- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.11.15-1.11.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗克鲁斯警告说,依法收养库斯老会导致波斯对罗马帝权提出继承权,皇帝等人采纳此议,决定虽遣使议和但收养只能依照蛮族武装仪式而非文书进行;双方随后派遣高官使节在边境会晤谈判。
οὐ γὰρ ἄλλο οὐδὲν οἶμαι ἔν γε τῷ παρόντι ἡμῖν ἐν βουλῇ εἶναι ἢ ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρσαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιάζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα, οὕτως ἀνέδην ἀφαιρεῖσθαι τὴν βασιλείαν ἡμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι,1 λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι.
因为我认为,眼下我们在商议的无非是如何以体面的名义将罗马人的江山移交给波斯人;他们既不掩饰,也不使用任何借口,而是公开承认其图谋,如此肆无忌惮地要求剥夺我们的帝位,以显而易见的诡计假充真诚,以厚颜无耻的言辞标榜清静无为。
καίτοι χρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν παντὶ ἀποκρούεσθαι σθένει· σὲ μέν, ὦ βασιλεῦ, ὅπως δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δέ, ὦ στρατηγέ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμποδὼν γένοιο.
然而,你们二人都本应用尽全力击退蛮族的这一企图:你,皇帝啊,免得成为罗马人的末代皇帝;你,将军啊,免得阻碍了自己继承大位。
τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγου ὡς ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, αὕτη δὲ ἄντικρυς ἐκ προοιμίων εὐθὺς ἡ πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν βούλεται.
因为其他言辞上的诡辩多半被庄重所掩盖,对寻常大众而言或许还需要个解释者,而这支使团却开门见山、不加修饰地希望让这位不论究竟是何人的库斯老被罗马皇帝收为继承人。
οὑτωσὶ γάρ μοι περὶ τούτων διαλογίζεσθε· φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ πατρὸς κλήρου. ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν.”2
请你们随我这样考量这些事:按天性,父辈之物归属于子女;而在全人类中因差异而始终彼此冲突的法律,唯独在此处,于罗马人与所有蛮族之间皆达成了共识,彼此一致判定子女是父亲遗产的合法主人。因此,你们一旦接受了最初的提议,剩下的就只能被迫全盘让步了。”
Πρόκλος μὲν τοσαῦτα εἶπε. βασιλεὺς δὲ καὶ ὁ βασιλέως ἀδελφιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο.
普罗克鲁斯讲了这番话。皇帝和皇帝的侄子听取了他的言论,并商讨应当采取的行动。
ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα πέμψας, ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ’ ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται,3 καὶ γράμμασι τὸν τρόπον σημῆναι καθ’ ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη.4
在此期间,喀瓦德又给查士丁皇帝送来一封信,请求他派遣声望卓著的使者,以便与他订立和约,并以书信指明,他希望以何种方式为他的儿子举行收养仪式。
καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον ἢ πρότερον τὴν Περσῶν πεῖραν διέβαλλε, μέλειν τε αὐτοῖς ἰσχυρίζετο ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα προσποιήσωνται.
此时普罗克鲁斯比先前更加严厉地抨击波斯人的企图,坚称他们所关心的无非是以最安全的方式将罗马人的政权据为己有。
καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ’ αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ καθ’ ὅ τι δεῖ τὴν ἐσποίησιν Χοσρόῃ γενέσθαι, διαρρήδην ἀποκρίνασθαι ὅτι δεῖ ὡς βαρβάρῳ προσήκει, δηλῶν ὅτι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ἐσποιοῦνται, ἀλλ’ ὅπλων σκευῇ.
他进而提出建议:固然应当立即与他们缔结和平,但皇帝应当为此派遣最首要的要员前往,当喀瓦德询问应当以何种方式收养库斯老时,他们必须明确回答应当按照蛮族应有的方式进行,〔普罗克鲁斯〕指出,蛮族收养子女并非通过文书,而是通过武装装备。
οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος βασιλεὺς ἀπεπέμψατο, ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους ἕψεσθαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται.
于是,查士丁皇帝打发使节回国,许诺罗马最杰出的要员不久将随后赶到,他们将以最优善的方式处理关于和平与库斯老的事宜。
γράμμασί τε Καβάδην κατὰ ταὐτὸ ἠμείψατο. στέλλονται τοίνυν ἐκ μὲν Ῥωμαίων Ὑπάτιος, Ἀναστασίου τοῦ πρώην βεβασιλευκότος ἀδελφιδοῦς, πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος ὁ Σιλβανοῦ παῖς, ἔν τε πατρικίοις ἀνὴρ δόκιμος καὶ Καβάδῃ ἐκ πατέρων αὐτῶν γνώριμος· ἐκ Περσῶν δὲ ἀνὴρ δυνατώτατός τε καὶ ἐξουσίᾳ πολλῇ χρώμενος, ὄνομα μὲν Σεόσης, ἀδρασταδάραν σαλάνης δὲ τὸ ἀξίωμα, καὶ Μεβόδης, τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν. οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον ὅπως τά τε διάφορα διαλύσουσι καὶ τὰ ἀμφὶ τῇ εἰρήνῃ εὖ θήσονται.
他又以内容相同的书信回复了喀瓦德。于是,罗马方面派遣了前任皇帝阿纳斯塔西乌斯的侄子伊帕提乌斯——他拥有贵族头衔并担任东方统帅一职,以及西尔瓦努斯之子鲁菲努斯——他在贵族中声名显赫且因父辈之故与喀瓦德相识;波斯方面则派遣了一位权倾一时、大权在握之人,名叫塞奥塞斯,职衔为“阿德拉司塔达兰·沙兰内斯”,以及担任“官长”之职的梅博德斯。他们聚集在划分罗马与波斯领土的一处地点,彼此会晤,商讨如何消除分歧并妥善安排和平事宜。
- 1.11.15τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι
τῷ φανερῷ 为中性形容词名词化,用作方式或手段与格,τῆς ἀπάτης 为其修饰属格,意为“借由其诡计的显而易见”。τὴν ἀφέλειαν(真诚、单纯)为分词 προϊσχόμενοι 的直接宾语,与后半句 λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι 构成工整的对仗。
- 1.11.18ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν
在 ὥστε 引导的从句中,λελείψεται(完成将来时)与表基准或关涉的与格 ἑλομένοις ὑμῖν(“对选择……的你们而言”)连用。不定词短语 πάντα τὰ λοιπὰ ξυγχωρεῖν(“让步其余的一切”)可视为句子的主语,表达“一旦做出了最初的选择,你们所剩下的便唯有全盘让步”。
- 1.11.20ἐφ’ ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται
连词 ἐφ' ᾧ 后接将来时直陈语气(θήσονται),构成表示条件或目的的固定句式(“以……为条件 / 以便与他订立和平”),规定了派遣使者所承担的使命与前提。
- 1.11.20καθ’ ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη
由 καθ’ ὃν 引导的间接疑问从句,带有 ἄν 和祈愿语气 εἴη。βουλομένῳ αὐτῷ 是与系动词连用的惯用人称与格(“若合其意愿/若其希望”)。θέσθαι 与 εἰσποίησιν 结合,意为“进行收养”。
