- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:63.28-65.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了在单一能动者(如自然或灵魂)之内能动与受动的并存及类比,引述阿尔库塔斯的观点对情态、受动之物、制作物与情态结果进行概念区分,并阐明神、质料与元素所代表的能动、受动及二者兼具的三分法。
δυνατὸν δὲ καὶ ἐν ἑνὶ τῷ ποιοῦντι καὶ τὸ πάσχειν θεωρεῖν· καὶ γὰρ ἡ φύσις ποιοῦσα εἰς ἑαυτὴν καὶ πάσχει ὑφ’ ἑαυτῆς. καθὸ μὲν γὰρ τοὺς λόγους ἐπιτίθησι τοῖς γινομένοις, ποιητικὴν αὐτὴν ἀφοριζόμεθα, καθὸ δὲ τὴν διακόσμησιν τῶν λόγων τούτων αὐτὴ παρ’ ἑαυτῆς ὑποδέχεται, πάσχουσαν. καὶ ἐπὶ τῆς ψυχῆς δὲ κἂν μὴ οὕτως, ὅμως πολὺ διῄρηται τοῦ ποιητικοῦ τὸ παθητικόν.1 καθ’ ἑτέραν δὲ αὖθις ἀναλογίαν καὶ ἐπὶ τοῦ λόγου καὶ τοῦ ψυχικοῦ νοῦ θεωρεῖταί πως ἡ κατὰ πάθος ὑποδοχὴ τῶν τελειοτέρων νοήσεων. καὶ ὅλως ἐν πᾶσιν, ἐν οἷς τὸ μέν ἐστι τελειότερον, τὸ δὲ ἀτελέστερον, καὶ τὸ μὲν ἐνδίδωσι τὸ δὲ ὑποδέχεται, θεωρεῖταί τις ἀναλογία καὶ ἐνεργείας καὶ πάθους, καθ’ ἃ τὸ μὲν ἐμποιεῖ τὸ τέλειον εἶδος, τὸ δὲ εἰσδέχεται. ἀεὶ μέντοι ἀπ’ ἄλλου ἐνδίδοται ἡ τοιαύτη μετουσία τοῦ πάθους· κἄν ποτε δὲ δοκῇ τι ἀφ’ ἑαυτοῦ πάσχειν, οὐ κατὰ ταὐτὸ πάσχει τε καὶ τὴν αἰτίαν ἑαυτῷ παρέχει τοῦ πάσχειν, καθ’ ἕτερον δὲ καὶ ἕτερον. ἡ μὲν γὰρ δραστήριος ἐνέργεια δύναται καὶ ἑαυτῆς εἶναι αἰτία καὶ οἴκοθεν ἄρχεσθαι, τὸ δὲ πάθος ὡς ἀτελὲς εἰς τὴν ἑαυτοῦ οὐκ ἐξηγεῖται γένεσιν. οὐδὲν οὖν ἔσται ἀπόλυτον πάθημα, ὥσπερ ἦν ἀπόλυτον ἐνέργημα τὸ βαδίζειν. τὰ μὲν γὰρ κρείττονα καὶ ἀπολελυμένα τῆς πρὸς ἕτερα σχέσεως αὐτάρκη πρὸς τὸ καθ’ ἑαυτὰ εἶναι καὶ ἐν ἑαυτοῖς ὑπάρχειν· τὰ δὲ χείρονα ἐπιδεῖται τῶν κρειττόνων πρὸς τὴν ὑπόστασιν 〈καὶ〉 τῷ ἐξηρτῆσθαι ἐκείνων καὶ αὐτὰ τοῦ εἶναι μεταλαμβάνει,2 καὶ σύνεστιν ἀεὶ τοῖς ποιοῦσι τὰ πάσχοντα. ὁ μέντοι Ἀρχύτας διάκρισιν τοῦ πάθους καὶ τοῦ πεπονθότος καὶ τοῦ ποιήματος καὶ παθήματος παραδέδωκεν. λέγει γὰρ ὧδε “τὸ δὲ πάθος τοῦ πεπονθότος διαφέρει· πάθος μὲν γὰρ γίνεται μετ’ αἰσθήσεως, οἷον θυμός, ἁδονά, φόβος, πεπονθέναι δὲ δύναταί τι καὶ ἄνευ αἰσθήσεως, οἷον ὁ κηρὸς τακεὶς καὶ ὁ πηλὸς ξηρανθείς. ὁμοίως δὲ καὶ τὸ ποίημα τοῦ παθήματος· τὸ μὲν γὰρ ποιηθὲν καὶ πέπονθέ πως, τὸ δὲ πεπονθὸς οὐκ εὐθὺς καὶ πεποίηται·3 δύναται γὰρ πεπονθέναι τι καὶ κατ’ ἔνδειαν ἢ στέρησιν”. ἐπεὶ δὲ πάθος ἐν τούτοις ἀκούομεν τὴν ἐν τῷ πάσχειν συναίσθησιν καὶ τὸ παρακολουθεῖν καὶ μὴ λανθάνειν ἑαυτὸ ἀλλοιούμενον καὶ τρεπόμενον, ὡς ἐπὶ τῆς λογικῆς καὶ αἰσθητικῆς ζωῆς καὶ εἴ τις ἀνωτέρα τούτων, εἴη ἂν τὸ ἅπαν τοῦτο ὡς ἓν τῷ πρώτῳ τοῦ ποιεῖν γένει τῷ θεωρεῖν ἀντικείμενον.4 ἕξει δὲ καὶ πολυειδῆ κατ’ αὐτὸ τὴν διαίρεσιν. κατά τε γὰρ τῶν δυνάμεων τῆς ἐν τῇ λογικῇ ψυχῇ ζωῆς, πολλῶν οὐσῶν καὶ διαφόρων, λεχθήσεται, κατά τε τῶν ἀλόγων ζώων, καὶ ἔτι ἐπὶ τῶν ἀμυδρὰν ἐχόντων φυσικὴν τοῦ πάσχειν ἀντίληψιν· ἐσχάτη γὰρ κἀκεῖ τις συναίσθησις πάρεστι. καὶ πάθος μὲν τοῦτο· πεπονθὸς δὲ ὅπερ ἐν μὲν τῷ γίνεσθαι οὐ συνεμφαίνει τὸ πάθος, ἔνδηλος δὲ αὐτοῦ ἡ τροπὴ μετὰ τὸ γενέσθαι πέφυκεν, ὡς τὸ τετηκέναι τὸν κηρὸν ἢ τὸν πηλὸν ἐξηράνθαι· διὰ γὰρ πάθους ὁδεῦσαν ὅμως κατὰ τὸ πεπονθέναι χαρακτηρίζεται. τοῦτο δέ ἐστι τὸ ἄνευ αἰσθήσεως τὰ ἐν τῇ φύσει περιέχον παθήματα. ὅσαι τε γὰρ ἐν τοῖς φυσικοῖς στοιχείοις ἔν τε τοῖς συνθέτοις καὶ τοῖς ἁπλοῖς ἀπαρακολούθητοι γένοιντ’ ἂν ἀλλοιώσεις, πᾶσαι κατὰ τὸ πεπονθέναι χαρακτηρίζονται. γένοιτο δ’ ἂν καὶ τούτων πολλαχῶς ἡ διαίρεσις, εἴς τε τὰ τεμνόμενα καὶ αὐξανόμενα καὶ ἄλλως πως μεταβαλλόμενα καὶ τρεπόμενα ἢ σώματα. τὸ δὲ ποίημα καὶ τὸ πάθημα ἀντιταχθείη ἂν τῷ τοῦ ποιεῖν εἴδει τῷ θεωρουμένῳ κατὰ τὸ ποιητικόν· καὶ τοῦτο γὰρ τῷ εἰς οὐσίαν ἄγεσθαι ἀφορίζεται. ὡς γὰρ τὸ οἰκοδομεῖν ἰδίως καλεῖται ποιητικόν, οὕτως καὶ τὸ οἰκοδομεῖσθαι καὶ τὸ οἰκοδόμημα ποίημα καὶ πάθημα λέγεται· ἅπαν γὰρ μετὰ πάθους ποιεῖται τὸ ποιούμενον. ὅσα τε οὖν καὶ οἷα ἀποδεδώκαμεν εἴδη ταῖς ποιητικαῖς ἐνεργείαις, εἴτε θεῖα εἴτε ἀνθρώπινα εἴτε τεχνικὰ εἴτε ἐπιστητὰ εἴτε ἄλλως ὁπωσοῦν διαιρούμενα, τοιαῦτα καὶ τοσαῦτα ἀπονέμειν χρὴ τοῖς ποιήμασι καὶ παθήμασι τοῖς ἀπὸ τῶν ποιήσεων ἀποτελεσθεῖσι. τοιαύτη μέν τις καὶ ἡ τοῦ πάσχειν ὥσπερ καὶ τοῦ ποιεῖν ὑπὸ τοῦ Ἀρχύτα παραδεδομένη διαίρεσις. ἐπεὶ δὲ καὶ τὴν πρὸς ἄλληλα σύμμιξιν τῶν γενῶν ἐπισκοπῶν ἐκεῖνος ἐκτίθησι, δεῖ μηδὲ ταῦτα παραδραμεῖν. λέγει γὰρ ὧδε “τὸ μέν ἐντι ποιέον, τὸ δὲ πάσχον, τὸ δὲ καὶ ποιέον καὶ πάσχον· οἷον ἐν τοῖς φυσικοῖς ποιέον μὲν ὁ θεός, πάσχον δὲ ἁ ὕλα, καὶ ποιέον δὲ καὶ πάσχον τὰ στοιχεῖα”, ἀρχηγικώτατα παραδείγματα ποιήσεως καὶ παθήσεως παραλαβὼν θεὸν καὶ ὕλην.
在单一的能动者之中观照受动亦是可能的;因为自然在作用于自身的同时,亦由自身所受动。就其将理路赋予生成之物而言,我们将其界定为制作性的;而就其自身从自身接纳这些理路的秩序编排而言,则将其界定为受动的。在灵魂上亦是如此,即便方式并不相同,受动之物与制作之物依然有着极大的区分。再者,依照另一种类比,在理路与灵魂的智性之中,以受动方式接纳更为完满的思想亦在某种程度上被观照。总括而言,在凡是一方更为完满而另一方较不完满、一方施予而另一方接纳的一切事物中,现实活动与受动的某种类比便被观照,依此,一方产生完满的形式,另一方则将其接纳。然而,此种受动的分有总是从他者施予的;即便有时某物看似由自身受动,它亦非依照同一方面既受动又向自身提供受动之原因,而是依照互不相同的方面。因为作动性的现实活动既能够是自身的原因,亦能够自发起始,但受动作为不完满者,并不能引领它自身的生成。因此,没有任何情态结果会是绝对独立的,正如行走曾是一种绝对独立的活动产物。因为那些更优越且摆脱了对他者之关系的物,自足于依自身而存在并在自身之中存在;而较为低下者为了其持存则需要更优越者,通过依附于那些事物,它们自身亦分有了存在,且受动者始终与能动者同在。然而阿尔库塔斯传授了情态与受动之物、制作物与情态结果的区分。因为他这样说:“情态与受动之物不同;因为情态是伴随着感觉而发生的,如愤怒、快乐、恐惧,但某物亦能无感觉地经历受动,例如熔化了的蜡和晒干了的泥土。同样,制作物与情态结果亦不同;因为被制作出的物在某种程度上亦是受动了的,但受动之物并不随即就也是被制作出的;因为某物亦可能依照匮乏或缺失而经历受动。”既然在这些言辞中我们将情态理解为受动过程中的觉察,以及伴随并意识到自身在受蚀变与转化——正如在理性与感觉的生命中,以及若有任何高于这些的生命的话——那么这整个部分便将作为一个整体,与能动的首要之属即观照相对立。并且依照它自身,它亦将具有多形式的划分。因为关于理性灵魂中生命的诸能力(它们繁多且各异),它将被言说;关于非理性动物,乃至关于那些对受动具有微弱的自然领会之物,它亦将被言说;因为在彼处亦存在着某种最底层的觉察。这便是情态;而受动之物乃是:在生成过程中它并不一同显露出情态,但在生成之后它的转化本性上变得明显,如蜡已经熔化或泥土已经干涸;因为尽管它穿过了情态的过程,它依然依照已经受动的状态而被表征。这便是包容自然中无感觉的情态结果的事物。因为在自然元素中,无论在复合者还是单纯者之中,凡是可能发生的未被觉察的蚀变,全都是依照已经受动的状态而被表征的。对于这些事物亦可做出多种方式的划分:划分为被切割的、增大的、以及以其他方式被改变和转化的事物,或是划分为物体。而制作物与情态结果则可以与依照制作性而被观照的能动之种相对置;因为这也是通过被引向实体而被界定的。正如建造在固有意义上被称为制作性的,同样,被建造以及建筑物亦被称为制作物与情态结果;因为一切被制作之物都是伴随着受动而被制作的。因此,无论我们赋予了制作性现实活动多少且怎样的种——不论是神圣的、属人的、技艺的、知识的,还是以其他任何方式划分的——就必须将同样多且同样性质的种分配给由这些制作活动所成就的制作物与情态结果。阿尔库塔斯所传授的受动的划分,正如能动的划分一样,便是如此。然而,既然他在考察时亦阐述了诸属之间的相互混合,我们亦不可忽略这些。因为他这样说:“一者是能动的,另一者是受动的,还有一者是既能动又受动的;例如在自然事物中,能动者是神,受动者是质料,既能动又受动者是元素”,他采用了神与质料作为制作与受动之最本原的范例。
- 1.8κἂν μὴ οὕτως, ὅμως πολὺ διῄρηται τοῦ ποιητικοῦ τὸ παθητικόν
在 κἂν μὴ οὕτως 之后,承接前文关于自然的情形,省略了动词 ἔχῃ。属格 τοῦ ποιητικοῦ 是依附于表分离、区分的动词 διῄρηται 的分离属格。
- 1.8τῷ ἐξηρτῆσθαι ἐκείνων καὶ αὐτὰ τοῦ εἶναι μεταλαμβάνει
带有定冠词的完成时不定式 τῷ ἐξηρτῆσθαι 构成手段或原因的与格短语,支配属格 ἐκείνων(依动词 ἐξαρτάω 的要求)。主动词 μεταλαμβάνει 则接属格 τοῦ εἶναι 作为分有属格的宾语。
- 1.8τὸ δὲ πεπονθὸς οὐκ εὐθὺς καὶ πεποίηται
短语 οὐκ εὐθὺς καί 意为“并非随即就……”或“并非必然因此就是……”。这表明受动(πάσχειν)不仅包含接受形式(制作),还包含后文所指的缺失或匮乏(κατ’ ἔνδειαν ἢ στέρησιν),因此经历受动的事物并不直接等同于制作物(ποίημα)。
- 1.8ἐπεὶ δὲ πάθος ἐν τούτοις ἀκούομεν ... εἴη ἂν τὸ ἅπαν τοῦτο ὡς ἓν τῷ πρώτῳ τοῦ ποιεῖν γένει τῷ θεωρεῖν ἀντικείμενον
由 ἐπεὶ 引导的原因从句跨越了插入的比较成分(ὡς ἐπὶ τῆς λογικῆς ...),主句骨架为 εἴη ἂν τὸ ἅπαν τοῦτο ... ἀντικείμενον。主语是 τὸ ἅπαν τοῦτο(伴随觉察的情态整体),ἀντικείμενον 作表语,支配与格短语 τῷ πρώτῳ τοῦ ποιεῖν γένει τῷ θεωρεῖν(观照这一能动的首要之属)。
