← 佚名

亚里士多德《范畴篇》释义

§70.36-72.17

宇宙与灵魂中的具有及其疑难

作者探讨了“具有”如何适用于整个宇宙、天球、元素以及灵魂,提出了关于部分、派生物与非物体性生命如何能被称为“被具有”的疑难,并通过援引阿尔库塔斯的观点指出被具有之物无须是物体本身,只需是可分离的、具物体特征者,以此尝试做出解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#5

ὅλος γὰρ ὁ κόσμος αὐτοτελὴς ὢν καὶ συμπεπληρωμένος ἐκ μερῶν τελείων ἔχει ἐν ἑαυτῷ πάντα πλήρη καὶ οὐδενὸς ἀμοιροῦντα τῶν ἐπιβαλλόντων ἑαυτοῖς. εἴτ’ οὖν εἴη ταῦτα σύμφυτα, μετέχει τούτων, εἴτ’ ἐπίκτητα, περικρατεῖ καὶ ταῦτα, εἴτε καὶ τὸ συναμφότερον, καὶ ταῦτα περιέχει, οἷα ἡ γῆ· ἔχει γὰρ τὰ ἐν αὐτῇ ζῷα, ποτὲ μὲν γινόμενα ποτὲ δὲ καὶ ἀπογινόμενα. εἴποις οὖν ἐπίκτητα εἶναι κατὰ μετουσίαν τινὰ αὐτῇ συνόντα καὶ αὖθις ἀφιστάμενα. καὶ ἡ θάλασσα δὲ ὁμοίως τὰ ἐν αὐτῇ ζῷα περιείληφεν. εἰ δ’ ἐφ’ ἡμῶν μὲν ἔξωθεν περίκειται τὰ ἐχόμενα, ἐπὶ δὲ τοῦ παντὸς εἰς τὰ ἐντὸς μᾶλλον περιειργόμενα οὕτως ἔχεται, καὶ τοῦτο οὐκ ἀποδεῖ τῆς μεριστῆς καὶ τῆς ὅλης φύσεως·1 τὰ μὲν γὰρ ἡμέτερα σώματα μεριστὰ ὄντα, ἔξωθεν ἔχει τὰ ἐχόμενα σώματα, τὸ δὲ πᾶν τέλειον καὶ οὐδὲν ἔξωθεν ἑαυτοῦ ἀπολεῖπον ἐν ἑαυτῷ περιέχει τὰ περιεχόμενα καὶ εἴσω ἑαυτοῦ πανταχόθεν αὐτὰ περιείληφεν. ἑτέρῳ δὲ τρόπῳ ὁ σύμπας οὐρανὸς τὰς ἐν αὐτῷ σφαίρας καὶ τὰ ἄστρα συμπεριλήψεται, ταῦτα δὲ τὰ τέσσαρα στοιχεῖα καὶ τὰ ἐν αὐτοῖς ζῷα, καὶ ὅλως ἀεὶ τὰ περιέχοντα ἔχει τὰ περιεχόμενα· διακέκριται γὰρ καθ’ ἕκαστα τεταγμένως τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἀνωτέρω καὶ πρεσβύτερα ἀεὶ περιείληφε τὰ ὑποδεέστερα· καὶ οὕτως ἐξ ἀρχῆς τὸ τοῦ ἔχειν γένος παρήχθη. καὶ εἰ ὁ κόσμος δὲ ὅλος νῦν μὲν ταῦτα ἔχει τὰ πληροῦντα αὐτόν, αὖθις δὲ ἄλλα, ὅσα ἡ γένεσις εἰς αὐτὸν ἐνδίδωσιν, ἔσται καὶ ἡ ἕξις αὐτοῦ διάφορος καὶ ἄλλοτε ἄλλη διὰ τὴν τῶν παραγινομένων εἰς αὐτὸν μεταβολήν. καὶ εἴπερ αἱ δυνάμεις αἱ ἐν τῷ παντὶ αἱ δαιμόνιοι ἢ αἱ θεῖαι ἔχουσι μέρη τοῦ κόσμου περικείμενα αὐταῖς, καὶ τοῦτο ἀδιαλείπτως ἐν τῷ παντὶ γίνεται, ὡς δαιμονίων ἢ θείων λήξεων ἐχουσῶν τὰ διακληρωθέντα αὐτοῖς μόρια τοῦ κόσμου, καὶ οὕτως ἂν μεστὰ πάντα εἴη τοῦ ἔχειν. ἔτι δὲ εἰ αἱ τῆς ζωῆς τοῦ παντὸς μοῖραι μέρη ἔχουσι τοῦ κόσμου περικείμενα οὐ συμφυῆ ἀλλ’ ὡς ἔξωθεν αὐτοῖς ἐπίκτητα, εἰς τὸ ἔχειν ἂν καὶ πᾶσα ἡ τοιαύτη τάττοιτο σύνταξις. ἀπορήσειεν ἄν τις ἐπὶ τοῖς εἰρημένοις· εἰ γὰρ ἔχειν ἐστίν, ὥσπερ εἴρηται, τοῦτο δὴ τὸ ἅπαν σωματικὸν καὶ ἐπίκτητον, πῶς τὰς προβαλλομένας ὑπὸ τῆς ψυχῆς ζωὰς καὶ τὰς ἀπὸ τοῦ σώματος ἐνδιδομένας δυνάμεις αὐτῇ ἔχειν τὴν ψυχὴν ἐλέγετο, εἴπερ εἰσὶ σώματα τὰ ἐχόμενα καὶ περὶ σώματα τὰ ἔχοντα κατὰ τὴν τοῦ ἔχειν κατηγορίαν; πῶς δὲ καὶ ὑπὸ τῆς ὅλης φύσεως ἔχεσθαι τὰ ὑπ’ αὐτῆς γινόμενα; οὐ γὰρ ταὐτὸν ἦν τὸ ἔχειν κατ’ αἰτίαν καὶ τὸ ἔχειν κατὰ τὸ τοῦ ἔχειν γένος. ἔτι δὲ μᾶλλον ἀπορῶ, πῶς τὸν ὅλον κόσμον τὸν κατὰ τὰς ζωὰς πάσας νοούμενον καὶ τὰ στοιχεῖα καὶ τὰς φύσεις, εἴτε σύμφυτα εἴη ταῦτα, μετέχειν αὐτῶν, εἴτ’ ἐπίκτητα, περικρατεῖν αὐτῶν * * πρῶτον εἰ σώματα τὰ ἐχόμενα, πῶς συνέξονται αἱ ζωαὶ οὖσαι ἀσώματοι; ἔπειτα εἰ μὲν συμφυῆ ἢ μέρη ὁπωσοῦν τοῦ παντός, οὐκ ἂν εἴη ἐχόμενα· εἰ δὲ γεννήματα, ἄλλον ἄν τις τὸν τῆς συνοχῆς εἴποι τρόπον. καὶ τὰ ἐν τῇ γῇ δὲ καὶ τὰ ἐν τοῖς ἄλλοις στοιχείοις ζῷα, εἴτε μέρη θεωροῖτο τῆς ὅλης γῆς, εἴτε ὡς γεννήματα, οὐκ ἄν ἔχεσθαι λέγοιτο ὑπ’ αὐτῆς. πῶς δὲ καὶ ὁ οὐρανὸς τὰς ἐν αὐτῷ σφαίρας ἔχει, εἰ μὴ ὡς μέρη; συμφυεῖς γὰρ αὗται καὶ οὐκ ἐπίκτητοι. πῶς δὲ τὸ κοινὸν ζῶον μικρότερα ζῷα ἐν ἑαυτῷ περιείληφεν, εἰ μὴ ὡς μέρη ἢ ὡς γεννήματα; ταῦτα μὲν οὖν ἄν τις ἐπιστήσοι καὶ ἄλλα προχείρως· δυνατὸν δ’ οἶμαι λέγειν, ὡς ἐπίκτητον μὲν εἶναι δεῖ καὶ τῆς οὐσίας κεχωρισμένον τὸ ἐχόμενον, οὐ πάντως δὲ σῶμα ἀλλὰ σωματοειδές. καὶ γὰρ καὶ Ἀρχύτας οὐ σῶμα εἶπεν ἀλλὰ σωματοειδές, διότι τοῦτό ἐστι τὸ ἐπίκτητον καὶ κεχωρισμένον· τὰ γὰρ ἀσώματα τελέως συμφύεται. καὶ ἡ ζωὴ οὖν ἡ σωματοειδής, κεχωρισμένη τῆς ψυχικῆς οὐσίας καὶ ἐπίκτητος αὐτῇ γενομένη οὕτως ὡς μὴ ἀλλοιοῦν αὐτὴν μηδὲ ἕν τι σὺν αὐτῇ ποιεῖν, ἔχεσθαι ἂν ὑπ’ αὐτῆς λέγοιτο· ᾗ μέντοι ἀλλοιωτική τίς ἐστιν ἡ ζωὴ καὶ ἡ ποιητικὴ τῆς ὅλης οὐσίας, οὐκ ἄν ἔχεσθαι λέγοιτο. τὰ δὲ μέρη τῶν ὅλων καὶ τὰ γεννήματα οὐκ ἂν ἔχοιτο· ὡς δὲ ἐπίκτητα καὶ κεχωρισμένα καὶ προσηρτημένα τῷ ὅλῳ ἔχεσθαι ἂν λέγοιτο καὶ αὐτὰ δικαίως.2 οὔτε γὰρ τὰ μέρη ἐκείνων οὕτως ἀτόμως συμπέφυκεν ὡς ἐφ’ ἡμῶν οὔτε τὰ γεννήματα οὕτως ἀπέσπασται, ὥσπερ δὴ τὰ ἡμέτερα. ἀλλὰ ταῦτα μὲν ζητητέον ἐπὶ πλέον καὶ διαπορητέον.

因为整个宇宙由于自身完满并由完美的各部分所充实,故而将一切事物完全且毫不欠缺地在其自身之中具有,无缺于分派给它们的一切。因此,无论这些事物是天生结合的,宇宙便分有它们;抑或是后天获得的,宇宙亦统辖它们;抑或是二者兼具,宇宙亦包容它们,正如大地那样;因为大地具有居于其上的动物,这些动物有时生成,有时消逝。因此,人们可以说它们是后天获得的,依某种分有而与大地同在,而后又离去。海洋同样包容了居于其中的动物。即便在我们身上,被具有之物是从外部覆套的,而在宇宙身上,被具有之物则是通过朝向内部被围拢而如此被具有,此点亦完全契合于受分割的自然与整体的自然;因为我们的身体因受分割而在外部具有被具有的物体,而宇宙作为一个完满者且不在自身之外遗留任何事物,是在自身之中包容被包容者,并从各方向在自身之内包围它们。在另一方式上,整个天体将包容居于其中的诸天球与星辰,而这些又包容四元素以及其中的动物,总括而言,包容者始终具有被包容者;因为宇宙中的事物是各自依序区分的,更高位且更古老的事物始终包容着较低位的事物;正是如此,自始便引出了“具有”这一属。再者,若整个宇宙此时具有这些充满它自身的事物,彼时又具有生成引入其中的其他事物,那么它的状态(具有)亦将因进入其中的事物的变易而是多样的、且时时各异。假若宇宙中的那些代蒙的力量或神圣的力量将宇宙的诸部分作为覆套于它们之物而具有,且此事在宇宙中不间断地发生,仿佛代蒙的或神圣的封邑具有那分派给它们的宇宙各部分,那么如此一来,万物都将充满“具有”。此外,若宇宙生命的各部分将宇宙的诸部分作为非天生结合而是从外部后天获得的覆套之物而具有,那么所有此类秩序亦将被归入“具有”之中。 然而,有人可能会对上述说法产生疑难:因为若正如前所述,“具有”完全是物体性的且是后天获得的,那么若依照具有的范畴,被具有之物是物体、而具有者是围绕物体而言的,怎能说灵魂具有由它投射出来的生命以及由身体赋予它的能力呢?又怎能说由整体自然生成的事物为它所具有呢?因为依原因而具有与依“具有”这一属而具有并不是一回事。更有甚者,我更感到疑难的是,对于依据其一切生命、元素与诸自然而被知解的整个宇宙而言,无论这些事物是天生结合的它便分有它们,抑或是后天获得的它便统辖它们,[……]首先,若被具有之物是物体,生命作为非物体的又怎能被一同具有?其次,若它们是天生结合的或是宇宙整体无论何种意义上的部分,便不会是被具有的;若它们是派生物,人们又会说出另一种维系的方式。居于大地及其他元素之中的动物,无论是被视为大地整体的部分,还是被视为派生物,都不能被称为被大地所具有。而且,天体若非作为部分,又怎能具有居于其中的诸天球呢?因为这些天球是天生结合的而非后天获得的。共同的动物若非作为部分或派生物,又怎能将较小的动物包容于自身之中呢?人们固然可以轻而易举地提出这些及其他疑问;但我认为可以说:被具有之物固然必须是后天获得的且与实体相分离的,却未必全然是物体,而可以是具物体特征的。因为阿尔库塔斯亦曾说过不是物体而是具物体特征的,正因为这才是后天获得且分离的;因为非物体性的事物是完全天生结合的。因此,具物体特征的生命,既然与灵魂实体相分离,且以既不改变灵魂、亦不与灵魂化为一体的方式成为灵魂后天获得的,便可被称为被灵魂所具有;然而,在这一生命作为改变者并产生整个实体的限度上,它便不可被称为被具有。至于整体的各部分与派生物,[就其自身而言]固然不会被具有;但作为后天获得的、分离的且依附于整体的事物,它们自身亦理所当然地可以被称为被具有。因为那些事物的各部分既不像我们身上的部分那样不可分地生就结合,它们的派生物亦不像我们的派生物那样被彻底剥离。然而,对于这些事情还必须作进一步探究并详加辨难。

语法注2 条
  1. 1.9καὶ τοῦτο οὐκ ἀποδεῖ τῆς μεριστῆς καὶ τῆς ὅλης φύσεως

    οὐκ ἀποδεῖ 带有属格补足语(τῆς μεριστῆς καὶ τῆς ὅλης φύσεως),由字面义“不欠缺/不亚于”引申为“不违背/完全契合于受分割的自然与整体自然的本性”。

  2. 1.9τὰ δὲ μέρη τῶν ὅλων καὶ τὰ γεννήματα οὐκ ἂν ἔχοιτο· ὡς δὲ ἐπίκτητα καὶ κεχωρισμένα καὶ προσηρτημένα τῷ ὅλῳ ἔχεσθαι ἂν λέγοιτο καὶ αὐτὰ δικαίως

    在此对衬句中,前半句无限定地指出部分与派生物“不会被具有”(οὐκ ἂν ἔχοιτο),而后半句则带有限定词 ὡς(“但作为后天获得的、分离的且依附于整体者,它们亦理所当然地会被称为被具有”),承接了前文 ᾗ μέντοι... 所设立的限定视角。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:70.36-72.17