- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.12.1-1.12.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
受喀瓦德宗教强迫的伊比利亚国王古尔根尼斯归顺罗马并逃往拉济卡,由此引发罗马与波斯军队在拉济卡和亚美尼亚的冲突。年轻的贝利撒留崭露头角,普罗科皮乌斯亦被选任为其顾问。
Εὐθὺς δὲ Καβάδης, καίπερ ἐν σπουδῇ ἔχων ἐσβολήν τινα ἐς τῶν Ῥωμαίων ποιεῖσθαι τὴν γῆν, οὐδαμῆ ἴσχυσεν, ἐπεὶ αὐτῷ ἐναντίωμα τοιόνδε ξυνηνέχθη γενέσθαι.
然而随即,尽管喀瓦德急欲对罗马人的土地发动入侵,却全然未能成行,因为遇上了如下的阻碍。
Ἴβηρες οἳ ἐν τῇ Ἀσίᾳ οἰκοῦσι πρὸς αὐταῖς που ταῖς Κασπίαις ἵδρυνται πύλαις, αἵπερ αὐτοῖς εἰσι πρὸς βορρᾶν ἄνεμον. καὶ αὐτῶν ἐν ἀριστερᾷ μὲν ἐχομένη πρὸς τὰς ἡλίου δυσμὰς Λαζική ἐστιν, ἐν δεξιᾷ δὲ πρὸς ἀνίσχοντα ἥλιον τὰ Περσῶν ἔθνη.
居住在亚细亚的伊比利亚人正定居在里海门附近,该门位于他们的北面。在他们的左侧,紧邻着日落(西方)方向的是拉济卡,而在右侧日出(东方)方向则是波斯的诸民族。
οὗτος ὁ λεὼς Χριστιανοί τέ εἰσι καὶ τὰ νόμιμα τῆς δόξης φυλάσσουσι ταύτης πάντων μάλιστα ἀνθρώπων ὧν ἡμεῖς ἴσμεν, κατήκοοι μέντοι ἐκ παλαιοῦ τοῦ Περσῶν βασιλέως τυγχάνουσιν ὄντες.
这支民众是基督徒,并且比我们所知的一切人更为严格地恪守这种信仰的法规;然而,他们自古以来恰是波斯国王的属民。
τότε δὲ αὐτοὺς ἤθελε Καβάδης ἐς τὰ νόμιμα τῆς αὑτοῦ δόξης βιάζεσθαι. καὶ αὐτῶν τῷ βασιλεῖ Γουργένῃ ἐπέστελλε τά τε ἄλλα ποιεῖν ᾗ Πέρσαι νομίζουσι καὶ τοὺς νεκροὺς τῇ γῇ ὡς ἥκιστα κρύπτειν, ἀλλ’ ὄρνισί τε ῥιπτεῖν καὶ κυσὶν ἅπαντας.
当时喀瓦德意欲强迫他们遵守他自己信仰的规矩。他向他们的国王古尔根尼斯下令,其他事宜皆须依照波斯人的习俗办理,且绝不可将死者埋入土中,而须尽数抛弃给鸟类和犬只。
διὸ δὴ Γουργένης προσχωρεῖν Ἰουστίνῳ βασιλεῖ ἤθελε τά τε πιστὰ ἠξίου λαβεῖν ὡς οὔποτε Ἴβηρας καταπροήσονται Πέρσαις Ῥωμαῖοι.
因此古尔根尼斯意欲归顺查士丁皇帝,并要求获得保证,确信罗马人绝不会将伊比利亚人弃之不顾而让予波斯人。
ὁ δὲ ταῦτά τε αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ἐδίδου καὶ Πρόβον τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, ἄνδρα πατρίκιον, ξὺν χρήμασι πολλοῖς ἐς Βόσπορον ἔπεμψεν, ἐφ’ ᾧ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι πέμψῃ ἐς ξυμμαχίαν.1
皇帝极具热诚地给予了他这些保证,并派遣前任皇帝阿纳斯塔修斯的侄子、贵族普罗布斯携带巨资前往博斯普鲁斯,条件是以金钱说服一支匈人军队,派遣他们作为盟军支援伊比利亚人。
ἔστι δὲ πόλις ἐπιθαλασσία ἡ Βόσπορος, ἐν ἀριστερᾷ μὲν ἐσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον, Χερσῶνος δὲ πόλεως, ἣ γῆς τῆς Ῥωμαίων ἐσχάτη ἐστίν, ὁδῷ διέχουσα ἡμερῶν εἴκοσιν. ὧν δὴ τὰ ἐν μέσῳ ἅπαντα Οὖννοι ἔχουσιν.
博斯普鲁斯是一座临海城市,位于乘船驶入所谓的优克辛海(黑海)者的左手边,距离罗马帝国边陲的城市赫尔松有二十天的路程。两地之间所有的区域尽被匈人占据。
οἱ δὲ Βοσπορῖται αὐτόνομοι μὲν τὸ παλαιὸν ᾤκουν, Ἰουστίνῳ δὲ βασιλεῖ ἔναγχος προσχωρεῖν ἔγνωσαν.
博斯普鲁斯人古时本过着自治的生活,但不久前决意归顺查士丁皇帝。
ἐπεὶ δὲ Πρόβος ἐνθένδε ἄπρακτος ἀνεχώρησε, Πέτρον στρατηγὸν σὺν Οὔννοις τισὶν ἐς Λαζικὴν βασιλεὺς ἔπεμψε Γουργένῃ ὅση δύναμις ξυμμαχήσοντα.
及至普罗布斯从该处无功而返,皇帝便派遣彼得将军率领部分匈人前往拉济卡,竭尽全力支援古尔根尼斯。
ἐν τούτῳ δὲ Καβάδης στράτευμα λόγου πολλοῦ ἄξιον ἐπί τε Γουργένην καὶ Ἴβηρας ἔπεμψε καὶ στρατηγὸν ἄνδρα Πέρσην, οὐαρίζην μὲν τὸ ἀξίωμα, Βόην δὲ ὄνομα.
在此期间,喀瓦德派遣了一支颇有声势的大军进攻古尔根尼斯和伊比利亚人,并以一位波斯人担任统帅,其官阶为瓦里泽斯,名为博埃斯。
ὅ τε Γουργένης ἐλάσσων ὀφθεὶς ἢ φέρειν τὴν Περσῶν ἔφοδον,2 ἐπεί οἱ τὰ ἐκ Ῥωμαίων οὐχ ἱκανὰ ἦν, ξὺν Ἰβήρων τοῖς λογίμοις ἅπασιν ἐς Λαζικὴν ἔφυγε, τήν τε γυναῖκα καὶ τοὺς παῖδας ξὺν τοῖς ἀδελφοῖς ἐπαγόμενος, ὧν δὴ Περάνιος ὁ πρεσβύτατος ἦν.
古尔根尼斯见罗马方面的援军不足,自忖力量单薄难以抵挡波斯人的进攻,便携同妻子儿女以及众兄弟——其中佩拉尼乌斯最为年长——率领伊比利亚全体显贵逃往拉济卡。
ἐν δὲ τοῖς Λαζικῆς ὁρίοις γενόμενοι ἔμενον, ταῖς τε δυσχωρίαις φραξάμενοι τοὺς πολεμίους ὑφίσταντο.
他们抵达拉济卡边境后便驻扎下来,利用险要的地势构筑防御,抵抗敌人。
Πέρσαι δὲ αὐτοῖς ἐπισπόμενοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔπρασσον, τοῦ πράγματος σφίσι διὰ τὰς δυσχωρίας ἀντιστατοῦντος.
追击他们的波斯人未能取得任何值得一提的战果,因为险恶的地形阻碍了他们的行动。
Ἔπειτα δὲ οἵ τε Ἴβηρες ἐς Βυζάντιον παρεγένοντο καὶ Πέτρος ἐς βασιλέα μετάπεμπτος ἦλθε, καὶ τὸ λοιπὸν βασιλεὺς Λαζοῖς οὐ βουλομένοις ξυμφυλάσσειν τὴν χώραν ἠξίου, στράτευμά τε καὶ Εἰρηναῖον ἄρχοντα πέμψας.
此后,伊比利亚人抵达拜占庭,彼得亦奉召来到皇帝处;往后皇帝便派遣军队与统帅艾雷奈乌斯,认为即便拉济人不情愿,亦当与他们共同防守该国。
ἔστι δὲ φρούρια ἐν Λαζοῖς δύο εὐθὺς εἰσιόντι ἐκ τῶν Ἰβηρίας ὁρίων, ὧν ἡ φυλακὴ τοῖς ἐπιχωρίοις ἐκ παλαιοῦ ἐπιμελὴς ἦν, καίπερ ταλαιπωρίᾳ πολλῇ ἐχομένοις, ἐπεὶ οὔτε σῖτος ἐνταῦθα οὔτε οἶνος οὔτε ἄλλο τι ἀγαθὸν γίνεται.
从伊比利亚边界一进入拉济人的境内就有两座要塞,自古以来一直由当地人精心守卫,尽管他们承受着极大的艰辛,因为该地既不产粮食,也不产酒或其他任何好物。
οὐ μὴν οὐδέ τι ἑτέρωθεν ἐσκομίζεσθαι διὰ τὴν στενοχωρίαν οἷόν τέ ἐστιν, ὅτι μὴ φερόντων ἀνθρώπων.3 ἐλύμοις μέντοι τισὶν ἐνταῦθα γιγνομένοις εἰθισμένον σφίσιν οἱ Λαζοὶ ἀποζῆν ἴσχυον.
不仅如此,由于山径狭窄,除了由人力背负运输之外,根本无法从别处运入任何物品。然而,拉济人依靠当地生长的一种粟米,尚能依照传统习惯勉强度日。
τούτους ἐξαναστήσας ἐνθένδε βασιλεὺς τοὺς φρουρούς, στρατιώτας Ῥωμαίους ἐκέλευεν ἐπὶ τῇ φυλακῇ τῶν φρουρίων καθίστασθαι.
皇帝从该处撤走了这些当地卫兵,命令罗马士兵进驻把守要塞。
οἷς δὴ κατ’ ἀρχὰς μὲν ἐπιτήδεια μόλις Λαζοὶ ἔφερον, ὕστερον δὲ αὐτοί τε πρὸς τὴν ὑπουργίαν ἀπεῖπον καὶ Ῥωμαῖοι τὰ φρούρια ταῦτα ἐξέλιπον, οἵ τε Πέρσαι πόνῳ αὐτὰ οὐδενὶ ἔσχον. ταῦτα μὲν ἐν Λαζοῖς γέγονε.
起初拉济人尚勉强为这些士兵运送补给,但后来他们自己对这项劳役力竭放弃,罗马人遂弃守这些要塞,波斯人毫不费力便将它们占领。这些事便是发生在拉济人当中的情形。
Ῥωμαῖοι δέ, Σίττα τε καὶ Βελισαρίου ἡγουμένων σφίσιν, ἐς Περσαρμενίαν τὴν Περσῶν κατήκοον ἐσβαλόντες χώραν τε πολλὴν ἐληίσαντο καὶ Ἀρμενίων πάμπολυ πλῆθος ἀνδραποδίσαντες ἀπεχώρησαν.
与此同时,罗马人在西塔斯与贝利撒留的率领下,入侵了臣属于波斯的波斯亚美尼亚,大肆劫掠了大片土地,将极多亚美尼亚人掠为奴隶后撤回。
τούτω δὲ τὼ ἄνδρε νεανία μὲν καὶ πρῶτον ὑπηνήτα ἤστην, Ἰουστινιανοῦ δὲ στρατηγοῦ δορυφόρω,4 ὃς δὴ χρόνῳ ὕστερον ξὺν Ἰουστίνῳ τῷ θείῳ τὴν βασιλείαν ἔσχεν. ἑτέρας δὲ ἐσβολῆς Ῥωμαίοις ἐς Ἀρμενίαν γεγενημένης Ναρσῆς τε καὶ Ἀράτιος παρὰ δόξαν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον.
这两位男子当时皆是初生胡须的青年,是日后与其叔父查士丁共同掌权的统帅查士丁尼的侍卫。当罗马人对亚美尼亚发动第二次入侵时,纳尔塞斯与阿拉提乌斯出人意料地迎战并交手。
οἳ οὐ πολλῷ ὕστερον ἐς Ῥωμαίους τε αὐτόμολοι ἵκοντο καὶ ξὺν Βελισαρίῳ ἐς Ἰταλίαν ἐστράτευσαν, τότε μέντοι τοῖς ἀμφὶ Σίτταν τε καὶ Βελισάριον ξυμβαλόντες τὸ πλέον ἔσχον.
这些人不久之后作为投诚者来到罗马人这一边,并随同贝利撒留远征意大利;然而当时他们与西塔斯和贝利撒留的部众交锋,占了上风。
εἰσέβαλε δὲ καὶ ἀμφὶ πόλιν Νίσιβιν ἄλλη Ῥωμαίων στρατιά, ἧς Λιβελάριος ἐκ Θρᾴκης ἦρχεν. οἳ φεύγοντες εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο, καίπερ οὐδενὸς σφίσιν ἐπεξιόντος.
由色雷斯人利贝拉里乌斯率领的另一支罗马军队也入侵了尼西比斯城一带。这支军队在没有任何敌人追击的情况下,却仓皇奔逃并立即撤退。
διὸ δὴ Λιβελάριον μὲν παρέλυσε τῆς ἀρχῆς βασιλεύς, Βελισάριον δὲ ἄρχοντα καταλόγων τῶν ἐν Δάρας κατεστήσατο. τότε δὴ αὐτῷ ξύμβουλος ᾑρέθη Προκόπιος ὃς τάδε ξυνέγραψε.
皇帝因此免去了利贝拉里乌斯的职务,任命贝利撒留为驻扎在达拉的军队的长官。正是在那时,撰写本史的普罗科皮乌斯被选任为他的顾问。
- 1.12.6ἐφ’ ᾧ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι πέμψῃ ἐς ξυμμαχίαν
ἐφʼ ᾧ 后接虚拟式(或将来时直陈式、不定式),引导条件或目的从句(“条件是……”、“以便……”),在此表示派遣普罗布斯的目的与所附条件。
- 1.12.11ἐλάσσων ὀφθεὶς ἢ φέρειν τὴν Περσῶν ἔφοδον
比较级形容词(ἐλάσσων)后接 ἤ 及不定式(φέρειν)的结构,表示程度悬殊或能力不足(“太弱以致无法承受”/“无法抵挡”,相当于拉丁语的比较级 + quam ut + 虚拟式)。
- 1.12.17ὅτι μὴ φερόντων ἀνθρώπων
ὅτι μή 置于否定句之后,构成表示“除……之外(except)”的习语。此处它与独立属格结构(φερόντων ἀνθρώπων)相结合,意为“除非有人力背负搬运”。
- 1.12.21τούτω δὲ τὼ ἄνδρε νεανία μὲν καὶ πρῶτον ὑπηνήτα ἤστην, Ἰουστινιανοῦ δὲ στρατηγοῦ δορυφόρω
在描述西塔斯与贝利撒留二人时,本句一贯使用了古典阿提卡方言的双数形态:主语(τούτω ... τὼ ἄνδρε)、表语名词(νεανία, ὑπηνήτα, δορυφόρω)以及动词(ἤστην,系动词 εἰμί 的未完成过去时第三人称双数)。这是普罗科皮乌斯拟古主义(Atticism)文风的显著例证。
