- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:7.20-8.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《范畴篇》第3章(1b10–24),阐明本质述谓的传递性、相属与互不相属之属的种差异同,解决关于单一种差与单一种(如太阳和凤凰)在定义上引发的疑难,并进而引出对各范畴的正式讨论。
Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου ἤγουν συνωνύμως καὶ οὐσιωδῶς, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, οἷον ὁ ἄνθρωπος κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορεῖται καὶ τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου τὸ ζῷον κατηγορηθήσεται. καὶ κατὰ τοῦδε τοῦ λευκοῦ λεγόμενον τὸ ἁπλῶς λευκόν,1 κατ’ ἐκείνου δὲ τὸ χρῶμα· καὶ κατὰ τοῦ μερικοῦ δὲ ἄρα τὸ καθόλου χρῶμα κατηγορηθήσεται. τὸ μέντοι δισύλλαβον ἢ τὸ γένος κατὰ μὲν τοῦ ζῴου κατηγορηθήσεται, κατὰ δὲ τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου, καθ’ ὧν τὸ ζῷον, οὔ· οὐ γὰρ ὡς καθ’ ὑποκειμένου κατὰ τοῦ ζῴου ταῦτα ἐλέγετο. Τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων, ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης. ζῴου μὲν γὰρ διαφοραὶ τό τε πεζὸν καὶ τὸ δίπουν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον, ἐπιστήμης δὲ οὐδεμία τούτων· οὐ γὰρ διαφέρει ἐπιστήμη ἐπιστήμης τῷ δίπουν εἶναι. τῶν δέ γε ὑπ’ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς. τὰ γὰρ ἐπάνω τῶν ὑπ’ αὐτὰ εἰδῶν2 κατηγορεῖται, ὥστε ὅσαι κατὰ τοῦ κατηγορουμένου διαφοραί εἰσι, καὶ τοῦ ὑποκειμένου ἔσονται. τῶν γὰρ διαφορῶν αἱ μὲν γενῶν εἰσιν, αἱ δὲ εἰδῶν· καὶ τῶν τοῦ γένους αἱ μὲν συστατικαί, ὅσαι ὑπὲρ αὐτὸ καὶ καθολικώτεραι καὶ κατηγοροῦνται αὐτοῦ, αἱ δὲ διαιρετικαί, ὅσαι διῃρημένως μὲν κατ’ αὐτοῦ οὐ λέγονται, ὁμοῦ δὲ πᾶσαι. τοῦ δὲ εἴδους εἰσὶν αἱ εἰδοποιοὶ μόναι, ὧν ἑκάστη κατὰ τὸ ἀντιδιῃρημένον πρὸς ἕκαστον τῶν εἰδῶν ἀφορίζεται, ἀλλ’ οὐχ ἅμα πᾶσαι. ὥσπερ δὲ εἴδη πλείονα πρὸς ἓν γένος, οὕτω πολλαὶ διαφοραὶ πρὸς ἓν εἶδος συντελοῦσιν· καὶ ὥσπερ ἕτερα γένη καὶ εἴδη τὰ ταῖς διαφόροις κατηγορίαις ὑποκείμενα λέγομεν, οὕτω καὶ διαφερούσας τῷ εἴδει διαφορὰς ἐπιζητοῦμεν, ἐπειδὴ πολλάκις καὶ τῶν ἑτέρων γενῶν, οἷον ζώου καὶ σκεύους, αἱ αὐταὶ δοκοῦσι διαφοραί (καὶ γὰρ τῶν ζώων τὰ μέν ἐστιν ὑπόποδα τὰ δὲ ἄποδα, καὶ τῶν σκευῶν ὁμοίως ὑπόποδα μὲν κλίνη καὶ τράπεζα, ἄποδα δὲ τὰ πλείονα), ἀλλ’ οὐκέτι καὶ τῷ εἴδει, ἀλλὰ καθ’ ὁμωνυμίαν· κατὰ μεταφορὰν γὰρ καὶ ἐξ ἑτέρου κατωνομάσθη τὸ ἕτερον. οὐκ ἀπορεῖν δὲ δεῖ οὐδὲ πρὸς τὰς διαφορὰς καὶ τὸν τοῦ εἴδους ὁρισμόν, εἴπερ τὴν μὲν κατὰ διαφερόντων τῷ εἴδει, τὸ δὲ τῷ ἀριθμῷ ὁριζόμεθα, τῷ μονοειδεῖς τινας εἶναι διαφορὰς (οἷον ἀνθρώπῳ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ πυρὸς τὸ κοῦφον, καὶ γῆς τὸ βαρύ, αἳ καὶ ἀντιστρέφουσι τοῖς ὁριστοῖς), καὶ διὰ τὰ μοναδικὰ τῶν ἐν τῷ κόσμῳ εἰδῶν, οἷον ἥλιον καὶ σελήνην ἐπὶ τῶν ἀϊδίων, ἐπὶ δὲ τῶν φθαρτῶν, οἷον ἱστοροῦσι περὶ τοῦ φοίνικος. αἱ μὲν γὰρ αὗται διαφοραί, εἰ καὶ μὴ κατὰ πλειόνων εἰδῶν λέγονται, τῷ διά τινα συντυχίαν πραγμάτων τὴν τῶν ὑποδεχομένων εἰς πλῆθος διάστασιν μὴ γενέσθαι, ἀλλ’ οὖν οὕτως ἔχουσιν ὥσπερ ἂν εἰ καὶ κατὰ πλειόνων ἐλέγετο. περὶ δὲ τῶν εἰδῶν ἐπὶ μὲν τοῦ φοίνικος, εἰ καὶ μὴ ἅμα τὰ ἄτομα, ἀλλ’ οὖν κατὰ διαδοχὴν πολλῶν κατηγορεῖται φοινίκων· τὸ δὲ ἐν τοῖς ἀϊδίοις μοναδικὸν ἐν ὕλῃ κατατέτακται καὶ συντέθειται, καὶ οὐχ ὅμοιον τῷ ζητουμένῳ παρ’ ἡμῖν ἀκατατάκτῳ καὶ θεωρουμένῳ ἐν τοῖς πολλοῖς.3 τοσαῦτα ὡς πρὸς τὴν διδασκαλίαν χρησιμεύσοντα τῶν κατηγοριῶν προεκθέμενοι, ἤδη ἐπ’ αὐτὰς χωρῶμεν. πρότερον δὲ ὡς ἐν κεφαλαίῳ διὰ τὸ εὐσύνοπτον αὐτὰς διελώμεθα, εἶτα καὶ διεξοδικῶς καί τινα θεωρητικῶς περὶ αὐτῶν ἀπορήσομεν καὶ ζητήσομεν.
当一物作为对主体言说的物而被述谓于另一物时,即同名义地且本质地被述谓时,凡对述词所言说的,亦都将对主体言说;例如,人被述谓于某个具体的人,动物被述谓于人;因此,动物亦将被述谓于某个具体的人。又如当单纯的白被言说于这一个白,而颜色被言说于那[单纯的白]时,普遍的颜色亦将被述谓于个别者。然而,“双音节的”或“属”虽然将被述谓于动物,但对于人或马(动物是对它们言说的)则不然;因为这些并不是作为对主体言说的物而对动物言说的。 对于互异且互不相属的属而言,其种差在种上亦是相异的;例如动物与知识。因为步行的、两足的、有翼的和水生的乃是动物的种差,但这些无一属于知识;因为一种知识与另一种知识相区别,并不是由于具有两足。然而,对于彼此相属的属而言,拥有相同的种差毫无妨碍。因为上位者被述谓于其下的诸种,因而凡是述词的种差,亦将是主体的种差。因为在种差之中,有些属于属,有些属于种;属于属的种差中,有些是构成性的,凡在其上且更具普遍性并被述谓于属的便是;另一些则是区分性的,凡非分割地对其言说、而是全部一同被言说的便是。而属于种的,则唯有生成种的种差,它们中的每一项都是根据与各个种相对立的区分而被界定的,而不是全部一同被界定。正如多个种归属于一个属一样,众多种差亦共同促成一个种;正如我们把处于不同范畴之下的事物称为相异的属与种一样,我们亦探求在种上相异的种差,因为常常即使是相异的属,例如动物和器物,似乎亦具有相同的种差(因为在动物中,有些是有足的,有些是无足的,而在器物中,同样床和桌子是有足的,大多数则是无足的),但它们在种上已不再相同,而是基于同名异义;因为是通过隐喻,一者由另一者得名。 即使我们把种差界定为对在种上相异者言说的,而把种界定为对在数上相异者言说的,亦不必就种差和种的定义产生疑难,无论这是由于某些种差是单一种的(例如对人而言能接受理智与知识,对火而言轻,对地而言重,这些亦与被定义者相互换位),还是由于宇宙中诸种里的单一物(例如在永恒事物中的太阳和月亮,以及在可生灭事物中如人们关于凤凰所传述的那样)。因为这些种差,即便由于事物的某种机缘未曾使得承受者分散为多数,从而并不对多个种言说,但它们的状态仍旧如同它们亦对多个种言说一样。至于诸种:在凤凰的情形中,即便个体并非同时存在,它终究是通过承续而被述谓于许多凤凰;而在永恒事物中的单一者,则是编排在质料中且由之合成的,并不等同于我们所探求的、未被编排且在多数事物中被观照者。既然为了讲授范畴已预先陈述了如此多有用的要点,我们现在就进而探讨它们自身。但首先为了易于纵览,让我们纲要性地对它们进行划分,随后再详尽地、并在某些点上思辨性地对它们提出疑问并加以探究。
- 1.3καὶ κατὰ τοῦδε τοῦ λευκοῦ λεγόμενον τὸ ἁπλῶς λευκόν
分词 λεγόμενον 在此构成一个分词分句,或承接前文省略了限定动词(如前文的 ῥηθήσεται 或 κατηγορεῖται)。它充当先决条件分句(“当单纯的白被言说于这一个白[时]”),引出与前文“人与动物”相平行的具体例证。
- 1.3τῷ μονοειδεῖς τινας εἶναι διαφορὰς ... καὶ διὰ τὰ μοναδικὰ τῶν ἐν τῷ κόσμῳ εἰδῶν
这两个短语依附于主节的 οὐκ ἀπορεῖν δὲ δεῖ(“不应感到疑难”),并列指明引发疑难的原因。前者是由原因与格的带冠词不定式(τῷ + 不定式)构成的短语,后者是 διὰ + 宾格的介词短语,二者在句法形式上不同,但在语义上形成对等的因果并列。
- 1.3τὸ δὲ ἐν τοῖς ἀϊδίοις μοναδικὸν ἐν ὕλῃ κατατέτακται καὶ συντέθειται, καὶ οὐχ ὅμοιον τῷ ζητουμένῳ παρ’ ἡμῖν ἀκατατάκτῳ καὶ θεωρουμένῳ ἐν τοῖς πολλοῖς.
该句的骨干为:τὸ ... μοναδικὸν(主语)ἐν ὕλῃ κατατέτακται καὶ συντέθειται(动词短语),καὶ οὐχ ὅμοιον[省略 ἐστί](表语形容词),其后支配与格补足语 τῷ ζητουμένῳ ... ἀκατατάκτῳ καὶ θεωρουμένῳ ἐν τοῖς πολλοῖς。τῷ ζητουμένῳ 指“我们所探求的[普遍者]”,并由形容词 ἀκατατάκτῳ(未编入质料的)与分词 θεωρουμένῳ ἐν τοῖς πολλοῖς(在多数事物中被观照的)并列修饰。
