- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.11.27-1.11.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
和平谈判因拉济卡的主权归属与库斯老的收养方式而破裂;波斯使节塞奥塞斯回国后因亵渎与越权遭审判并处决,罗马使节伊帕提乌斯亦遭谗言而被免职。
ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγρην, ὃς δὴ πόλεως Νισίβιδος διέχει δυοῖν ἡμέραιν ὁδῷ μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον στέλλοιτο.
库斯老也来到了底格里斯河边,此地距尼西比斯城大约两天的路程,以便一旦和平条款双方皆感最妥善时,他便亲自前往拜占庭。
πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν Κολχίδα ἣ νῦν Λαζικὴ ἐπικαλεῖται Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν.
于是双方就彼此之间的争端发表了许多言论,塞奥塞斯更声称,如今被称为拉济卡的科尔基斯之地自古以来就臣属于波斯人,罗马人毫无正当理由地强占了该地。
ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι.
罗马人闻听此言,对波斯人竟然连拉济卡也要争夺感到义愤填膺。及至罗马人进一步坚称,库斯老的收养必须按照适于蛮族的方式进行,波斯人便觉得断不可接受了。
ἑκάτεροι οὖν διαλυθέντες ἐπ’ οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο, περιώδυνός τε ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἐς αὐτὸν ὕβρεως τίσασθαι.
于是双方各自分散返国,库斯老一事无成地回到了父亲身边,对所发生的一切深感痛苦,发誓要对罗马人施加于他的侮辱进行报复。
Μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ, ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου,1 τὸν Λαζικῆς λόγον προθείη, τὴν εἰρήνην ἐκκρούων Ὑπατίῳ τε κοινολογησάμενος πρότερον, ὃς δὴ βασιλεῖ τῷ οἰκείῳ εὐνοϊκῶς ὡς ἥκιστα ἔχων τήν τε εἰρήνην καὶ τὴν Χοσρόου ἐσποίησιν ἔργῳ ἐπιτελῆ οὐκ ἐῴη γενέσθαι, πολλὰ δὲ καὶ ἄλλα κατηγοροῦντες οἱ ἐχθροὶ τὸν Σεόσην ἐς δίκην ἐκάλουν.
此后,梅博德斯向喀瓦德谗毁塞奥塞斯,声称他未经主人指派,却故意提出拉济卡的问题以破坏和谈,且此前曾与伊帕提乌斯私下通谋——这位伊帕提乌斯对自己本国的皇帝极无好感,不愿让和约与库斯老的收养付诸实现。塞奥塞斯的政敌们又提出了许多其他指控,将他传唤受审。
Περσῶν μὲν οὖν ἡ βουλὴ ξύμπασα φθόνῳ μᾶλλον ἢ νόμῳ ξυνειλεγμένοι ἐδίκαζον.2 τῇ τε γὰρ ἀρχῇ οὐ ξυνειθισμένῃ σφίσιν αὐτοῖς ἐπιεικῶς ἤχθοντο καὶ τῷ τρόπῳ τοῦ ἀνδρὸς χαλεπῶς εἶχον.
于是,波斯的全体权贵会议怀着嫉妒而非依照法律聚集在一起进行审判。因为他们对这一自己素未习惯的官职十分不满,也对这人的脾性深感反感。
ἦν γὰρ ὁ Σεόσης χρημάτων μὲν ἀδωρότατος καὶ τοῦ δικαίου ἐπιμελητὴς ἀκριβέστατος, ἀλαζονείας δὲ νόσῳ ἐχόμενος οὐδὲν ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις. ξυμφυὲς μὲν γὰρ εἶναι δοκεῖ τοῖς Περσῶν ἄρχουσι τοῦτό γε ἐν δὲ τῷ Σεόσῃ καὶ αὐτοὶ ᾤοντο ὑπερφυῶς ἐς τὰ μάλιστα τὸ πάθος ἀκμάσαι.
塞奥塞斯为人极不受贿,且对正义奉行不苟,但受制于傲慢之疾,绝非他人可比。因为这种品质在波斯统治者身上似乎本属天然,但他们自己也认为,在塞奥塞斯身上这种狂悖之情竟异常发展到了极点。
ἔλεγον δὲ οἱ κατήγοροι ταῦτά τε ἅπερ μοι προδεδήλωται καὶ ὡς ἥκιστα τῷ ἀνθρώπῳ βουλομένῳ εἴη ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν ἢ περιστέλλειν τὰ Περσῶν νόμιμα. καινά τε γὰρ αὐτὸν δαιμόνια σέβειν καὶ τελευτήσασαν ἔναγχος τὴν γυναῖκα θάψαι, ἀπειρημένον τοῖς Περσῶν νόμοις γῇ κρύπτειν ποτὲ τὰ τῶν νεκρῶν σώματα.
控告者们陈述了前文我已阐明的事情,并指出此人绝不愿依既定规制生活或谨守波斯的法令;因为他们指控他崇奉新神,并且安葬了刚去世不久的妻子,尽管波斯法令严禁将死者尸体埋入土中。
οἱ μὲν οὖν δικασταὶ θάνατον τοῦ ἀνθρώπου κατέγνωσαν, Καβάδης δὲ ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει,3 ἐξελέσθαι δὲ αὐτὸν οὐδαμῆ ἤθελεν.
于是审判官们判处此人死刑;喀瓦德表面上看似如同挚友般为塞奥塞斯同情悲戚,却决不愿解救他。
οὐ μὴν οὐδὲ ὅτι αὐτὸν δι’ ὀργῆς ἔχοι ἐξήνεγκεν, ἀλλὰ τῷ λόγῳ παραλύειν τοὺς Περσῶν νόμους οὐκ ἐβούλετο, καίπερ ζωάγρια τῷ ἀνθρώπῳ ὀφείλων, ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι.4 οὕτω μὲν ὁ Σεόσης καταγνωσθεὶς ἐξ ἀνθρώπων ἠφάνιστο.
不仅如此,他甚至未曾表露自己对他怀有怒意,只托言不愿废弛波斯法令,尽管他欠那人救命之恩,因为塞奥塞斯正是他得以生全并登上帝位的首要功臣。塞奥塞斯就这样被定罪而从人间消逝了。
ἡ δὲ ἀρχὴ ἐξ αὐτοῦ ἀρξαμένη ἐς αὐτὸν ἐτελεύτησεν. ἕτερος γάρ τις ἀδρασταδάραν σαλάνης οὐδεὶς γέγονε. καὶ Ῥουφῖνος δὲ Ὑπάτιον ἐς βασιλέα διέβαλλε.
而这一官衔因他而始,亦因他而终,因为再没有其他人担任过“阿德拉司塔达兰·沙兰内斯”。此外,鲁菲努斯也在皇帝面前谗毁伊帕提乌斯。
διὸ δὴ αὐτόν τε παρέλυσε τῆς ἀρχῆς βασιλεύς, καὶ τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος οὐδὲν ὑγιὲς ἐν ταύτῃ τῇ διαβολῇ τὸ παράπαν εὗρε, κακὸν μέντοι οὐδὲν Ὑπάτιον ἄλλο εἰργάσατο.
皇帝因此免去了他的官职,并在对他的几名亲信施行极严酷的拷打之后,发现这场诽谤全然没有丝毫根据;然而,皇帝并未对伊帕提乌斯加诸任何其他伤害。
- 1.11.31οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου
非人称绝对宾格(accusative absolute),作为伴随情况的状语从句,意为“尽管主人并未向他下达此项命令”。
- 1.11.32Περσῶν μὲν οὖν ἡ βουλὴ ξύμπασα φθόνῳ μᾶλλον ἢ νόμῳ ξυνειλεγμένοι ἐδίκαζον
依义构句(synesis):集合名词 ἡ βουλὴ(单数阴性)在意义上代表复数群体,因而与阳性复数分词 ξυνειλεγμένοι 及复数谓语动词 ἐδίκαζον 呼应。
- 1.11.36ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει
分词 ξυναλγοῦντι 作与格,由支配与格的动词 ἐῴκει(意为“看似、像”)所统辖,表示主语喀瓦德表面的举止:“看似如同友人一般与塞奥塞斯同悲”。
- 1.11.37ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι
不定式 βιῶναί 与 εἶναι 补充说明最高级形容词 αἰτιώτατος(“成为……的最主要原因”)。表语名词 βασιλεῖ 受不定式逻辑主语 οἱ(与格)的格吸引影响,亦采用了与格形式。
