθεῖα, ἐφ’ ἑκάτερα δὲ αὐτῆς ὀρθαὶ κεραῖαι πεποίηντο δύο, ἔς τε τὰ πέρατα ταῖν ὀρθαῖν κεραίαιν αὖθις τὰς τάφρους ἐπὶ πλεῖστον εὐθείας ἐξῆγον
描述战壕几何构造的长句。句式由三部分层层推进:中央短小的直线部分(βραχεῖά τις εὐθεῖα)、两端垂直转折的两条侧翼(ὀρθαὶ κεραῖαι δύο),以及从这两条垂直侧翼的末端(ταῖν ὀρθαῖν κεραίαιν 为阴性属格双数)向外延伸极长的两条直线壕沟(ἐξῆγον 带有未明言的主语“工兵/他们”)。
- 1.13.17λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλομένῳ εἶναι
古典希腊语与格+βουλομένῳ ἐστί(……所愿、希望)惯用句型在间接引语中转化为不定式 εἶναι 的结构。与格代词 οἱ 与分词 βουλομένῳ 一致,表示佩罗泽斯傲慢的要求(“因他意欲次日在此沐浴”)。
