← 佚名

亚里士多德《范畴篇》释义

§9.25-10.25

范畴的派生及其在智性界与词类中的对应

作者阐明了实体与其他三个范畴的结合如何派生出其余六个范畴,探讨了感觉界与智性界中范畴的相通性(核心多义性与类比,抑或单纯存在者与复合存在者之间的差异),并提出了言语的八个词类如何与十个范畴相对应的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

αὕτη γὰρ μετὰ μὲν τοῦ τόπου καὶ τοῦ χρόνου ποιεῖ τὸ ποῦ καὶ τὸ ποτέ (εἴδη δὲ ποσοῦ τόπος καὶ χρόνος), μετὰ δὲ τοῦ ποιοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν, μετὰ δὲ τοῦ πρός τι τὸ κεῖσθαι καὶ τὸ ἔχειν. καὶ κατὰ ταῦτα μὲν ἢ ὅτι ἐγγύτατα τούτοις ἡ εἰς τὰ δέκα τῶν γενῶν διαίρεσις κυριώτατα γίνοιτ’ ἄν. ἀλλ’ εἰ δέκα μὲν τὰ ἐν τῷ αἰσθητῷ ἐνταῦθα γένη, δέκα δὲ καὶ τὰ ἐν τῷ νοητῷ τὰ αὐτά, πότερον ὁμώνυμος ἢ συνώνυμος ἡ κοινωνία τῶν τῇδε πρὸς τὰ ἐκεῖ; [καὶ] ἢ μηδετέρως, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν·1 τῇ γὰρ διὰ τῶν μέσων ἐπιπλοκῇ συνέχεια μία συνάγεται τῶν πρώτων τε καὶ τελευταίων γενῶν, ἥτις οὔτε συγχεῖ τὰ ἔνυλα τοῖς ἀύλοις (πεπέρασται γὰρ ἐν τοῖς ἰδίοις ὅροις ἑκάτερα), οὔτε διασχίζει ἀπ’ ἀλλήλων αὐτά, διὰ τὸ κοινοῖς συνδέσμοις συνέχεσθαι, καὶ ἐξηρτῆσθαι ἀεὶ τῶν κρειττόνων τὰ καταδεέστερα καὶ πάντα τοῖς ἀλύτοις δεσμοῖς τῆς ὁμοιότητος συμπεραίνεσθαι. διὰ τοῦτο καὶ Πλάτων ἐν Παρμενίδῃ τὸ ἓν διὰ πασῶν διατείνει τῶν ὑποθέσεων, εἴτε περὶ θεοῦ, εἴτε περὶ νοῦ ἢ ψυχῆς καὶ σώματος ὁ λόγος γένοιτο, κατὰ τὴν ἐπὶ πάντα προϊοῦσαν διαφορουμένην κοινότητα. ἔχει δὲ ἀπορίαν τό τε πάσχειν καὶ τὰ πρός τι, ἔτι δὲ τὸ κεῖσθαι καὶ τὰ τοιαῦτα, εἰ ἐν τοῖς ἀτρέπτοις καὶ ἀπαθέσι καὶ οὖσιν ἐφ’ ἑαυτοῖς ἐνεῖναι ταῦτα ἰσχυριούμεθα. ἢ δυνατὸν μὲν καὶ ταῦτα κατ’ ἀναλογίαν ἐκεῖ θεωρεῖν, ἢ μόνῃ ληπτὰ τῇ μεταβάσει τὰ νοητὰ γέγονεν, εἴπερ μεθέξεις ἀπ’ ἀλλήλων καὶ ἱδρύσεις ἐν ἀλλήλοις καὶ ἐπ’ ἐκείνοις εἰσί, καὶ τὰ μὲν αἴτια τὰ δὲ αἰτιατὰ ὑμνοῦμεν. εἰ δέ τις ἄλλως ἀκούων τοῦ πάσχειν καὶ τοῦ πρός τι μὴ ἀξιοῖ θεωρεῖν αὐτὰ ἐν τοῖς νοητοῖς, οὐκ ἀπίθανον λέγειν, ὅτι δέκα ὄντων τῶν ὅλων γενῶν, ἐν μὲν τοῖς συνθέτοις πάντα εὕροι τις, ὡς καὶ ἐν τούτῳ τὴν σύνθεσιν ἐνδεικνυμένοις2 (καὶ γὰρ ἐν τοῖς μερικωτέροις ἀεὶ πλείονά ἐστι τὰ ὑπάρχοντα, κατὰ μερισμὸν πλεοναζομένοις), ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ μόνα τὰ τοῖς ἁπλουστάτοις προσήκοντα γένη. καὶ οὐκ ἂν εἴη διὰ τοῦτο ἡ διαίρεσις ἐλλείπουσα τῶν γενῶν· οὐ γὰρ εἴ τινα μὴ μετέχει τῶν ὅλων γενῶν, ἐλλιπὴς ἡ διαίρεσις δείκνυται, ἀλλ’ ἐάν τι τῶν προτεινομένων ἔξω πίπτῃ3 τῆς εἰς τὰ δέκα ἀναγωγῆς, τότε ὁ καθόλου λόγος τῶν κατηγοριῶν ἐνδεὴς ἔσται. Ἀλλ’ εἰ πᾶσαν φωνὴν πράγματος σημαντικὴν εἰς ταύτας ἀνάγεσθαι δεῖ, πᾶσα δὲ φωνὴ τοῖς ὀκτὼ τοῦ λόγου ἀφώρισται μέρεσι, ἐπιστῆσαι δεῖ, πῶς ἔσται ἡ διανομή. τὸ μὲν ὄνομα ὅτι ἀνάγεται ὡς εἰς ἀρχὰς τὰς κατηγορίας, δῆλον (ἢ γὰρ οὐσίαν σημαίνει ὡς τὰ κύρια, τὰ κοινὰ καὶ τὰ ἴδια, ἢ μίαν τῶν ἐννέα ὡς τὰ ἕτερα, εἰ μήπω εἴη τι τῶν ἀδήλων καὶ ἀσημάντων), καὶ περὶ τοῦ ῥήματος δέ, ὡς διώρισται πρότερον, ὅτι τὰ τρίτα τῶν ὁριστικῶν εἰς τὰ γένη ἀνάγεται· δήλη δὲ καὶ ἡ μετοχή, ὅπως ἔχει συμπλοκῆς.4 περὶ δὲ τῶν ἄλλων οἷον συνδέσμων, ἄρθρων, προθέσεων καὶ τῶν λοιπῶν, ἔτι δὲ καὶ τῶν ῥηματικῶν ἐγκλίσεων ἔξω μιᾶς τῆς ὁριστικῆς τί χρὴ λέγειν;

因为实体与位置和时间一起产生“何处”与“何时”(位置与时间是量的种),与质一起产生“主动”与“受动”,与关系一起产生“处于姿态”与“具有”。依照这些,或者极其贴近这些方式,将诸属区分为十便能最权威地达成。但是,如果这里在感觉界中的属是十个,在智性界中相同的属也是十个,那么此地之物与彼处之物的相通性究竟是同名异义的,还是同名同义的呢?抑或两者皆非,而是作为“源于一且归于一”的呢?因为通过借助中介事物的交织,最初的诸属与最后的诸属被凝聚成一个单一的连续统,它既不把有质料者与无质料者相混淆(因为二者各自都被限定在自身的特有界限之内),也不将它们彼此割裂开来,因为它们由共同的纽带维系着,较卑下者始终悬系于较卓越者,一切事物都被相似性不可消解的纽带共同贯通。正因如此,柏拉图在《巴曼尼得斯篇》中,无论言论是关于神、关于智性或灵魂与物体,都依照向万物展开的分化了的共性,使“一”贯穿于所有的假说之中。然而,“受动”与“关系”,此外还有“处于姿态”及此类范畴,如果我们断言它们存在于那些不可变异、非受动且依其自身存在的事物之中,便包含着困惑。或者,将这些在彼处依照类比来观照亦是可能的,或者,如果彼处的事物之间亦存在着相互的分有与相互之中的定立,且我们把一些称颂为原因、把另一些称颂为结果,那么智性之物就变得唯有通过推移才能被把握了。但如果有人在另一种意义上理解“受动”与“关系”,不认为应当在智性之物中观照它们,那么主张以下之说亦非不可信:即,虽然全部的属有十个,但在复合的事物中人们可以发现全部,因为复合者在这方面亦显明了自身的复合性(实际上,在较具部分性的事物中,所属之物总是更多,因为它们依照分化而增多),然而对于智性之物而言,并非一切都在其中存在,而唯有与最单纯者相配的诸属才存在。诸属的区分亦不会因此就是有缺失的;因为并不是由于某些事物不分有全部的属,区分就被显明为是有缺失的,唯有当被提出的事物中有某种落在了向这十者的归纳之外时,范畴的普遍言论才会是不充分的。但是,如果每一个指明事物的语词都必须归纳到这些范畴中,而每一个语词都被言语的八个部分[词类]所界定,那么就必须留意其配分将如何进行。名词像归纳到诸本原中一样归纳到诸范畴中,这一点是清楚的(因为名词要么像专有名词、共通名词和特有名词那样指明实体,要么像其他名词那样指明九个范畴之一,除非它属于隐晦无意义的事物),关于动词,正如先前所界定的,直陈式第三人称归纳到诸属中也是清楚的;分词具有怎样的结合方式,同样是显而易见的。但是关于其他部分,例如连词、冠词、介词和其余者,此外还有除直陈式这单独一种之外的其余动词语气,又应当说些什么呢?

语法注4 条
  1. 1.4ἢ μηδετέρως, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν

    针对两择一的疑问(πότερον ὁμώνυμος ἢ συνώνυμος...),助词 ἤ 否定了前述两项,引入了第三种可能性(即亚里士多德式与新柏拉图主义式的“源于一且归于一”的核心多义性)。此处需补足省略的谓语(ἐστιν ἡ κοινωνία)。

  2. 1.4ὡς καὶ ἐν τούτῳ τὴν σύνθεσιν ἐνδεικνυμένοις

    与格分词 ἐνδεικνυμένοις 与前项名词短语 ἐν μὲν τοῖς συνθέτοις 一致,充当表示原因或视角的附加修饰(ὡς + 分词)。紧随其后的括号中的 κατὰ μερισμὸν πλεοναζομένοις 同样是与 τοῖς μερικωτέροις 一致的与格分词。

  3. 1.4οὐ γὰρ εἴ τινα μὴ μετέχει τῶν ὅλων γενῶν, ἐλλιπὴς ἡ διαίρεσις δείκνυται, ἀλλ’ ἐάν τι τῶν προτεινομένων ἔξω πίπτῃ

    否定焦点落在条件从句上的结构(οὐ γὰρ εἰ... ἀλλ’ ἐάν...),构成“并非因为……就被显明为有缺失,而是如果……才会是不足的”这一对比。前一个条件从句的主语 τινα(中性复数主格,动词 μετέχει 为单数)指具体的存在者,后者的主语 τι 则指被提出来考察的概念或事物。

  4. 1.4ὅπως ἔχει συμπλοκῆς

    由 ὅπως 引导的间接疑问从句与表示状态的“ἔχειν + 属格”惯用结构相结合。συμπλοκῆς 是表示性质或状态的属格,意为“分词在结合方面处于何种状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:9.25-10.25