- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:65.10-66.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在考察了能动与受动中的对立性及程度差异、界定其固有特有属性并指出相关派生词后,作者进而论述“处于位置(横卧)”这一范畴,澄清其纯粹概念并提出多重视角的划分。
Ἐπιδέχεται δὲ καὶ ἐναντιότητα τὸ ποιεῖν καὶ πάσχειν, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον. τὸ γὰρ θερμαίνειν τῷ ψύχειν ἐναντίον καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι καὶ τὸ ἥδεσθαι τῷ λυπεῖσθαι, ὥστε ἐπιδέχεται ἐναντιότητα. καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον· θερμαίνειν γὰρ μᾶλλον καὶ ἧττον ἔστι καὶ θερμαίνεσθαι μᾶλλον καὶ ἧττον καὶ λυπεῖσθαι μᾶλλον καὶ ἧττον. οὐκ ἔστι μέντοι οὐδέτερον ἴδιον τοῦ ποιεῖν καὶ πάσχειν· οὔτε γὰρ μόνοις οὔτε πᾶσι ταῦτα θεωρεῖται. τὸ γὰρ λέγειν ἢ γράφειν τίνι ἕξει ἐναντίον, ἢ τὸ λέγεσθαι ἢ γράφεσθαι; ἐπεὶ γὰρ τὸ ποιεῖν καὶ πάσχειν καὶ ἐν τοῖς ἄλλοις ἐπεκτείνεται γένεσιν, ἐν οὐσίᾳ μὲν τὸ εἰς οὐσίαν ἄγειν καὶ ἄγεσθαι, ἐν ποσῷ δὲ τὸ μεγεθύνειν ἢ μεγεθύνεσθαι, ἐν ποιότητι δὲ τὸ ἀλλοιοῦν ἢ ἀλλοιοῦσθαι, καὶ ἐν τοῖς ἄλλοις οὕτως, ἐν ὅσοις μὲν οὖν ἐστιν ἐναντιότης καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὰ ἐν ἐκείνοις ποιοῦντα καὶ πάσχοντα τὰ εἰρημένα ἕξουσιν, ἐν ὅσοις δὲ μή, οὐδὲ ταῦτα.1 τὸ γὰρ γεννᾶν ἢ γεννᾶσθαι ἢ ἀριθμεῖν ἢ ἀριθμεῖσθαι πρὸς οὐδὲν ἕξει τὴν ἐναντίωσιν, οὐδὲ μᾶλλον ἢ ἧττον ῥηθήσεται. τῶν μὲν οὖν εἰρημένων οὐδὲν δεῖ προσάπτειν ὡς ἴδιον· εἰ δέ τις τοῦ μὲν ποιεῖν τὸ εἰς ἕτερον δρᾶν, τοῦ δὲ πάσχειν τὸ ὑφ’ ἑτέρου ἀλλοιοῦσθαι ἴδιον εἴποι, συμφώνως ἀποδεδωκὼς ἔσται τοῖς πεπραγματευμένοις περὶ αὐτῶν. τὸ πέρας δὲ ἀμφοτέροις κοινόν, τοῦτο δὲ ἔργον ἢ εἶδος· καὶ ἔργον μέν ἐστι τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, εἶδος δὲ τὸ ἐπιδιαμένον ἀποτέλεσμα. παράκειται δὲ καὶ τῷ μὲν ποιεῖν ποίησις καὶ ποιοῦν, τῷ δὲ πάσχειν πεῖσις καὶ πάσχον. καὶ περὶ μὲν τοῦ ποιεῖν καὶ πάσχειν τοσαῦτα. Περὶ δὲ τοῦ κεῖσθαι μετὰ ταῦτα λέγομεν διὰ τὴν πρὸς ἄλληλα τῶν γενῶν οἰκειότητα· τὸ γὰρ ποιοῦν ἢ πάσχον ἐν τοῖς οἰκείοις τόποις ἢ ἀλλοτρίοις κείμενα πρότερον ποιοῦσιν ἢ πάσχουσιν.2 ἔστι δὲ τὸ κεῖσθαι τὸ τοιάνδε θέσιν ἔχειν, οἷον ἀνακεκλίσθαι, καθῆσθαι, ἑστάναι. ὅταν γὰρ ἅπαντα τὰ τοῦ ὅλου μόρια ἐπὶ τῆς θέσεως ὤρθωται, ἑστάναι λέγεται, ἀνακεκλίσθαι δὲ ὅταν ἅπαντα πλάγια, καθῆσθαι δὲ ὅταν τὰ μὲν ὤρθωται τὰ δὲ ἐπλαγίασται. ἀλλὰ τὸ μὲν διὰ παραδειγμάτων ὑπογράφειν ἔχει μέν τινα ὑπόμνησιν, οὐ μὴν αὔταρκες εἰς ἀκριβῆ διάγνωσιν. βέλτιον οὖν διακαθαίρειν τὴν περὶ αὐτοῦ ἔννοιαν, ἀφαιροῦντα τὴν ἐπεισιοῦσαν τοῦ πρός τι σχέσιν, ἔτι δὲ καὶ κίνησιν καὶ στάσιν καὶ πρὸς τούτοις τὸ ποιεῖν καὶ πάσχειν, καὶ μόνην ἁπλῆν θεωροῦντα3 τὴν τῆς θέσεως σχέσιν. ὡς γὰρ ἡ πρὸς τὸν τόπον σχέσις ποιεῖ τὸ ποῦ καὶ ἡ πρὸς τὸν χρόνον τὸ ποτέ, οὕτως ἡ πρὸς τὴν θέσιν ποιεῖ τὸ κεῖσθαι. οὔτε οὖν τὸ κείμενον σῶμα οὔτε τὸν τόπον, ἐν ᾧ, τῇ διανοίᾳ περιλαμβάνοντα τὸ κεῖσθαι δεῖ νοεῖν, μόνην δὲ τὴν ἔχουσάν πως θέσιν ὑπολογίζεσθαι καὶ ταύτῃ τῇ τοῦ κεῖσθαι κατηγορίᾳ προσμαρτυρεῖν. διὸ ὅσα πέφυκεν ἕτερα ὑφ’ ἑτέρων ἀνέχεσθαι ἢ ἐνιδρύεσθαι ἐν ἑτέροις ἕτερα, τῷ κεῖσθαι περιληφθήσεται· ἡ γὰρ τοιάδε συμπλοκὴ τῶν ἐνιδρυμένων καὶ τῶν τὴν ἕδραν παρεχόντων κυριωτάτη καὶ πρωτίστη τοῦ κεῖσθαι ὑπογραφή. τὴν μέντοι διαίρεσιν κατὰ πλείονας ἕξει ἐπιβολάς. διαιρεθήσεται γὰρ κατά τε τὰς εἰδοποιοὺς διαφορὰς καὶ τὰς ἐπουσιώδεις καὶ κατὰ τρόπους διαφόρους. αὐτίκα γὰρ τῶν ἐν τῷ κεῖσθαι θεωρουμένων τὰ μέν ἐστι φύσει, ὡς τὰ τέσσαρα στοιχεῖα ἐν τοῖς οἰκείοις ἱδρυμένα τόποις, καὶ ὁ οὐρανὸς τὴν ἀνωτάτω χώραν ἐπέχων, τὰ δὲ θέσει ὡς ἀνδριάντες καὶ εἰκόνες καὶ σκεύη καὶ ὅλως τὰ κατὰ τέχνην τινὰ ἢ χρείαν τιθέμενα. ἔτι δὲ τὰ μὲν ἐν στάσει ἔχει τὴν θέσιν ὡς ἡ γῆ καὶ τὰ τῶν στοιχείων ἑστῶτα, τὰ δὲ ἐν κινήσει ὡς αἵ τε τοῦ οὐρανοῦ περιφοραὶ ἐν ἀλλήλαις ἱδρυμέναι καὶ τὰ τῶν στοιχείων κινούμενα. καὶ τῶν κινουμένων δὲ καὶ ἑστώτων τὰ μὲν ἀΐδιον ἔχει τὸ κινεῖσθαι ἢ ἵστασθαι ὡς τὰ τῶν σωμάτων ἀΐδια, τὰ δὲ ἔγχρονα ὡς τὰ ἐν μέρει χρόνου ὑφεστῶτα. ἔτι τοῦ κεῖσθαι τὸ μὲν ἐν δυνάμει, τὸ δὲ ἐν στάσει. τοῦ δὲ ἐν δυνάμει τὸ μὲν ἐνεργεῖν ἐστι, τὸ δὲ πάσχειν. δύναμιν δὲ ἐνταῦθα λαμβάνομεν τὴν κατὰ τελείαν ἑστῶσαν ἐνέργειαν καὶ παρακτικήν, ἥτις ἀνέχει τὰ κείμενα ἐν αὐτῇ. ὅθεν εἰ τὰς ἀρχηγικωτέρας αἰτίας καὶ περιεκτικωτέρας εἶναι τῶν δευτέρων καὶ κεῖσθαι ἐν τοῖς προτέροις τὰ μετ’ αὐτὰ ἰσχυριούμεθα, εὐλόγως ἂν ἐροῦμεν. ἔτι τῶν κειμένων τὰ μὲν ἁπλοῦν ἔχει τὸ κεῖσθαι, τὰ δὲ διπλοῦν καὶ ἔτι περαιτέρω.
能动与受动亦接纳对立性,以及程度的或多或少。因为使变热与使变冷相反,被加热与被冷却相反,感到快乐与感到痛苦相反,是以它们接纳对立性。它们亦接纳程度的或多或少;因为既能够较多或较少地使变热,亦能够较多或较少地被加热,以及较多或较少地感到痛苦。然而,二者皆非能动与受动的固有特有属性;因为这些既非仅在它们之中被观照,亦非在它们全部之中被观照。因为说或写对于何物会有相反者,或者被说或被写对于何物会有相反者?既然能动与受动亦延伸至其他诸属之中——在实体中是引向实体与被引向实体,在数量中是扩大与被扩大,在性质中是蚀变与被蚀变,在其余诸属中亦是如此——那么,凡存在对立性以及程度之或多或少的事物,其间能动与受动之物亦将具有上述特征;而在不存在的事物中,它们亦不具有。因为生殖或被生殖,计数或被计数,对任何事物皆无相反者,亦不会被言说为较多或较少。因此,上述特征皆不可作为特有属性而附加上去;但若有人主张,能动的特有属性是作用于他者,受动的特有属性是由他者所蚀变,那么他的表述便与那些对它们作过专门探讨的人相一致。而终极的界限对于二者皆是相通的,这便是成品(成果)或形式;成品乃是在生成过程中拥有其存在之物,形式则是其后持续持存的结果物。与能动并列的还有“制作”与“能动者”,与受动并列的则是“承受”与“受动者”。关于能动与受动,便谈这些。 在其后,由于诸属之间的相互亲缘关系,我们论述“处于位置(横卧/位置状态)”;因为能动者或受动者,先行处于固有的或相异的处所之中,然后才进行能动或受动。处于位置乃是具有如此这般的姿态(摆放状态),例如仰卧、坐着、站立。因为当总体的所有部分在摆放状态上皆直立时,被称为“站立”;当全部横斜时,被称为“仰卧”;而当一部分直立、另一部分横斜时,则被称为“坐着”。然而,通过具体事例进行描摹固然具有某种提示作用,但对于精确的判别却绝非自足。因此,更好的是彻底澄清关于它的概念,剥离后随渗入的关系(相对者之关联),进而亦剥离运动与静止,此外更剥离能动与受动,仅仅观照姿态(摆放状态)之单纯关系。因为正如对处所的关系造成了“何处”,对时间的关系造成了“何时”,对姿态(摆放状态)的关系亦造成了“处于位置”。因此,不可在思维中兼括处于位置的物体或它所在的处所来理解处于位置,而应当仅考量以某种方式具有姿态,并为处于位置这一范畴作证。由此,凡本性上由他者所托载、或被安置于他者之中的事物,皆将被归入处于位置之中;因为被安置者与提供基座者之间的这种交织,乃是处于位置的最根本且最首要的描摹。不过,它的划分将依据多个视角进行。因为它将依据构成种的差异、偶性差异以及各种不同方式被划分。立即便可看到,在处于位置中被观照的事物,有些是出于本性的,如安置于固有处所中的四元素,以及占据最高区域的苍穹;另一些则是出于人为设定的,如雕像、肖像、器具,以及总括而言依某种技艺或需要而被放置的事物。再者,有些是在静止中保持姿态,如大地和元素中静止的部分;有些则是在运动中保持姿态,如相互安置于彼此之中的苍穹旋转运动,以及元素中运动的部分。并且在运动与静止的事物中,有些永恒地具有运动或静止,如物体中永恒的事物;有些则是具时性的,如在时间的一部分之中持存的事物。此外,在处于位置之中,一种是处于潜能(能力)之中,另一种是处于静止之中。在处于潜能之中的事物里,一者是能动,另一者是受动。在此我们所取的潜能(能力),乃是依完满现实活动而立且具生发性的能力,它托载着安置于其自身之中的事物。由此,若我们断言,更为源初的原因对于第二位者亦更具包摄性,且在它们〔先行者〕之后的事物安置于先行者之中,我们将言之成理。再者,在处于位置的事物中,有些具有单纯的位置,有些具有双重的位置,乃至更为繁复。
- 1.9ἐν ὅσοις δὲ μή, οὐδὲ ταῦτα
该句紧承前文平行结构而承前省略:在 ἐν ὅσοις δὲ μή 之后应补足 [ἐστιν ἐναντιότης καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον],在 οὐδὲ ταῦτα 之后应补足 [ἕξει τὰ εἰρημένα]。
- 1.9κείμενα πρότερον ποιοῦσιν ἢ πάσχουσιν
主语在形式上是中性单数的选择性短语(τὸ ποιοῦν ἢ πάσχον),但分词 κείμενα 却为中性复数,动词 ποιοῦσιν 与 πάσχουσιν 亦为第三人称复数,这是基于主体在意义上的复数性而构成的意合构词(constructio ad sensum)。
- 1.9ἀφαιροῦντα ... καὶ μόνην ἁπλῆν θεωροῦντα
阳性单数宾格分词 ἀφαιροῦντα 与 θεωροῦντα 在格上与由无人称短语 βέλτιον [ἐστί] 所支配的不定词 διακαθαίρειν 的逻辑主语(泛指的动作发出者)保持一致。
