- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:6.11-7.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者分析了“在主体之中”的定义,将其与部分及整体区分开来,辨析了性质在第一主体(质料)与第二主体(个别实体)中的不同存在方式,解决了芳香散发这一疑难,并阐明了四个基本项构成的六种逻辑结合关系。
ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν· καὶ τοῦτό ἐστι τὸ κοινῶς συμβεβηκός. οὐ γὰρ πᾶν τὸ ἔν τινι ὂν συμβεβηκός ἐστιν· οὔτε γὰρ τὸ ὡς μέρος ἐν ὅλῳ οὔτε τὸ ὡς ὅλον ἐν μέρεσιν, οὔτε τὸ ὡς εἶδος ἐν γένει οὔτ’ αὖ τὸ ὡς γένος ἐν εἴδει· ἀλλ’ οὐδὲ τὸ ὡς ἐν τόπῳ ἢ ἐν χρόνῳ ἢ ἐν τέλει ἢ ὡς εἶδος ἐν ὕλῃ ἢ ὡς ἐν τῷ κινοῦντι καὶ ἄρχοντι τὰ τῶν ἀρχομένων, ἀλλὰ τὸ ὡς ἐν ὑποκειμένῳ μόνον. διττὸν δὲ καὶ τὸ ὑποκείμενον, τό τε πρὸς κατηγορίαν, ὥσπερ τὰ μερικὰ τοῖς καθόλου, καὶ τὸ πρὸς ὕπαρξιν. διττὸν δὲ καὶ τοῦτο, ἥ τε ἄποιος ὕλη, ἣ κοινῶς πᾶσιν ὑπέστρωται καὶ παντός ἐστι δεκτικὴ σχήματος καὶ χρώματος καὶ συμπάσης ἄλλης ποιότητος, καὶ ὃ ποιὸν ἰδίως ὑφίστασθαι λέγομεν, οἷον ἄνθρωπος, λίθος. πολλὰ οὖν τῶν ἐγγινομένων ὡς μὲν πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ἐστίν· ἅπαν γὰρ χρῶμα καὶ πᾶσα ποιότης ἐν ὑποκειμένῳ τῇ ὕλῃ ἐστίν, οὐχ ὡς μέρη αὐτῆς ὄντα, καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι. ἐπὶ δὲ τοῦ δευτέρου, οὐχ ἅπαν χρῶμα οὐδὲ πᾶσα ποιότης ἐν ὑποκειμένῳ ἐστίν, ἀλλὰ μόνον, ὅταν μὴ συμπληρωτικὰ τῆς τοῦ ὑποκειμένου οὐσίας ᾖ, ἃ δὴ καὶ κυρίως συμβεβηκότα ὀνομάζομεν· ὅταν δὲ οὐσίας ὦσι συστατικά, οὐσιώδη ταῦτα καὶ μέρη οὐσιῶν. καὶ δὴ τὸ λευκὸν ἐπὶ μὲν τοῦ ἐρίου ἢ τοῦ κύκνου, ἐπεὶ μὴ συντελεῖ τῇ τοῦ ὑποκειμένου οὐσίᾳ, ἐν ὑποκειμένῳ εἶναι καὶ συμβεβηκὸς λέγομεν· ἐπὶ δὲ τῆς χιόνος συμπληροῦν τὴν οὐσίαν αὐτῇ μέρος αὐτῆς τοῦτο καὶ ὑποκείμενον τίθεμεν. κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τοῦ πυρὸς θερμότης αὐτοῦ μὲν μέρος, ἐν ὑποκειμένῳ δὲ τῷ σιδήρῳ· γίνεται γὰρ καὶ ἀπογίνεται τοῦ δεκτικοῦ μένοντος. καὶ ἁπλῶς εἰπεῖν πᾶσαι αἱ μὴ ἐπείσακτοι ποιότητες ἀλλ’ οὐσιώδεις καὶ συμπληρωτικαὶ τῶν ὑποκειμένων μέρη οὐσιῶν εἰσι καὶ τῇ οὐσίᾳ συντάττονται. ἐπιστῆσαι δὲ χρὴ ὡς οὐκ εἴπομεν τὸ συμβεβηκὸς ὁριζόμενοι, ἐν ᾧ ἦν, χωρὶς εἶναι ἀδύνατον, ἀλλ’ ἐν ᾧ ἐστί, διὰ τὰ ἐκεῖθεν ἀπαντῶντα περί τε τοῦ μήλου καὶ τῶν ἄλλων εὐωδῶν· πόρρωθεν γὰρ τῆς ὀσμῆς, συμβεβηκότος οὔσης, αἰσθανόμεθα· ὡς οὐκ ἂν ἐν τοῖς ὑποκειμένοις μενούσης, τοῦ αἰσθητηρίου μὴ θιγόντος, διέβαινεν ἡ ταύτης αἴσθησις πρὸς ἡμᾶς.1 ἀλλὰ γὰρ κἂν τὸ πρότερον ὑποκείμενον ἀπολείπῃ, ἀλλ’ οὖν συνεχοῦς ὄντος τοῦ παντὸς ἢ κατὰ ἁφὴν ἢ κατὰ ἕνωσιν μεταβαίνειν ἐφ’ ἕτερα οὐκ ἀδύνατον, καὶ ἔσται τοῦ μήλου μὲν ἐκτός, ἐν ὑποκειμένῳ δὲ τῷ ἀέρι. πᾶσα μὲν γὰρ εὐωδία καὶ ἅπαν τὸ τοιοῦτον συμβεβηκὸς μετὰ τῆς οἰκείας οὐσίας ἐστίν, ἔστ’ ἂν ᾖ, καὶ οὐδέποτε ταύτης ἀποστατεῖ· ἡ δὲ οὐσία ποτὲ μὲν ἐξαπλοῦται καὶ ταῖς ἄλλαις οὐσίαις ἐγκατασπείρεται, ποτὲ δὲ μεταβάλλει εἰς ἑαυτὴν τὰ συνεχῆ καὶ πεφυκότα πάσχειν, ὅπερ ἐπὶ τοῦ πυρὸς ὁρᾶται· οὐ γὰρ ὁ ἐξ ἀρχῆς σπινθήρ ἐστιν ὁ πᾶσαν τὴν ὕλην ἐπινεμόμενος, ἀλλὰ τὸ ἐξ ἐκείνου κατ’ ὀλίγον πολλαπλασιασθέν. ὅτι δέ τις καὶ οὐσία συνδιαφορεῖται τούτοις, δηλοῖ τό τε μῆλον ῥυτιδούμενον καὶ δαπανώμενα τὰ θυμιάματα. καὶ πρὸς τούτοις ἐκεῖνο ἰστέον, ὡς τεσσάρων ὄντων τῶν ἐν τῇ διαιρέσει παρ’ ἡμῖν προσληφθέντων, καθ’ ὑποκειμένου, οὐ καθ’ ὑποκειμένου, ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκειμένῳ, καὶ ἑξαχῶς συνδυαζομένων, καὶ ἀσυστάτων μὲν τῶν κατὰ μῆκος ἄμφω συζυγιῶν οὐσῶν (τὰ γὰρ ἐναντία ἀλλήλοις συνυπάρξαι ἀδύνατον), συνισταμένων δὲ τῶν κατὰ βάθος καὶ διαγωνίως,2 ἡμεῖς ὡς πανταχοῦ διὰ τὸ ἀνελλιπὲς τὴν κατ’ ἀντίφασιν ἐξυμνοῦντες ἀντίθεσιν καὶ διαίρεσιν κἀνταῦθα πρὸς τὴν διδασκαλίαν τὰς διαγωνίους συζεύξεις ὡς ἀντιφασκούσας πρότερον ἐκδεδώκαμεν.
我所谓“在主体之中”,是指那在某物之中存在并非作为部分、且不可能脱离其所在之物而存在者;而这普遍而言即是偶性。因为并非凡在某物之中的都是偶性;因为既非作为部分在整体之中的,亦非作为整体在部分之中的,既非作为种在属之中的,亦非反过来作为属在种之中的;甚至亦非作为在处所中、在时间中、在目的中的,或作为形式在质料中的,或作为被统治者的事务在推动者与统治者中的,而唯独是那作为在主体之中的。主体亦是双重的:一方面是就述谓而言的,正如个别者相对于普遍者那样;另一方面是就存在而言的。而这后者亦是双重的:一者是无性质的质料,它普遍地作为一切事物的底层,并能接受一切形状、颜色以及所有其他性质;另一者是我们所谓特有地具性质而确立的存在,例如人、石头。因此,许多生于其中的事物就第一种主体而言是在主体之中的;因为一切颜色和一切性质都是以质料为主体而存在,并非作为质料的部分存在,且不可能脱离质料而存在。但就第二种主体而言,并非一切颜色和一切性质都在主体之中,而唯有当它们不构成主体的实体时才是如此,这些我们确实也严格地称为偶性;而当它们构成实体时,这些乃是本质性的,且是实体的诸部分。事实上,白色在羊毛或天鹅的情形中,由于并不有助于主体的实体,我们便说它在主体之中且是偶性;但在雪的情形中,由于它充实了雪的实体,我们便设定它是雪的一部分并作为主体[的构成要素]。同样,火的热是火自身的一部分,但在铁这一主体之中存在;因为在接受者留存的同时,热产生又消灭。简而言之,一切非外来的、而是主体的本质性和充实性的性质,都是实体的部分,并归入实体之列。应当注意的是,我们在定义偶性时并没有说“不可能脱离其曾经所在之物而存在”,而是说“其所在之物”,这是由于由此引发的关于苹果和其他芳香物的反驳;因为我们在远处便能感知气味(气味是偶性);其根据在于,若气味留在其主体之中,在感觉器官未曾接触的情况下,对它的感觉决不会传达到我们这里。然而,即使它离开了先前的主体,但由于整体无论通过接触还是通过联合都是连续的,它转移到其他事物上并非不可能,它将在苹果之外,却在空气这一主体之中。因为一切芳香及所有此类偶性只要存在,就与其自身的实体同在,且绝不脱离这实体;而实体有时扩展开来并散播到其他实体之中,有时则将连续的且天生适于受影响的事物转变为自身,这正如在火的情形中所见的那样;因为并非最初的火星蔓延吞噬了所有的质料,而是从它那里逐渐倍增出来的火如此行事。而且某种实体亦与这些偶性一同消散,这一点由苹果起皱和香料被消耗所显明。除这些之外还应当知晓:我们在划分中采用的四个项——“对主体言说的”、“不对主体言说的”、“在主体之中的”、“不在主体之中的”——具有六种结合方式,横向的两种成对组合都是不能并存的(因为对立者彼此共存是不可能的),而纵向和对角线上的组合则是成立的;正如我们因其毫无遗漏而在任何地方都推崇基于矛盾的对立与划分一样,我们在此为了讲授之故,亦先给出了作为相互矛盾的对角线成对组合。
- 1.2ὡς οὐκ ἂν ἐν τοῖς ὑποκειμένοις μενούσης, τοῦ αἰσθητηρίου μὴ θιγόντος, διέβαινεν ἡ ταύτης αἴσθησις πρὸς ἡμᾶς
该句由 ὡς 引导属格绝对结构(ἐν τοῖς ὑποκειμένοις μενούσης)并配合 ἄν 加未完成过去时直陈式(διέβαινεν),构成表达反驳者所持的假设性或与事实相反推论的句式。它指明了疑难提出的逻辑依据,即若假定气味仍停留在原主体之中,在感觉器官未直接接触的情况下,其感觉便不可能传导至我们。
- 1.2ἀσυστάτων μὲν τῶν κατὰ μῆκος ἄμφω συζυγιῶν οὐσῶν ... συνισταμένων δὲ τῶν κατὰ βάθος καὶ διαγωνίως
由对举的属格绝对结构(ἀσυστάτων ... οὐσῶν 与 συνισταμένων ...)构成,为主句(ἡμεῖς ... πρότερον ἐκδεδώκαμεν)提供逻辑背景。在将四个划分项置于四边形顶点的图式中,横向(κατὰ μῆκος)的两种对立组合无法并存,而纵向(κατὰ βάθος)与对角线(διαγωνίως)上的组合则在逻辑上能够成立。
