← 佚名

亚里士多德《范畴篇》释义

§8.27-9.25

十个范畴的列举及其体系性推导

基于亚里士多德《范畴篇》第4章开篇,本节确认了不带结合的言语所表达的十个范畴及其自身不具备真假性,并进一步提出了两种体系性的区分法,从而以科学进路超越单纯枚举来推导十个范畴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

Τῶν δὴ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ ποτὲ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. καὶ οὐσία μέν, ὡς ἐν τύπῳ εἰπεῖν, οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ· ποιὸν δὲ οἷον λευκόν, γραμματικόν· πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ, μεῖζον· ποῦ δὲ οἷον ἐν Λυκείῳ, ἐν ἀγορᾷ· ποτὲ οἷον χθές, πέρυσι· κεῖσθαι οἷον ἀνάκειται, κάθηται· ἔχειν οἷον ὑποδεδέσθαι, ὡπλίσθαι· ποιεῖν οἷον τέμνειν, καίειν· πάσχειν δὲ οἷον τέμνεσθαι, καίεσθαι. ἕκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει ἢ ἀποφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίνεται. ἅπασα γὰρ δοκεῖ κατάφασις ἢ ἀπόφασις ἤτοι ἀληθὴς ἢ ψευδὴς εἶναι· τῶν δὲ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν, οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ. ὡς ἄν δὲ καὶ κατ’ ἐπιστημονικὴν ἔφοδον διαιρετικῶς τὰ τῶν ὄντων γένη ληφθείη (ἡ γὰρ νυνὶ τομὴ οὐ διαίρεσις ἀλλ’ ἀπαρίθμησις), ὧδ’ ἂν ἔχοι·1 τῶν ὄντων τὰ μὲν ὑπάρξεις εἰσί, τὰ δὲ ἐνέργειαι, τὰ δὲ πάθη· τὰς γὰρ δυνάμεις, ὡς μέσας ὑπάρξεων οὔσας καὶ ἐνεργειῶν, ταῖς ὑπάρξεσι συντετάχαμεν. τὰς μὲν οὖν ἐνεργείας καὶ τὰ πάθη αἵ τε τοῦ ποιεῖν καὶ πάσχειν κατηγορίαι προσειλήφασι. τῶν δὲ ὑπάρξεων αἱ μὲν εἰσι καθ’ ἑαυτάς, ἃς οὐσίας κατονομάζομεν, αἱ δὲ ὑφεστήκασιν ἐν ἑτέροις· καὶ τούτων αἱ μὲν κατὰ σχέσιν θεωροῦνται, αἱ δὲ ἄσχετοί εἰσι. καὶ τῶν ἀσχέτων αἱ μὲν ἀμέριστοι καὶ ἀδιάστατοι, αἷς τὸ ποιὸν ἀφορίζεται, αἱ δὲ κατὰ διάστασιν καὶ τὸν πληθυσμόν, ἃς τὸ ποσὸν περιείληφεν. τῶν δὲ κατὰ σχέσιν αἱ μὲν πρὸς ἀντιστρέφοντα λέγονται, ἃς πάσας ἡ τοῦ πρός τι κατηγορία συνέσχεν, αἱ δὲ οὐ πρὸς ἀντιστρέφοντα. καὶ τούτων αἱ μὲν κατὰ τὴν πρὸς τὰ σώματα σχέσιν θεωροῦνται, αἱ δὲ κατὰ τὴν πρὸς τὰ ἀσώματα· καὶ τούτων τὴν μὲν κατὰ τὴν πρὸς τόπον ἡ τοῦ ποῦ ἔχει κατηγορία, τὴν δὲ κατὰ τὴν πρὸς χρόνον ἡ τοῦ ποτέ.2 τῶν δὲ κατὰ τὴν πρὸς τὰ σώματα σχέσιν ἡ μὲν κατὰ τὴν πρὸς ἐκεῖνα, ἐφ’ ὧν ἱδρύμεθα ἢ ἑστῶτες ἢ καθήμενοι ἢ ἀνακείμενοι, ἅπερ ὑπὸ τὸ κεῖσθαι ἀνάγομεν, ἡ δὲ κατὰ τὴν πρὸς τὰ περικείμενα, ὅσα ὑπὸ τὸ ἔχειν τιθέμεθα· τὰ γὰρ σώματα, πρὸς ἃ ἡ σχέσις αὕτη, οὕτως ἔχει, ὡς ἢ ἡμᾶς ἐν ἐκείνοις ἢ ἐκεῖνα ἐν ἡμῖν ἱδρῦσθαι. καὶ ἀποχρῶσα μὲν καὶ αὕτη τῶν γενῶν ἡ εἰς δέκα διαίρεσις· διαιρεθείη δ’ ἂν τὰ αὐτὰ καὶ οὕτω. τὸ ὂν ἢ ἐν αὑτῷ ὑφέστηκε καὶ ἔστιν οὐσία, ἢ ἐν ἑτέρῳ· καὶ τούτου τὸ μὲν ἐν σχέσει ἐστὶ καὶ ποιεῖ τὰ πρός τι, τὸ δὲ ἄσχετόν ἐστι. τοῦ δὲ ἀσχέτου τὸ μὲν κατὰ διάστασιν θεωρεῖται καὶ ποιεῖ τὸ ποσόν, τὸ δὲ ἀδιάστατόν ἐστι καὶ ποιεῖ τὸ ποιόν. καὶ οὕτω μὲν τὰς τέσσαρας καὶ κυριωτέρας τῶν κατηγοριῶν ἀπὸ διαιρέσεως ἔχομεν· ἡ δὲ τῆς οὐσίας πρὸς τὰς τρεῖς ἐπιπλοκὴ τὰς ἄλλας ἓξ ἀποτελεῖ.

在不带任何结合而说的诸事物中,每一项要么指明实体,要么指明量,要么指明质,要么指明关系,要么指明何处,要么指明何时,要么指明处于姿态,要么指明具有,要么指明主动,要么指明受动。概括地说,实体例如人、马;量例如两肘长、三肘长;质例如白的、识字的;关系例如两倍、一半、较大;何处例如在吕克昂、在市场上;何时例如昨天、去年;处于姿态例如躺着、坐着;具有例如穿着鞋、披着甲;主动例如切、烧;受动例如被切、被烧。所说的这些事物中的每一项,都不在任何肯定或否定中被言说,而通过这些事物的相互结合,肯定或否定得以产生。因为一切肯定或否定似乎要么为真,要么为假;但在不带任何结合而说的诸事物中,没有任何一个是真或假的,例如人、白、跑、获胜。为了使存在者的诸属能够依照科学的进路被区分性地把握(因为现在的剖析并非区分而是枚举),情形当如下:在存在者中,有些是实存,有些是活动,有些是受动;因为诸潜能作为介于实存与活动之间者,我们已将其与实存编排在一起。于是,活动与受动由“主动”和“受动”的范畴所纳入。在实存中,有些是依其自身的,我们将其命名为实体,有些则在其他事物中存立;在这些之中,有些是根据关系被观照的,有些则是无关系的。在无关系者中,有些是不可分且无广延的,质便由这些界定,有些则是根据广延与多数性的,量已将这些包容在内。在根据关系者中,有些是对相互换位者而言说的,关系的范畴包含了所有这些,有些则是对不相互换位者而言说的。在这些之中,有些是根据对物体的关系被观照的,有些则是根据对非物体的关系被观照的;在这些之中,“何处”的范畴拥有根据对位置的关系的那一方面,“何时”的范畴拥有根据对时间的关系的那一方面。在根据对物体的关系者中,一种是根据对我们站立、坐着或躺卧时所置身于其上的那些事物的关系,我们把这些归于“处于姿态”之下;另一种是根据对周围事物的关系,我们把凡是这类事物置于“具有”之下;因为这种关系所针对的物体处于这样的状态,即要么我们置身于它们之中,要么它们置身于我们之中。将诸属区分为十的这种区分固然亦是充分的;但同样的事物亦可以如下方式被区分:存在者要么在自身中存立而为实体,要么在另一物中存立;在后者之中,一部分处于关系中并构成“关系”,另一部分则是无关系的。在无关系者中,一部分在广延上被观照并构成“量”,另一部分是无广延的并构成“质”。这样,我们便通过区分获得了四个且较主要的范畴;而实体与这三者的相互交织则生成了其余的六个范畴。

语法注2 条
  1. 1.4ὡς ἄν δὲ καὶ κατ’ ἐπιστημονικὴν ἔφοδον διαιρετικῶς τὰ τῶν ὄντων γένη ληφθείη ... ὧδ’ ἂν ἔχοι

    ὡς ἄν 后接祈愿语气(ληφθείη),与主句的潜能祈愿语气(ὧδ’ ἂν ἔχοι)相呼应。在此它起目的从句(“为了把握存在者的诸属……”)或假设条件从句(“若要把握存在者的诸属……”)的作用,用以引出与亚里士多德单纯的语词枚举(ἀπαρίθμησις)相对立的逻辑划分(διαίρεσις)推导框架。

  2. 1.4καὶ τούτων τὴν μὲν κατὰ τὴν πρὸς τόπον ἡ τοῦ ποῦ ἔχει κατηγορία, τὴν δὲ κατὰ τὴν πρὸς χρόνον ἡ τοῦ ποτέ

    宾格词 τὴν μέν 和 τὴν δέ 是动词 ἔχει 的宾语,以单数(ὕπαρξιν)承接前文的实存(ὑπάρξεις,而 κατὰ τήν 后省略了 σχέσιν),意为“关于位置关系的那一方面”和“关于时间关系的那一方面”。主语则是后置的主格名词短语 ἡ τοῦ ποῦ [κατηγορία] 以及承前省略的 ἡ τοῦ ποτέ [κατηγορία]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:8.27-9.25