- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:66.27-68.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者以空与满的双耳坛为例说明处于位置的重层性,探讨“处于位置”究竟仅适用于物体还是可通过隐喻延展至智思者与神,辨析处所自身是否亦处于某物之中的难题,并最终考察了其对相反者及程度的接纳。
ὁ μὲν γὰρ κενὸς ἀμφορεὺς κεῖταί που, εἰ τύχοι, ἐν τῷδε τῷ λίθῳ· τοῦτο ἁπλοῦν· ὁ δέ γε πλήρης αὐτός τε κεῖταί που καὶ ὁ ἐν αὐτῷ οἶνος· τοῦτο διπλοῦν. κατ’ ἄλλην δὲ ἐπίνοιαν ἐπιβαλλόντων ἡμῶν τετραπλῆν ἕξει τὴν θέσιν ὁ πλήρης ἀμφορεύς· αὐτός τε γὰρ κεῖταί που καὶ τὰ μέρη αὐτοῦ ἐν αὐτῷ ὡς ἐν ὅλῳ, ὅ τε οἶνος ἐν τῷ ἀμφορεῖ καὶ τὰ τοῦ οἴνου μέρη ἐν αὐτῷ τῷ οἴνῳ δηλαδὴ ὡς ἐν ὅλῳ. πότερον δὲ ἐπὶ σωμάτων μόνον τὸ κεῖσθαι θήσομεν, ἢ δεῖ ἐπεκτείνειν καὶ μέχρι τῶν ἀύλων καὶ τῶν νοητῶν; μήποτε δὲ οὐδὲ πάσῃ τῇ σωματικῇ φύσει παρακολουθεῖν αὐτὸ ὑποτίθεσθαι δίκαιον. τὸ γὰρ μὴ ὂν ἐν τόπῳ οὐδὲ κεῖταί που· ὅθεν καὶ τὸ τῆς ἀπλανοῦς σφαίρας σῶμα καὶ τὸ τοῦ παντός, ἐπεὶ μὴ ἐν τόπῳ (οὐ γὰρ περιέχεται ὑπό τινος· οὐ γὰρ ὑπολείπει τι ἔξωθεν αὐτοῦ), οὐδὲ κεῖσθαι λέγοιτ’ ἄν. ὥστε κυριώτατα μὲν ἐπὶ τῶν σωμάτων καὶ τῶν ἐντὸς τοῦ παντός, ἔτι δὲ καὶ ἐν τοῖς τῶν σωμάτων πέρασιν ἐπιφανείᾳ γραμμῇ καὶ σημείῳ ἡ θέσις προσαρτηθήσεται. ἀποστάντων γὰρ τῆς αὐτοκρατοῦς τῶν ἀμερίστων εἰδῶν φύσεως καὶ μὴ δυναμένων ἐν ἑαυτοῖς εἶναι1 ἀλλ’ ἐν ἑτέροις τοῖς τὴν πτῶσιν αὐτῶν ὑποδεχομένοις καὶ εὐθετίζουσι καὶ συνέχουσι τὸν σκορπισμόν, ὁ τόπος ἐξ ἀνάγκης προσείληπται, τάξιν τοῖς μορίοις ἀφορίζων καὶ θέσιν. ἐπὶ μέντοι τῶν ἀσωμάτων καὶ νοητῶν εἴ τι ἐπιλέγοιμεν τῶν τοιούτων, κατὰ μεταφορὰν ἔσται καὶ ἀναλογίαν. τόπον γὰρ λέγομεν τὴν ψυχὴν τῶν ἐν αὐτῇ λόγων ὡς χώραν αὐτοῖς παρέχουσαν εἰς τὸ ἐνεργεῖν ἐν αὐτῇ καὶ ἱδρύεσθαι, καὶ τὸν νοῦν τῶν εἰδῶν ὡς τῆς αὐτῆς οὐσίας ὄντα αὐτοῖς καὶ συνέχοντα ἐν ἑαυτῷ τὰς νοήσεις ὁμοῦ τοῖς εἴδεσιν. καὶ πρότερον ὁ θεὸς τόπος τῶν ὄντων καὶ ἐν αὐτῷ κεῖσθαι τὰ πάντα λέγεται· τὰ γὰρ μετ’ αὐτὸν ἐν αὐτῷ τῇ δραστικῇ δυνάμει συνείληπται. εἰ δέ τις ἀκριβῶς σκοποίη κατὰ τὸ καθόλου καὶ περιεκτικόν, μίαν καὶ τὴν αὐτὴν ἐπί τε τῶν σωμάτων καὶ ἀσωμάτων τὴν τῆς θέσεως θεωρήσει ἀναλογίαν κατὰ τὸ περιέχειν καὶ περιέχεσθαι καὶ κατὰ τὸ ἕδραν παρέχειν καὶ ἐνιδρύεσθαι, καὶ εἷς ἐπὶ τούτων πάντων ὁ τοῦ κεῖσθαι διήξει λόγος τοῦ ἕτερον ἐν ἑτέρῳ ἀποπερατοῦσθαι κατ’ αἰτίαν ἢ δύναμιν ἢ ἐνέργειαν ἢ οὐσίαν ἢ διάστασιν. ἡ μέντοι ἑτερότης περὶ τὰ διάφορα γενήσεται πράγματα. προσκείσθωσαν δὲ τοῖς ἔμπροσθεν περὶ τόπου θεωρήμασι καὶ ταῦτα· πότερον γάρ, ἐπεὶ τὸ κείμενον ἔν τινι κεῖται, τοῦτο δὲ τόπος, ὁ τόπος αὐτὸς ἔν τινι κείσεται [καὶ] ἢ μηδαμοῦ; καὶ τὸ μὲν μὴ ὑπολείπειν θέσιν αὐτῷ ἄλογον· περὶ γὰρ τὰ σώματα καὶ οὗτος, καὶ τὰς τῶν σωμάτων ἔχει διαφοράς. διίσταται γὰρ καὶ μεμέρισται, καὶ τὸ ἄνω καὶ τὸ κάτω καὶ τἄλλα, ἃ δὴ καὶ ἐν σώμασι πρωτοτύπως, καὶ ἐπ’ αὐτοῦ θεωρεῖται. εἰ δὲ κεῖταί που, ἐν τίνι; εἰ μὲν ἐν τόπῳ, πῶς καὶ τίνι παρὰ τοῦτον ὄντι; κἀκεῖνος δὲ ἐν τίνι; καὶ οὕτως ὁ λόγος βαδιεῖται εἰς ἄπειρον, τόπον τόπου ζητῶν. ἢ πέρας ὢν τοῦ περιέχοντος σώματος κείσεται ὥσπερ καὶ αἱ ἄλλαι ἐπιφάνειαι ἐν τοῖς σώμασιν ὧν εἰσι πέρατα. ἀλλ’ εἰ μὲν τοῦτο καθάπαξ ὁ τόπος εἴη, πέρας τοῦ περιέχοντος, ἴσως ἂν ἀποχρώντως ἔχοι. εἰ δὲ διάστημά τις λέγοι τὸν τόπον ἢ μέτρον καὶ εὐθετισμὸν τῆς τῶν μεγεθῶν παραθέσεως, ὥσπερ τὸν χρόνον μέτρον τῆς κατὰ κίνησιν παρατάσεως, οὐ χρή τι ἄλλο ζητεῖν, ἐν ᾧ δὴ ὁ τόπος κείσεται· ἕδρα γὰρ ὢν τῶν ἄλλων αὐτὸς ἑτέρας ἕδρας οὐ δεηθήσεται κατὰ τὰ πέρατα τῶν μεγεθῶν· ὡς γὰρ αὐτοπέρατα τῶν περατούντων οὐ δεῖται.2 παρακολουθεῖ δὲ τῷ κεῖσθαι καὶ τὸ τὰ ἐναντία ἐπιδέχεσθαι, τοῦτο δὲ παρά τε τὸν τόπον καὶ τὴν θέσιν· ὥσπερ γὰρ ὁ ἄνω κείμενος τῷ κειμένῳ κάτω ἐναντίως ἔχει, οὕτω καὶ ὁ ὕπτιος τῷ πρηνεῖ ἐναντίαν ἔχει θέσιν. ἀλλ’ ἡ μὲν κατὰ τόπον τοῦ κεῖσθαι ἐναντίωσις ἐφ’ ἅπαντι τῷ γένει ἐφήπλωται, ἡ δὲ τῆς θέσεως οὔ· ἡ γὰρ τοῦ κύβου θέσις πρὸς τὴν τῆς σφαίρας καὶ τῶν ἄλλων διάφορος μέν, οὐκ ἐναντία δέ· καὶ ὅλως τὰ ἐπὶ τῶν ἀψύχων. ἐπὶ μέντοι τῶν ζῴων ἔσται, ἐφ’ ὧν καὶ τὸ κυρίως ἔμπροσθεν καὶ ὄπισθεν λέγεται καὶ τὸ δεξιὸν καὶ ἀριστερόν. καὶ τὸ μᾶλλον δὲ καὶ ἧττον ἐν τῷ κεῖσθαι ἀμηγέπη φανήσεται, ἐπειδὴ καὶ τὰ ἐναντία.
因为空的双耳坛位于某处,假定说,在这块石头上;这是单纯的。然而装满的双耳坛,它自身位于某处,其中的酒亦位于某处;这是双重的。而若我们从另一种观点加以考察,装满的双耳坛将具有四重的摆放状态。因为双耳坛自身位于某处,它的各部分在其自身之中犹如在整体之中,酒在双耳坛之中,而酒的各部分显然在酒自身之中犹如在整体之中。然而,我们究竟应当仅在物体上确立“处于位置”,还是必须将其扩展至非物质者与可知(智思)者?或许,甚至假定它随伴着一切物体性本性都是不合理的。因为不在处所之中的事物,亦绝不位于某处;由此,定星天球的物体以及全宇宙的物体,由于不在处所之中(因为它们不被任何事物所包摄;在其外部没有任何事物存留),亦不会被称为“处于位置”。因此,摆放状态最严格、最本原地将附属于物体以及全宇宙内部的事物,此外亦将附属于物体的界限,即面、线、点。因为当事物偏离了不可分形式的自主自足本性,且不能存在于自身之中,而只能存在于接纳其沉落、整饬并统摄其散乱的他者之中时,处所便出于必然性而被引入,为各部分规定秩序与摆放状态。不过,若我们在非物体者与可知(智思)者上也述及这类事物,那将是通过隐喻和类比。因为我们称灵魂为其内部诸理路(内涵法则)的处所,乃因它为诸理路提供了在其中活动与安座的处境;称理智为诸形式的处所,乃因理智与它们同属同一实体,并在自身之中统摄着诸智思与诸形式。更源初地,神被称为诸存在的处所,万物被称为处于神之中;因为在神之后的事物,借施动性的能力被包容于神之中。然而,若有人依据普遍与包摄的视角精确考察,便会看到在物体与非物体者中,依据包摄与被包摄、提供基座与安座,存在着同一种摆放状态的类比;并且对于所有这些事物,将贯穿着一个相同的“处于位置”之定义:依据原因、潜能、现实活动、实体或广延,一物在另一物之中受到界限规定。不过,差异性将在不同的事物中产生。 在先前关于处所的定理之外,亦当附加上这些内容:因为既然处于位置的事物位于某物之中,而这便是处所,那么处所自身究竟是位于某物之中,还是无处所在?若不给它保留摆放状态,乃是不合道理的;因为处所亦是关涉物体的,并具有物体的诸差异。因为它具有广延,且已被分割,上、下及其他最初在物体中出现者,在处所自身之中亦被观照。但若它位于某处,究竟位于何物之中?若位于处所之中,如何可能,且在除了此一处所之外尚存在的何物之中?而那个处所又位于何物之中?如此一来,探讨将为了寻找处所之所而走向无穷。或者,作为包摄物体的界限,处所之处于位置,正如其他诸面在以它们为界限的物体之中那样。然而,若处所全然就是这个——即包摄者的界限——那么或许这就足够了。但若有人说处所是广延(间距),或者是大小并置的尺度与整饬(正如时间是依据运动的延展之尺度),便不应当再去寻找处所究竟位于何物之中;因为作为其他事物的基座,如同各大小的界限那样,它自身不需要另一个基座;因为作为自身即界限者,它们不需要界限规定者。 接纳相反者亦随伴着处于位置,且这是兼依处所与摆放状态(姿态)两者的。因为正如处于上方者与处于下方者相反相对,仰卧者亦与俯卧者具有相反的姿态。然而,依据处所的处于位置之相反性遍及整个属,而姿态的相反性则不然;因为立方体的摆放状态对于球体及其他物体的摆放状态固然相异,却并不相反;一般而言在无生命物上皆是如此。然而在动物上则会存在,在它们身上才严格地言说前方与后方、右方与左方。并且处于位置中的程度之或多或少亦将以某种方式显现,既然相反者亦会显现。
- 1.9ἀποστάντων γὰρ τῆς αὐτοκρατοῦς τῶν ἀμερίστων εἰδῶν φύσεως καὶ μὴ δυναμένων ἐν ἑαυτοῖς εἶναι
此为属格绝对结构,其逻辑主语为前文所指的物体或物体的部分。该从属结构为主句“处所便出于必然性而被引入”(ὁ τόπος ἐξ ἀνάγκης προσείληπται)提供了因果根据,阐明了有形物体因偏离不可分形式的自立性、无法独立存持而必须依凭处所来整饬散乱的必然过程。
- 1.9ἕδρα γὰρ ὢν τῶν ἄλλων αὐτὸς ἑτέρας ἕδρας οὐ δεηθήσεται κατὰ τὰ πέρατα τῶν μεγεθῶν· ὡς γὰρ αὐτοπέρατα τῶν περατούντων οὐ δεῖται.
前半分词 ὢν 作原因状语(“作为其他事物的基座”),修饰主句谓语 αὐτὸς ... οὐ δεηθήσεται(“它自身将不需要另一基座”)。后半句 ὡς γὰρ αὐτοπέρατα τῶν περατούντων οὐ δεῖται 中,中性复数 αὐτοπέρατα 作主语或表语性质的名词(“作为自身即界限者”),而 τῶν περατούντων(“界限规定者”)则是动词 δεῖται 所要求的表示缺乏的属格补足语。
