- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:68.4-69.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者首先补充了“处于位置(姿态)”中的程度差异(日常用法与修辞夸张),随后探讨最后一个范畴“具有”的位次、定义及其与“占有”的区别。接着,作者考察了“具有”的各种同名异义用法(统治支配、质料与形式、容器、财产、身体部分、亲属等),最终界定了作为外在附着穿戴物的严格范畴意义。
διττὸν δέ, τὸ μὲν ἐν τῇ συνηθείᾳ, τὸ δὲ ἐν τῷ τῆς λέξεως σχήματι· κεῖσθαι γὰρ μᾶλλον καὶ ἧττον ἕτερον ἑτέρου λέγομεν, ὅταν ὁ μὲν ἀνακέκλιται ὁ δὲ κάθηται, τῷ πλατυτέραν εἶναι θέσιν τῆς καθέδρας τὴν ἀνάκλισιν,1 κατὰ δὲ τὸ δεύτερον, ὅταν ὑπερβολή τις ἐν τῇ δοκούσῃ συγκρίσει ἐμφαίνηται, ὡς ὅταν τις ὑπτιώτερος σκάφης λέγηται. οὐκ ἐπὶ πάντων δὲ τῶν ἐν τῷ κεῖσθαι· οὔτε γὰρ ἐν ἐπιφανείᾳ ἢ γραμμῇ ἢ σημείῳ ἤ τινι ἄλλῳ τῶν ἐν τῷ κεῖσθαι ἀσωμάτων τὰ τοιαῦτα θεωρηθήσεται. Ἡ μέντοι τοῦ ἔχειν κατηγορία τάξιν ἐσχάτην καὶ τελευταίαν ἀπείληφεν. ἐπεὶ γὰρ πᾶν τὸ ἐν ἑαυτῷ ὂν2 ἢ καθ’ αὑτὸ ἀρχηγικώτερον τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου, εἰκότως τὰ μὲν ἄλλα γένη ἢ ἐν οὐσίᾳ ἢ ἐν σχέσεσί τισιν ὄντα καὶ ἀφ’ ἑαυτῶν τινα μοῖραν πρὸς τὸ εἶναι συμβάλλοντα προετέθησαν· τὸ δὲ ἔχειν ὡς ἔξωθεν ὅλον ὂν περὶ ἡμᾶς καὶ ἐπίκτητον τελευταῖον συντέτακται. ζητοῦμεν δὲ περὶ αὐτοῦ γνῶναι τήν τε οὐσίαν ὅ τι ἐστὶ καὶ τὴν ἰδιότητα τήν τε ἀπὸ τῶν ὁμωνύμως συμπλακέντων αὐτῷ καὶ ἑτεροφυῶν διάκρισιν καὶ τὴν εἰς τὰ οἰκεῖα εἴδη διαίρεσιν, καὶ ἐπὶ πᾶσι, τίνα χρείαν ἐν τῷ παντὶ παρέχει καὶ ὅθεν ὑφίσταται. ἔχειν οὖν ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις. τοῦτο δὲ σῶμα πάντως· ἐπὶ γὰρ τῶν ἀσωμάτων καὶ νοητῶν ὥσπερ τὸ κεῖσθαι, οὕτω καὶ τὸ ἔχειν κατὰ μεταφοράν τινα προσρηθήσεται. δεῖ δὲ ἐν χρήσει τὸ ἔχειν εἶναι, καὶ οἷον κατ’ ἐπαφήν. καὶ τούτῳ τοῦ κεκτῆσθαι διαφέρει· εἰ γάρ τις ἱμάτιον πριάμενος μὴ φοροίη, κεκτῆσθαι μὲν ἂν λέγοιτο, ἔχειν δ’ οὔ. καὶ οὐκ ἔστιν ἁπλῶς τὸ ἔχειν ἐνέργειά τις ἀπόλυτος, οὔτε ἄλλου πρὸς ἄλλο ἁπλῶς, ἀλλὰ πρὸς ἄλλο εἰς ἑαυτὸ κράτησις, πολλῷ τῶν ἄλλων ἐκβεβηκυῖα κατηγοριῶν ὡς οὐσῶν ἀφέτων καὶ ἀπολύτων. οὔκουν καὶ τῶν ἀψύχων οὐδὲ τῶν ἀλόγων οὐδὲν κυρίως ἔχειν ἂν λέγοιτο, ἀλλὰ παρ’ οἷς καὶ λόγος· ἔχεσθαι γὰρ δεῖ τὸ ἐχόμενον κατὰ βούλησιν καὶ προαίρεσιν. ἔστι δὲ τὸ ἔχειν τῶν ὁμωνύμως καὶ πλεοναχῶς λεγομένων· καὶ γὰρ τὸ ἄγον κατὰ τὴν ἐν αὐτῷ φύσιν καὶ ὁρμὴν ἔχειν λέγεται καὶ ὅλως ἐν ᾧ ἡ ἀρχὴ τῆς τοῦ ἐχομένου κινήσεως, οἷον ὁ τύραννος ἔχει τὴν πόλιν καὶ ὁ πυρετὸς τόνδε τινὰ ἢ ἡ βήξ, καὶ ἐπὶ τῶν ἀντικειμένων αὐτοῖς· καὶ γὰρ ἡ πόλις ἔχειν τύραννον λέγεται καὶ ὅλως ἄρχοντας, καὶ ἡ ναῦς κυβερνήτην καὶ ὁ παῖς παιδαγωγόν. ταῦτα μὲν οὖν οὕτως ἔχειν λέγεται ἢ ὅτι ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχὴν ἢ ἄγεται κατὰ τὴν ἐν ἐκείνῳ, καὶ ἔστι τῆς τοῦ ποιεῖν καὶ πάσχειν κατηγορίας. ἑτέρως δὲ ἡ ὕλη τὸ εἶδος ἔχειν λέγεται, οἷον ὁ χαλκὸς ἢ ὁ κηρὸς τὸ σχῆμα καὶ τὸ σῶμα τὴν ὑγείαν ἤγουν τὸ χρῶμα καὶ ὁ Σωκράτης δικαιοσύνην ἢ σωφροσύνην, καὶ ὅλως τὸ δεκτικόν του πολλαχῶς λέγεται.3 καὶ εἷς μὲν τρόπος ὁ εἰρημένος· ἕτερος δὲ τὸ ὡς ἐν ἀγγείῳ. οὕτως οἶνον ἔχειν λέγεται ὁ ἀμφορεὺς καὶ ἔλαιον ἡ λήκυθος καὶ ὄχλον τὸ βαλανεῖον. ἀγρὸν δὲ ἔχειν καὶ ἵππον καὶ βοῦν δοκεῖ μὲν διαφόρως λέγεσθαι, λέγεται δὲ κατὰ τὸν πρῶτον τοῦ ἔχειν τρόπον· ὅτι γὰρ κρατοῦμεν καὶ κύριοί ἐσμεν χρῆσθαι αὐτοῖς κατὰ τὴν ἑαυτῶν προαίρεσιν, ἔχειν αὐτὰ λεγόμεθα. ἄλλως δὲ καὶ τὰ μέρη ἔχειν λεγόμεθα, χεῖρα καὶ κεφαλήν, καὶ τὰ δένδρα τὰς ῥίζας. λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν καὶ πατέρα καὶ συγγενεῖς καὶ ἀδελφούς, εἰ καὶ τούτων ἔνια ὑπὸ τὸν πρῶτον τρόπον πεσεῖται· γυναῖκα μὲν ἔχει ὁ ἀνήρ, ὅτι ἄγει κατὰ τὴν ἑαυτοῦ ἀρχήν, γυνὴ δὲ ἄνδρα, ὅτι ἄγεται κατὰ τὴν ἐν ἑτέρῳ. τούτων δὲ τὰ μὲν εἰς τὴν οὐσίαν, τὰ δὲ εἰς τὸ ποιεῖν καὶ πάσχειν ἀχθήσεται. πράγματα δέ τις ἔχειν λέγεται, ὅτι πράττει καὶ πρὸς αὐτοῖς ἐστι, λόγον δὲ ἔχειν, ὅτι φροντίζει καὶ οὐκ ὀλιγωρεῖ αὐτοῦ. ὑποδήματα δὲ καὶ ἐσθῆτα καὶ ὡς κτήματα λεγόμεθα ἔχειν καὶ τῷ ἠμφιάσθαι καὶ ὑποδεδέσθαι· καὶ ἔστι ταῦτα ὑπὸ τὴν τοῦ ἔχειν κατηγορίαν διά τε τὴν ἕξιν καὶ τὴν περίθεσιν. τὰ μὲν οὖν ἄλλα τῶν σημαινομένων ἀφείσθωσαν· τοῦτο δὲ προσληπτέον, ὃ δὴ καὶ τῶν ἄλλων ἀποκρίνοντες καὶ καθ’ αὑτὸ ἀφορίζοντες οὕτω φαμέν· ἔχειν ἐστίν, οὗ ἡ μετουσία μὴ συμφυὴς ἀλλ’ ἐπίκτητος, καὶ ὃ δὴ κεχωρισμένον ὂν τῆς τοῦ ὑποκειμένου οὐσίας οὔτε διατίθησιν αὐτὴν καθ’ αὑτὸ οὔτ’ ἀλλοιοῖ ἢ ὀνομάζει ἀφ’ ἑαυτοῦ.
而这是双重的,其一在日常习惯中,其二在言语的修辞格式中。因为当一人躺卧而另一人坐着时,由于躺卧是比就座更具延展性的姿态,我们便说一者比另一者更多或更少地处于位置;而依照第二种方式,则是当在表面上的比较中显现出某种夸张时,正如当某人被称为“比平底船还要仰躺”之时。但这并非见于处于位置之中的一切事物;因为无论在面、线、点,还是处于位置之中的其他任何非物体者中,这类情况都不会被观照到。 然而,“具有”这一范畴获得了最末梢且最后的位次。因为既然凡存在于自身之中或依其自身而存在者,都比外在附加上来且后天获得者更为根本主导,那么其他各属或在实体之中或在某种关系之中,并从自身对存在有所贡献,因而理所当然被置于前;而具有则作为一个整体在我们外围且是后天获得的,因而被排在最后。关于它,我们探求去认识其作为“是什么”的实体、其固有特性、将其与同名相混且异质的事物区分开来、划分入其固有的诸种,并在这一切之上,认识它在宇宙中提供何种效用以及源自何处得以确立。因此,具有是实体围绕着实体的覆套(外围配置)。而这全然是物体;因为在非物体者与可知(智思)者上,正如处于位置一样,具有亦将依据某种隐喻而被述说。并且具有必须处于使用之中,且犹如依接触而存在。在此点上它与“占有”不同;因为若某人买了一件斗篷却不穿它,他会被说成是占有它,却不会被说成是具有它。而且具有绝非单纯是某种绝对的(独立的)现实活动,亦非单纯是一者相对于另一者,而是相对于另一者而把握归于自身,它大为脱离了其他范畴,因为那些范畴是自在且绝对的。因此,无生命物与无理性物皆不能严格地被称为具有,而唯在具有理性者那里方可;因为被具有者必须依意愿和抉择(意图)而被具有。 具有属于以同名异义及多重方式言说的事物。因为依据自身之中的本性与冲动而引领者亦被称为具有,一般而言被具有者的运动始基所在之物亦被称为具有,例如僭主具有城邦,热病或咳嗽具有某个人;在其相反相对者上亦然:因为城邦亦被称为具有僭主且普遍地具有统治者,船具有舵手,孩童具有蒙馆导师。这些事物被称为如此具有,乃是因为它们要么依据自身的始基引领,要么依据彼者之中的始基被引领,它们属于“作”与“受”的范畴。而质料以另一种方式被称为具有形式,例如青铜或蜡具有形状,身体具有健康或颜色,苏格拉底具有正义或节制;一般而言,任何事物的接纳体皆可以多重方式言说。一种方式即已述及者;另一种方式则是犹如在容器之中。依此,双耳坛被称为具有酒,油瓶具有油,浴池具有人群。至于具有田产、马匹和牛,虽然看似以不同方式言说,却是依据具有的第一种方式言说的;因为由于我们支配着并且拥有依自身的抉择使用它们的主权,我们被称为具有它们。又以另一种方式,我们被称为具有各部分,如手与头,树木具有根。我们亦被称为具有妻子、父亲、亲属和兄弟,即便其中某些亦将归入第一种方式:丈夫由于依自身始基引领而具有妻子,妻子由于依彼者之中的始基被引领而具有丈夫。在这些之中,一部分将归结为实体,另一部分归结为作与受。某人亦被称为具有事务,乃因其操持并致力于这些事务;被称为具有关切(考量),乃因其挂虑而不轻慢于它。至于鞋履与衣服,我们既作为财产亦因穿戴和系在脚上而被说成具有;而由于状态与覆套(穿着),这些事物属于具有的范畴之下。因此,其他受指明的事物皆当舍弃;唯当采纳这一个,正如我们将其从其余事物中区分出来并依其自身规定所言:具有乃是这样一种事物,对其的分有并非生就,而是后天获得的,且它脱离底层主体的实体,既不依自身使它处于某种状态,亦不改变它,亦不以自身来为它命名。
- 1.9τῷ πλατυτέραν εἶναι θέσιν τῆς καθέδρας τὴν ἀνάκλισιν
表原因的带冠词与格不定式短语(τῷ εἶναι),其主语是宾格的 τὴν ἀνάκλισιν,表语是宾格的 πλατυτέραν... θέσιν。比较级 πλατυτέραν 支配比较属格 τῆς καθέδρας。
- 1.9ἔχειν ἐστίν, οὗ ἡ μετουσία μὴ συμφυὴς ἀλλ’ ἐπίκτητος, καὶ ὃ δὴ κεχωρισμένον ὂν
实质化的不定式 ἔχειν 作主语,其后是由省略先行词[ἐκεῖνο]的关系从句作表语。结构上由 καὶ 连接了属格关系代词从句(οὗ ἡ μετουσία...)与主格关系代词从句(ὃ δὴ κεχωρισμένον ὂν...),共同界定同一先行概念。
- 1.9ὅλως τὸ δεκτικόν του πολλαχῶς λέγεται
此处的 του 并非定冠词属格 τοῦ,而是不定代名词 τινός 的附缀缩略形式。因此 τὸ δεκτικόν του 意为“任何事物的接纳体”。
