← 普罗科皮乌斯

战史

§1.11.1-1.11.14

霍斯劳养子提议与普罗克鲁斯的反对

阿纳斯塔修斯去世后查士丁登基,而波斯王喀瓦德为确保幼子霍斯劳顺利继承王位,提议让查士丁将其收为养子;查士丁与查士丁尼欣然赞同,但法令官普罗克鲁斯极力反对此项开先例的举措。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11.1

Ἀναστασίου δὲ ὀλίγῳ ὕστερον τελευτήσαντος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, ἀπεληλαμένων αὐτῆς τῶν Ἀναστασίου ξυγγενῶν ἁπάντων, καίπερ πολλῶν τε καὶ λίαν ἐπιφανῶν ὄντων.

阿纳斯塔修斯不久后去世,查士丁继承了帝国,阿纳斯塔修斯的亲族虽然众多且声名显赫,却全被排斥于帝位之外。

§1.11.2

τότε δὴ μέριμνά τις Καβάδῃ ἐγένετο μή τι Πέρσαι νεωτερίσωσιν ἐς τὸν αὑτοῦ οἶκον, ἐπειδὰν τάχιστα αὐτὸς τελευτήσῃ τὸν βίον, ἐπεὶ οὐδὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων τινὰ παραπέμψαι τὴν ἀρχὴν ἔμελλε.

彼时喀瓦德心生忧虑,担心一旦自己去世,波斯人便会对自己的家族生乱,因为他甚至无法毫无争议地将王位传给自己诸子中的任何一人。

§1.11.3

τῶν γάρ οἱ παίδων τὸν πρεσβύτατον Καόσην τῆς μὲν ἡλικίας ἕνεκα ἐς τὴν βασιλείαν ὁ νόμος ἐκάλει, ἀλλὰ Καβάδην οὐδαμῆ ἤρεσκεν. ἐβιάζετο δὲ τήν τε φύσιν καὶ τὰ νόμιμα ἡ τοῦ πατρὸς γνώμη.

盖因在其诸子中,长子卡奥塞斯本因年龄循例被法律召登王位,但喀瓦德对他全然不喜;这位父亲的意愿既违逆了天性,又触犯了成法。

§1.11.4

Ζάμην δέ, ὃς τὰ δευτερεῖα ἐφέρετο, τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐκκεκομμένον ἐκώλυεν ὁ νόμος. ἑτερόφθαλμον γὰρ ἢ ἄλλῃ τινὶ λώβῃ ἐχόμενον οὐ θέμις Πέρσαις βασιλέα καθίστασθαι.

至于排行第二的扎梅斯,因双眼之一被毁,法律阻碍了他;盖因在波斯人中,独眼或患有其他身体伤残者被立为王是悖逆神法的。

§1.11.5

Χοσρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεγόνει, ὑπερηγάπα μὲν ὁ πατήρ, ὁρῶν δὲ Πέρσας σχεδόν τι εἰπεῖν ἅπαντας τεθηπότας τὴν Ζάμου ἀνδρείαν (ἦν γὰρ ἀγαθὸς τὰ πολέμια) καὶ τὴν ἄλλην ἀρετὴν σέβοντας, ἔδεισε μὴ Χοσρόῃ ἐπαναστάντες ἔργα ἀνήκεστα ἐς τὸ γένος καὶ τὴν βασιλείαν ἐργάσωνται.

而对于阿斯佩贝德斯之妹所生的霍斯劳,父亲虽过分钟爱,但见几乎所有波斯人都惊叹于扎梅斯的勇武(因他善于战事)并敬重其其他美德,他遂惧怕波斯人会起而反抗霍斯劳,对王室和王国造成不可挽回的祸害。

§1.11.6

ἔδοξεν οὖν αὐτῷ ἄριστον εἶναι τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ’ ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο·1 οὕτω γάρ οἱ μόνως τὸ ὀχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν.

于是他认为,最好的办法是在霍斯劳成为查士丁皇帝养子的条件下,消除与罗马人的战争及战争诱因;盖因他认为唯有如此才能稳固地保全其王权。为此,他派遣使节携信前往拜占庭,致书查士丁皇帝。

§1.11.7

ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥωμαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα, ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλήματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα, ἐκεῖνο εἰδώς, ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε, προσόντος αὐτοῖς τοῦ δικαίου, εἶτα ἐλασσούμενοι ἑκόντες εἶναι2 τῶν φίλων ἡσσῶνται.

国书内容如下:“余等遭受罗马人之不公待遇,尔自身亦知晓;然余已决意全然放弃对尔等之全部指责,盖因余深知:凡本握有正义,却又甘愿屈尊让步于友邻之人,方为世间最胜之人。

§1.11.8

χάριν μέντοι αἰτοῦμαί σε ὑπὲρ τούτων τινά, ἣ ἂν οὐχ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ ξυγγενὲς συνδέουσα καὶ τὴν ἀπ’ αὐτοῦ ὡς τὸ εἰκὸς εὔνοιαν, ἐς κόρον δή που τῶν τῆς εἰρήνης ἀγαθῶν καταστήσασθαι ἱκανὴ εἴη.

然而,余以此向尔索求一恩,此恩不仅能将吾等自身,亦能将彼此之全体臣民联结于亲族关系及顺理成章而生之善意中,并足以使之尽享和平之福祉。

§1.11.9

λέγω δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαιο.”3

余之意乃是,尔当将余之子霍斯劳——彼将为余王位之继承者——收为养子。”

§1.11.10

Ταῦτα ἐπεὶ ἀπενεχθέντα Ἰουστῖνος βασιλεὺς εἶδεν, αὐτός τε περιχαρὴς ἐγένετο καὶ Ἰουστινιανὸς ὁ βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέξασθαι ἐπίδοξος ἦν.

查士丁皇帝阅毕送达的这封信函,他本人以及皇帝之甥、亦是公认将从其手中继承王位的查士丁尼皆欢喜异常。

§1.11.11

καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν ἐν γράμμασι θέσθαι ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν,4 ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶς ἀδωρότατος. διὸ δὴ οὔτε νόμον τινὰ εὐπετῶς ἔγραφεν οὔτε τι τῶν καθεστώτων κινεῖν ἤθελεν, ὃς καὶ τότε ἀνταίρων ἔλεξε τοιάδε·

二人正欲从速行事,按照罗马人的习惯以文书形式确立收养关系,若非普罗克鲁斯予以阻拦;此人当时位列皇帝之侧,担任所谓法令官一职,既公正廉明,又显然视钱财贿赂如尘土。

§1.11.13

“Νεωτέροις μὲν ἐγχειρεῖν πράγμασιν οὔτε εἴωθα καὶ ἄλλως δέδοικα πάντων μάλιστα, εὖ εἰδὼς ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐδαμῶς σώζεται.

为此,他既不轻易起草任何法令,亦不愿动摇任何成规,他当时亦出面反对,言道: “尝试前所未有之事,我非但不习惯,且万分畏惧,因我深知,在创新求变之中,安稳绝无可能得以保全。

§1.11.14

δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν·5 καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς σάλον·

依我之见,纵然有人在此类事上极度胆大,亦必当对此举裹足不前,并对其所引致之动荡畏惧退缩。”

语法注5 条
  1. 1.11.6ἐφ’ ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο

    短语 ἐφ’ ᾧ 用作连词,引导约定或条件(“在……的条件下”)。从属分句中的动词使用了祈愿语气(γένοιτο),以适应主句过去时及间接引语的语境(ἔδοξεν αὐτῷ)。

  2. 1.11.7ἑκόντες εἶναι

    带有不定式 εἶναι 的限定性惯用短语,意为“自愿地”或“心甘情愿地”,修饰分词 ἐλασσούμενοι。

  3. 1.11.9λέγω δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαιο

    λέγω 引导对前文恩求(χάριν)的同格解释(“我意指……”)。ὅπως ἂν 搭配祈愿语气(ποιήσαιο)构成名词性从句,表达提议的具体内容(“即请您将……收为养子”)。

  4. 1.11.11καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν ἐν γράμμασι θέσθαι ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν

    过去非真实条件句的一种特殊表达,归结分句(ἠπειγέσθην)未加 ἄν,生动表现了某项行动迫在眉睫、几乎已然付诸实施,仅在最后一刻被条件从句(εἰ μὴ Πρόκλος ἐκώλυσεν)所阻止。

  5. 1.11.14δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν

    人称句式 δοκῶ μοι(“依我看/我觉得”)后接带 ἄν 的不定式(ἀποκνῆσαι ἄν),呼应让步假设从句 εἰ καὶ ... ἦν,表示“即便有人极其大胆,也会裹足不前”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.11.1-1.11.14