← 佚名

亚里士多德《范畴篇》释义

§10.25-11.27

词类与否定缺乏的归纳及向实体论的过渡

作者厘清了共同指称的词类、动词语气以及否定和缺乏在范畴中的归纳,讨论了基于意义单纯性与辞句单纯性差异的归纳方法,确立了点、单位与运动等的归属,并宣布进入自实体开始的各范畴具体讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#3

καὶ πρὸ τούτων τὰς στερήσεις καὶ ἀποφάσεις ἐν τίνι ἀνάξομεν καὶ πῶς; ἢ περὶ μὲν συνδέσμων καὶ ἄρθρων καὶ τῶν ὑπολειπομένων τοῦ λόγου μερῶν ἐκεῖνο λέγομεν, ὡς ἐν οὐδεμιᾷ τῶν κατηγοριῶν ἀναχθήσεται· οὐ γὰρ προηγουμένη αὐτῶν ἐστιν ἡ σημασία, ἀλλὰ συσσημαίνουσιν, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν καὶ τὰς κορωνίδας, αἳ καθ’ ἑαυτὰς οὐ σημαίνουσί τι, τοῖς γεγραμμένοις δὲ συσσημαίνουσι, καὶ διαφερόντως οἱ σύνδεσμοι· κόλλῃ γὰρ ἐοίκασι, τὰ τοῦ λόγου στοιχεῖα συνδέοντες· ὡς μᾶλλον λέξεως ἢ λόγου στοιχεῖα τυγχάνειν.1 αἱ ἐγκλίσεις δὲ καὶ αἱ στερήσεις αἱ μὲν ὡς πτώσεις ῥήματος τῇ ὁριστικῇ συνταχθήσονται καὶ πρὸς τὴν εἰς τὰ γένη ἀναγωγὴν ἐκείνῃ συνέψονται, τὰς δὲ ἀποφάσεις καὶ στερήσεις τῆς αὐτῆς τιθέναι κατηγορίας, ἧς καὶ τὰς ἕξεις καὶ καταφάσεις, εὔλογον. τὸ γὰρ ἀνυποδετεῖν τῆς αὐτῆς ἐστι κατηγορίας, ἧς καὶ τὸ ὑποδεδέσθαι, καὶ ὁ οὐκ ἄνθρωπος τῆς αὐτῆς τῷ ἀνθρώπῳ. ὃ γὰρ ἡ κατάφασις εἶναι τίθησιν, ἡ ἀπόφασις ἀναιρεῖ·2 ὡς γοῦν ἄμφω περὶ αὐτὸ στρεφομένας καὶ τῆς αὐτῆς εἶναι κατηγορίας τίθεμεν. κατάφασιν δὲ καὶ ἀπόφασιν ἐνταῦθα τὸ ὡρισμένον καὶ ἀόριστον ὄνομα ἢ ῥῆμα καταχρώμενοι λέγομεν. Ἐπεὶ δὲ ἁπλᾶς εἶναι τὰς τῶν κατηγοριῶν σημαντικὰς φωνὰς χρή, διττὸν δὲ τὸ ἀσύμπλοκον, τό τε κατὰ λέξιν καὶ κατὰ δύναμιν, ἐν τούτοις ὁποτέρως δεῖ διαιτᾶν; μήποτε τὴν κατὰ σημασίαν ζητεῖν ἁπλότητα χρὴ παρέντας τὴν λέξιν, καὶ εἰς τοσαῦτα τὸ τῇ φωνῇ ἀνάγειν ἕν, εἰς ὅσα καὶ ἡ λέξις ἐδήλωσεν.3 φανερὸν οὖν ὡς τὸ περιπατῶ καὶ ζῶ ὑπό τε τὴν οὐσίαν θήσομεν καὶ τὸ ποιεῖν· οὐδὲν γὰρ διαφέρει ταῦτα κατὰ δύναμιν τῶν λόγων τῶν ἐντελῶν, οἷον ἄνθρωπος τρέχει ἢ διαλέγεται. καὶ τὸ αἰκίζομαι δέ, πάθος δηλοῦν καὶ ἐνέργειαν, ὁμοίως καὶ τὸ ἐποιησάμην, ἐλουσάμην, καὶ ὅσα τῆς μέσης εἰσὶ διαθέσεως, ὑπό τε τὸ ποιεῖν καὶ πάσχειν ἀνάξομεν. καὶ ἐπὶ τῶν ὀνομάτων δὲ ὡσαύτως· τὸ γὰρ βορέας εἰ μὲν δηλοῖ τὸ πνεῦμα, ὑπὸ τὴν οὐσίαν, εἰ δὲ τὸ κλίμα, ὑπὸ τὸ ποῦ· καὶ ὅλως τὰ ὁμώνυμα πρὸς τὰς διαφόρους σημασίας καὶ τὴν εἰς τὰ γένη διανομὴν διάφορον ἕξουσιν. ὥσπερ δὲ μίαν φωνὴν διείλομεν εἰς διάφορα, οὕτω καὶ πολλὰς ἔστιν ὅτε εἰς μίαν κατηγορίαν συνάξομεν, ὡς ἔχουσιν οἱ ὁρισμοὶ πάντες· ἓν γὰρ τὸ ζῷον λογικὸν θνητὸν καὶ ὑπὸ τὴν αὐτὴν τῷ ἀνθρώπῳ κατηγορίαν. ἀλλὰ τὸ σημεῖον καὶ ἡ μονάς, ἔτι δὲ κίνησις καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐν τίσι τῶν γενῶν καὶ ὅπως ἕξουσι τὴν ἀναγωγήν; ἢ τὸ μὲν σημεῖον ἐν τῷ ποσῷ καὶ τὸ ἓν τίθεσθαι δεῖ (ἀρχαὶ μὲν γὰρ τὸ μὲν τοῦ συνεχοῦς τὸ δὲ τοῦ διωρισμένου· ὁμογενεῖς δὲ αἱ ἀρχαὶ τοῖς ὧν εἰσιν ἀρχαί), κίνησιν δὲ καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ κοινῶς θεωρεῖν ἐν ἅπασι προσήκει τοῖς γένεσιν. εἰ δὲ καὶ τὸ ἓν ἐφ’ ὅσα τὸ ὂν διαιρεῖσθαι ὁμωνύμως θείημεν, περὶ αὐτοῦ τὰ εἰκότα λέξομεν. Ἐπὶ τοσοῦτον καὶ περὶ τούτων πραγματευσαμένους ἑξῆς ἂν εἴη περὶ ἑκάστης τῶν κατηγοριῶν εἰπεῖν, διαιροῦντας καὶ ὑπογράφοντας, καὶ πρῶτον περὶ οὐσίας· αὕτη γὰρ τῶν ἄλλων προέχει καὶ φύσει καὶ τάξει καὶ ἀξιώματι.

而在这些之前,我们将把缺乏与否定归纳于何者之中,以及如何归纳?或者关于连词、冠词以及言语中剩下的部分[词类],我们应当这样说:它们不会被归纳到任何一个范畴之中。因为它们的指称不是首要的[独立的],而是共同指称,正如我们习惯在边栏画上双叉线和卷尾符号一样,它们自身并不指称什么,而是与所写的内容共同指称;连词更是尤为如此。因为它们类似于胶水,将言语的元素结合起来,以至于更像是辞句的元素,而非言语的元素。至于语气和缺乏,前者作为动词的曲折变化[活用]将与直陈式一同编排,并在这向诸属的归纳上跟随直陈式;而把否定和缺乏置于与其状态[获得]及肯定相同的范畴中,是合乎情理的。因为“赤足”与“穿鞋”属于同一范畴,“非人”与“人”亦属于同一范畴。因为肯定确立为存在的,否定予以去除;无论如何,由于二者围绕着同一事物,我们便将它们置于同一范畴之下。而我们在这里所说的肯定与否定,是借用[转义]来指确定与不定的名词或动词。 既然指明范畴的语词必须是单纯的,而无复合者又有两种,即依照辞句的与依照潜能[含义]的,那么在这两者之中应当以何种方式裁决?或许应当搁置辞句而寻求依照意义的单纯性,并且将语音上为一者归纳到正如辞句所显明的同样多的范畴之中?由此显然,我们将把“我行走”和“我活着”置于实体以及主动之下;因为这些在潜能[含义]上与完整的言语(如“人奔跑”或“交谈”)毫无区别。至于显明受动与活动的“我遭受虐待”,同样还有“我为自己做了”、“我沐浴了”,以及所有属于中间状态[中动相]者,我们将把它们同时归纳到主动和受动之下。在名词上也是如此:因为“北风”若指风这种气,则属于实体之下;若指方位[风向],则属于“何处”之下;并且通常而言,同名异义的事物将依照其不同的意义,在向诸属的分配上也各不相同。而正如我们将一个语词区分为不同范畴一样,有时我们也会将许多语词归结为一个范畴,就像所有定义的情形那样;因为“必死的理智动物”是一,并且与“人”处于同一范畴之下。 但是,点与单位,此外还有运动以及潜能与现实之物,在诸属中的哪些之中、以及如何具有其归纳呢?或者,点与一必须置于量之中(因为一者是连续量的本原,另一者是离散量的本原;而本原与其作为其本原的事物乃是同属的),而运动以及潜能与现实之物,则理应在所有的属中普遍地加以观照。如果我们亦设定“一”与“存在”一样在同等数量上同名异义地被区分,我们亦将关于它说出合乎情理的道理。 在就这些问题论述到这般程度之后,接下来就应当对每一个范畴进行区分与勾勒来加以阐述,且首先是关于实体;因为实体在自然上、在次序上、在尊贵上都领先于其他范畴。

语法注3 条
  1. 1.4ὡς μᾶλλον λέξεως ἢ λόγου στοιχεῖα τυγχάνειν

    连词 ὡς 后接不定词 τυγχάνειν,用于表达结果或附加判定(相当于 ὥστε 加不定词)。此处指出了连词仅是连接言辞表达(λέξις)而非完整句意言论(λόγος)的元素这一推论结果。

  2. 1.4ὃ γὰρ ἡ κατάφασις εἶναι τίθησιν, ἡ ἀπόφασις ἀναιρεῖ

    关系代词 ὅ 无先行词独立使用,在关系从句内部充当 τίθησιν 的宾语(附带补足不定词 εἶναι),并在主句中充当 ἀναιρεῖ 的直接宾语,结构为“凡肯定确立为存在的,否定予以去除”。

  3. 1.4μήποτε τὴν κατὰ σημασίαν ζητεῖν ἁπλότητα χρὴ παρέντας τὴν λέξιν, καὶ εἰς τοσαῦτα τὸ τῇ φωνῇ ἀνάγειν ἕν, εἰς ὅσα καὶ ἡ λέξις ἐδήλωσεν.

    μήποτε 在此表示委婉的提议或审慎的推测(“或许应当……”)。非人称动词 χρή 并列支配两个不定词 ζητεῖν 与 ἀνάγειν,παρέντας 则是指代通称逻辑主语的宾格分词。后半部分的 εἰς τοσαῦτα ... εἰς ὅσα 构成呼应结构,规定了将“在语音上为一者”(τὸ τῇ φωνῇ ἕν)归纳到的范畴数量。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:10.25-11.27