← 佚名

亚里士多德《范畴篇》释义

§69.18-70.36

具有的狭义分类与向宇宙秩序的扩展

作者在对“具有”在狭义上的分类(战时、平时、装饰、工具与财产)进行整理后,指出应突破此种狭隘理解,将“具有”的概念扩展至维系万物存续的宇宙秩序,以及灵魂在身体与宇宙中获得并蜕下各种能力与生命的形而上学活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#4

καὶ πρότερον δεῖ σωματικὸν τοῦτο ἢ σωματῶδες εἶναι τὸ ἔξωθεν, ὡς εἴρηται, περικείμενον. διαιρεθείη δ’ ἂν τὰ οὕτως ἐχόμενα τοῦτον τὸν τρόπον· ἢ γὰρ κατὰ πόλεμον ἔχεται τὰ τοιάδε ἢ κατ’ εἰρήνην. καὶ τὰ κατὰ πόλεμον τὰ μὲν περικείμενά ἐστι, τὰ δὲ κρατούμενα. καὶ τούτων ἑκατέρων τὰ μὲν φυλάγματά εἰσιν, ὡς θώραξ περικείμενος καὶ ἀσπὶς κρατουμένη, τὰ δὲ καὶ ἀμυντήρια, ὡς ξίφος περικείμενον καὶ δόρυ κρατούμενον. τῶν δὲ ἐν εἰρήνῃ τὰ μὲν κόσμου ἕνεκα κατὰ διάφορα μέρη τοῦ σώματος, ὡς διάδημα καὶ περιδέραιον καὶ δακτύλιος, τὰ δὲ σκέπης· καὶ τούτων τὰ μὲν περὶ ὅλον τὸ σῶμα ὡς χιτών, τὰ δὲ περὶ μέρος ὡς ὑπόδημα. τινὰ δὲ καὶ ὡς ὄργανα ἔχει ὡς τὸ σκέπαρνον καὶ τὸ πηδάλιον καὶ τὴν βακτηρίαν, τινὰ δὲ καὶ ὡσαύτως κτήματα ὡς ἀργύριον ἤ τι ἄλλο, ὃ διὰ τὸ ἔχειν κρατοῦμεν. ἀλλ’ εἰ τὸ ἔχειν ἅπαν ἐν τούτῳ, εἰς στενόν τι κομιδῇ συγκατακλεισθήσεται καὶ οὐ πάνυ τι γενναία οὐδ’ ἀποχρῶσα ἡ περὶ αὐτοῦ πραγματεία συμπερανθήσεται. μήποτε δὲ δεῖ1 καὶ πρὸς τὸ πᾶν ἐπισκοπεῖν αὐτὸ καὶ κατὰ τὴν ὅλην ἐπεκτείνειν φύσιν· οὕτω γὰρ ἂν καὶ ὡς ἐπικαιροτάτην τὴν ἐν τῷ παντὶ χρείαν αὐτοῦ ἐποψόμεθα. αὐτίκα πολλὰ τῶν ὄντων μὴ συνυπάρχοντα ἀλλήλοις μηδὲ συμπεφυκότα μήτ’ ἔξωθεν περικείμενα ἀπ’ ἀλλήλων δυνάμεις τινὰς καὶ ὠφελείας εἰσδέχονται· ἅπερ εἰ μὴ ἐπὶ τὸ ἔχειν ἀνήσομεν, ποῦ δεῖ προσθεῖναι, οὐχ ἕξομεν. τοῦτο δ’ οἶμαι καὶ τὴν τοῦ παντὸς μηχανήσασθαι φύσιν ἐπὶ τὴν τῶν ὅλων διαμονὴν καὶ σωτηρίαν, ὡς ἐπιπλοκὴν εἶναι καὶ τῶν πόρρωθεν ὄντων καὶ διῳκισμένων ἀλλήλοις καὶ δύναμιν τῆς κτήσεως τῶν μήπω παρόντων, ὄντων δὲ ὠφελίμων. οὐ γὰρ ἔδει τὴν ἐν γενέσει φερομένην οὐσίαν, πολλῶν οὖσαν καθ’ ἑαυτὴν ἐπιδεᾶ διὰ τὸν εἰς ἔσχατον μερισμόν, ἄμοιρον τελέως τῆς τῶν ὑπὲρ αὐτὴν μετουσίας ἀπολείπεσθαι. πόρον οὖν τινα καὶ ἰσχὺν εἰς τὴν κράτησιν ἐπεκτήσατο, τῶν μὲν ὠφελίμων καὶ πρωτουργῶν ἐγειρομένων, τῶν δὲ ἐχομένων διδόντων ἑαυτὰ ἑτοίμως εἰς τὰ ἀντιλαμβανόμενα ἑαυτῶν. πολὺ δὲ πρὸ τῆς φύσεως ἡ τοῦ παντὸς πρώτη αἰτία κατευθύνει καὶ συναρμόζει καταλλήλως ἕκαστα καὶ τὴν προσήκουσαν ἀπονέμει χώραν καὶ συνέχει καὶ οἰκειοῖ τά τε κτήματα τοῖς ἔχουσι καὶ τοῖς προτέροις τὰ δεύτερα, καὶ πρὸ πάντων τοὺς ἔχοντας ἐφ’ ἑαυτὴν ἀνεγείρουσα. χρείαν μὲν οὖν τῷ παντὶ τοιαύτην τοῦτο τὸ γένος παρέχεται εἰς τὰ ὄντα προελθόν, αὐτάρκειάν τε τῶν ἐνδεῶν καὶ ἕνωσιν τὴν δυνατὴν καὶ τῶν πάντη διεστηκότων. τὴν δὲ ὅλην αὐτοῦ φύσιν ἔνθεν ἄν κατοπτεύσαιμεν. καὶ πρῶτον ἀνιόντες ἐπὶ τὴν ψυχὴν τὴν ἡμετέραν καὶ τὴν φύσιν κατὰ τὰς ἐπικτήτους καὶ μὴ συμφυεῖς περικρατήσεις τὸ ἔχειν θεωρητέον.2 οὐ γὰρ δὴ τῷ μὲν σώματι περίκειται ὁμοφυῆ πρὸς αὐτὸ σώματα, τῇ δὲ ψυχῇ πολυειδεῖς ἐχούσῃ δυνάμεις οὐκ ἔσονται ἐπίκτητοί τινες ζωαί, αἱ μὲν ὁμοφυεῖς αἱ δὲ ὑποδεέστεραι τῶν οἰκείων ἐν αὐτῇ μέτρων. ἴδοι δ’ ἄν τις τοῦτο καὶ ἀπὸ τῶν ἐναργῶς φαινομένων· εἰ γὰρ εἰς τὸ σῶμα κατιοῦσα προβάλλει τινὰς ζωὰς περὶ αὑτὴν ὥσπερ ἐπικτήτους, ἄλλας δὲ ἀπὸ τοῦ σώματος παραδέχεται, ὅσαι ἐν τροπῇ καὶ ἐκστάσει θεωροῦνται, πῶς οὐκ ἂν λέγοιτο ταύτας ἔχειν; ἀλλὰ καὶ εἰς ἕκαστα μέρη τοῦ κόσμου παραγινομένη ζωάς τινας καὶ δυνάμεις παραδέχεται, τὰς μὲν αὐτὴ προβάλλουσα, τὰς δὲ λαμβάνουσα ἀπὸ τοῦ κόσμου. σώματά τε οἰκεῖα ἐν ἑκάστῳ μέρει τοῦ παντὸς τὰ μὲν λαμβάνει, τὰ δὲ αὐτὴ ὀργανικὰ ποιεῖ κατὰ τοὺς οἰκείους λόγους· καὶ ταύτας τὰς δυνάμεις καὶ τὰς ζωὰς ἀποτίθεται, ὅταν τύχῃ εἰς ἄλλην λῆξιν μεθισταμένη. φανερὸν δὴ ἐκ τούτων γέγονεν ὅτι ἐπίκτητα ταῦτα πάντα αὐτῇ ἦν καὶ εἶχεν αὐτὰ ὡς ἕτερα, οὐσίας ἑτέρας ὄντα· οὐ γὰρ συνεφύετο αὐτοῖς ὥσπερ τὰ συγκρινόμενα σώματα, ἀλλ’ ἀμιγὴς οὖσα καθ’ αὑτὴν εἶχεν αὐτὰ περικείμενα. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς φύσεως τοῦ παντός, ὅταν κατὰ τοὺς λόγους ἐν ἑαυτῇ περιέχει τὰ γινόμενα ὑπ’ αὐτῆς, καὶ τούτων τινὰ ἀπογίνοιντο ὥσπερ ἐπίκτητα ὄντα, αὐτὴ δὲ μένει ἡ αὐτὴ οὖσα καὶ περιδρασσομένη τὰ ἐν αὐτῇ σώματά τε καὶ ζῷα καὶ φυτὰ καὶ ἀφιεῖσα μηδέν, τότε καὶ περὶ τὴν φύσιν τοῦ παντὸς τὸ ἔχειν θεωρηθήσεται. τούτων δὲ ἔτι μᾶλλον ἐν ὅλῳ τῷ κόσμῳ τῷ κατὰ τὰς ζωὰς αὐτοῦ πάσας νοουμένῳ καὶ τὰς ψυχὰς τὰς ἐν αὐτῷ στοιχεῖά τε καὶ φύσεις καὶ τὰ κοινῶς ὑπ’ αὐτῶν συνιστάμενα θεωρεῖται ἡ νυνὶ λεγομένη ἕξις.

并且如前所述,这个从外围覆套的事物预先必须是物体性的或具物体特征的。而如此被具有的事物可以按如下方式划分:因为此类事物要么在战时被具有,要么在和平时被具有。在战时的事物中,一部分是覆套在身上的,另一部分是用手把握的。在这两类之中,一部分是防御性的,如穿戴在身的胸甲与手持的盾牌;另一部分亦是进攻性的,如佩带在身的利剑与手持的矛戈。在和平时的事物中,一部分是依身体各部分为了装饰之用,如王冠、项链与戒指;另一部分则是为了遮蔽之用。而在这些之中,一部分围绕全身,如长衫;另一部分围绕局部,如鞋履。某些事物亦作为工具而被具有,如手斧、船舵与手杖;某些事物同样作为财产而被具有,如银两或任何其他我们由于具有而支配的事物。但若具有的全貌仅在于此,它将被完全封闭在狭隘之中,关于它的探究亦将以全然不够卓越和不充分而告终。然而,难道不应当亦针对万物(整体)来考察它,并将其扩展至整个自然吗?因为如此一来,我们亦将看到它在万物中最为合时的效用。事实上,许多存在物彼此并不共存,亦非同生共长,亦非从外覆套,却从彼此接受着某些力量与益处;若我们不将这些归属于具有,我们将不知当归置于何处。而我认为万物的自然亦是为了整体的常驻与存续而设计了此点,以使甚至居于遥远且彼此分离的事物亦能交织缠绕,并使尚未在场但具有益处的事物拥有被获得的潜能。因为在生成中运行的实体,因被分化至极点而依其自身匮乏诸多事物,绝不应当被遗弃而全然无份于对高于它的事物的分有。因此,当有益且首要作用的事物被唤起,而被具有的事物乐意将自身交付给把握它们的事物时,它获得了某种通向支配的途径与力量。而在自然之前久远之处,万物的第一因适当地引导并调和每一事物,分配相宜的位置,维系并使财产适合于具有者、使第二等事物适合于第一等事物,且首要地将具有者唤向自身。因此,这一属行进至存在物之中,为万物提供了这样的效用:匮乏者的自足,以及甚至在各方面相隔绝者之间的可能合一。而我们当可从下述方面观察其整个自然。首先,我们应当上升至我们自身的灵魂与自然,依照后天获得的而非生就的周遭把握来考察具有。因为绝非是对身体覆套着同类的物体,而对具有多样能力的灵魂却不会有某些后天获得的生命——其中一些与它同类,另一些则不及它固有的分寸。人亦可从显明可见的事实中看到这一点:因为灵魂下降至身体时,若在其周遭投射出某些生命仿佛是后天获得的,又从身体接纳另一些生命——即凡在变易与出神中所观照到的——它怎能不被称为具有这些呢?不仅如此,当它来到宇宙的各个部分时,它亦接纳某些生命与能力,一些是它自身投射出来的,另一些则是从宇宙中领受的。在万物的每个部分中,固有的物体它有的领受,有的则依据其固有的理路自行制成工具;而当它碰巧迁往另一分派之时,它便蜕下这些能力与生命。由是显然,这一切对它而言皆是后天获得的,且它将它们作为相异者而具有,因为它们属于相异的实体;因为灵魂并不像合成的物体那样与它们长在一起,而是依其自身保持不混杂,将它们作为覆套之物而具有。同样,在万物的自然上,当它依自身之中的理路围绕着由它生成的事物,且其中某些事物如同后天获得者那样消逝,而它自身却保持为同一者,抓握着其自身之中的物体、动物与植物而不放弃任何事物时,那时在万物的自然之周遭,“具有”亦将被观照到。而比这些更为深切的是,在依据其所有生命及其之中的灵魂、元素、自然以及由它们共同构成的诸事物来被知解的整个宇宙之中,如今所说的这一状态(具有)得到了观照。

语法注2 条
  1. 1.9μήποτε δὲ δεῖ

    μήποτε 接直陈式动词(δεῖ)的句式表示委婉的提议或审慎的主张(“或许应当……”、“难道不应当……吗?”)。它在此处标志着论述的重要转向,否定了前文将“具有”局限于器物层面的狭隘定义,将其提升至宇宙论与灵魂论的宏大维度。

  2. 1.9ἀνιόντες ἐπὶ τὴν ψυχὴν τὴν ἡμετέραν καὶ τὴν φύσιν κατὰ τὰς ἐπικτήτους καὶ μὴ συμφυεῖς περικρατήσεις τὸ ἔχειν θεωρητέον

    分词 ἀνιόντες 为阳性主格复数,而句子的谓语则为非人称动词性形容词 θεωρητέον(“[我们]应当考察”),构成了破格句式(悬垂分词 / anacoluthon)。在意义上,主格分词反映了逻辑上的施动者主语(即“我们上升至……应当考察……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:69.18-70.36