← 佚名

亚里士多德《范畴篇》释义

§5.3-6.11

表达的四分类与存在者的四分法

作者根据发声与意义的单纯及复合组合将言说区分为四类,并作为十范畴的前提,依据“对主体言说与否”和“在主体之中与否”两轴将存在者区分为四类,对实体与偶性、普遍与个别的结合进行了定义与举例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

Τῶν λεγομένων εἶναι τὰ μέν εἰσιν1 ἁπλᾶ τῇ προφορᾷ, τῷ δὲ σημαινομένῳ συμπεπλεγμένα, οἷον τρέχω (δηλοῖ γὰρ ἐμὲ καὶ τὸν δρόμον), καὶ ὅλως τὰ πρῶτα τῶν ῥημάτων καὶ δεύτερα πρόσωπα προφερόμενα ἀεὶ συννοουμένην ἔχουσι καὶ τὴν ὑποκειμένην οὐσίαν, καὶ ἔτι τῶν τρίτων τὰ ἐπὶ ὡρισμένων κείμενα ὡς τὸ ὕει καὶ σείει· ἔξωθεν γὰρ τὸ τῆς προνοίας προσυπακούεται ὄνομα. τὰ δὲ σύνθετα μὲν τῇ προφορᾷ, ἁπλᾶ δὲ τῇ σημασίᾳ, ὡς οἵ τε λόγοι τῶν πραγμάτων ἔχουσιν (ἓν γὰρ καὶ ταὐτόν, εἰς ὃ τὰς διαφόρους λέξεις συνείρομεν), καὶ τὰ τοιάδε· ἀγαθοδαίμων, Νεάπολις καὶ τὰ παραπλήσια. τὰ δὲ συντέθειται καὶ τῇ λέξει καὶ τῷ νοήματι, ὡς λόγον ἀπαρτίζεσθαι τέλειον, οἷον ἄνθρωπος τρέχει, ἄνθρωπος νικᾷ. τὰ δὲ τῇ τε προφορᾷ καὶ τῷ σημαινομένῳ ἁπλᾶ, οἷον ἄνθρωπος, βοῦς, ἵσταται, τρέχει, νικᾷ. καὶ τούτων τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον μιᾶς τινος τῶν δέκα κατηγοριῶν ἐστι σημαντικόν, ἃς μετὰ μικρὸν διελόμενοι παραδώσομεν. πρὸ γοῦν τῆς ἐντελοῦς εἰς δέκα τῶν ὄντων διαιρέσεως καὶ τῆς ἐφ’ ἑκάστῳ διδασκαλίας τὴν εἰς τέσσαρα τούτων κεφαλαιώδη τομὴν καὶ διαίρεσιν ποιησόμεθα, διὰ τὸ καὶ τὸν τέταρτον συντιθέμενον τὸν δέκα ἀπογεννᾶν2 τὸν ἐν ἀριθμοῖς ἐντελῆ καὶ πληρέστατον. φθάνομεν δὲ καὶ τὴν τῶν λεγομένων εἰς τέσσαρα πεποιημένοι διαίρεσιν. ἐπεὶ δὲ τοῖς ἐναργοῦς τῶν πραγμάτων σημασίας φροντίζουσιν ἧττον ἔστιν οὗ ἡ τῶν συνήθων ὀνομάτων χρῆσις σπουδάζεται, καὶ ἡμεῖς ἐν τῇ διαιρέσει τὰ καθωμιλημένα παρέντες τὰ ἐναργῆ προεκθήσομεν, ἀντὶ μὲν οὐσίας τῷ οὐκ ἐν ὑποκειμένῳ χρώμενοι, ἀντὶ δὲ συμβεβηκότος τῷ ἐν ὑποκειμένῳ· τῷ τε καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑποκειμένου ἀντὶ τοῦ καθόλου καὶ μερικοῦ. καὶ τούτων οὕτω προευκρινηθέντων λέγομεν. Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, οἷον ὁ ἄνθρωπος καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν· καὶ ὅλως αἱ καθόλου οὐσίαι, τὰ ἀπηριθμημένα ὑπὸ τὴν γενικωτάτην οὐσίαν δηλαδὴ γένη καὶ εἴδη ὑπ’ ἄλληλα μέχρι τῶν ἀτόμων καθ’ ὑποκειμένου καὶ οὐκ ἐν ὑποκειμένῳ λεχθήσεται· κατὰ γὰρ τῶν ὑπ’ αὐτὰ κατηγορεῖται, καὶ οὐκ ἐν ἑτέροις ἀλλ’ ἐν ἑαυτοῖς τὴν ὕπαρξιν ἔχουσιν. τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται, οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· καὶ τουτὶ τὸ λευκὸν ἐν ὑποκειμένῳ μέν ἐστι τῷ σώματι (ἅπαν γὰρ χρῶμα ἐν σώματι), καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· καὶ ὅλως τὰ μερικὰ συμβεβηκότα καὶ ἄτομα οὔτε καθ’ ἑτέρων λέγεται οὔτε ἐν ἑαυτοῖς ἐστι. τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ· καθ’ ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς· καὶ τὸ καθόλου λευκὸν καθ’ ὑποκειμένου μὲν τοῦδε τοῦ μερικοῦ λευκοῦ, ἐν ὑποκειμένῳ δὲ τῷ σώματι ἐν ᾧ ὑπάρχει· καὶ ὅλως τὰ καθόλου συμβεβηκότα καὶ ἐν ἑτέροις εἰσίν (ἐν ταῖς οὐσίαις γάρ), καὶ κατὰ τῶν ὑπ’ αὐτὰ μερικῶν κατηγορεῖται. τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος καὶ ὅλως τὰ μερικὰ τῆς οὐσίας καὶ ἄτομα· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται. τῷ μὲν γὰρ οὐσίας εἶναι ταῦτα ἐν ἑαυτοῖς καὶ οὐκ ἐν ἄλλοις ἔσται, τῷ δὲ ἐν μέρει κατ’ οὐδενὸς ὡς καθόλου κατηγορηθήσεται. πλὴν ἔνια τῶν ἀτόμων, εἰ καὶ μὴ τῆς οὐσίας, τῶν μέντοι ἄλλων κατηγοριῶν οὐδὲν κωλύει, εἰ μὴ καὶ πᾶσα ἀνάγκη, ἐν ὑποκειμένῳ εἶναι.3

在所言者之中,有些在发声上是单纯的,但在所指之物上则是复合的,例如“我跑”(因为它表明了我自身与跑步);且总体而言,动词的第一人称和第二人称在发声时,始终共同意指着其底层的实体;此外,在第三人称中那些应用于确定对象的动词亦是如此,如“下雨”和“地震”,因为“天意”的名称是在外部被补充领会的。另一些在发声上是复合的,但在意义上是单纯的,正如事物的定义那样(因为我们把不同字词串联起来所指向的对象是单一且相同的),以及诸如此类的名称:阿加托代蒙、那不勒斯及类似者。另一些在词句和思想上都是复合的,以致构成一个完整的陈述,例如“人跑”、“人获胜”。还有一些在发声和所指之物上都是单纯的,例如“人”、“牛”、“站立”、“跑”、“获胜”。而这些不带任何结合而言说的事物中的每一个,都意味着十个范畴中的某一个,稍后我们对此加以区分后便会传授。无论如何,在将存在者完全区分为十个范畴并针对每一个进行讲授之前,我们先将它们作一纲领性的四分法,因为第四个数加总起来,亦能产生出在数目中既完全又最充盈的“十”。而且我们此前已经将所言者作了四分。但由于对于关切事物明确意义的人而言,有时并不热衷于使用惯常的名称,我们亦在划分中舍弃俗用的词语,而预先提出明确清晰的表述:用“不在主体之中的”指代实体,用“在主体之中的”指代偶性;用“对主体言说的”和“不对主体言说的”指代普遍者与个别者。在将这些预先澄清之后,我们便说: 在存在者中,有些是对某个主体言说的,但不在任何主体之中,例如“人”是对主体——即某个特定的人——言说的,但不在任何主体之中;总体而言,普遍实体,即在最普遍的实体之下枚举的、直到不可分个体为止依次相属的属和种,将被表述为“对主体言说的”且“不在主体之中的”;因为它们被表述于其下属事物之上,且不具有在其他事物中的存在,而是在自身中具有存在。另一些则是在主体之中,但不对任何主体言说,例如某项个别的文法学是在主体——即灵魂——之中,但不对任何主体言说;这片白色是在主体——即身体——之中(因为一切颜色都在身体之中),但不对任何主体言说;总体而言,个别的偶性与不可分个体既不对其他事物言说,亦不在自身中存在。另一些既是对主体言说的,又在主体之中,例如知识是在主体——即灵魂——之中,但对文法学这一主体言说;普遍的白对主体——即这片个别的白——言说,但在它所存在于其中的主体——即身体——之中;总体而言,普遍偶性既存在于其他事物之中(因为它们在实体之中),又被表述于其下属的个别者之上。还有一些既不在主体之中,亦不对任何主体言说,例如某个特定的人和某匹特定的马,以及总体上实体的个别者与不可分个体;因为此类事物既不在主体之中,亦不对任何主体言说。由于作为实体,它们将在自身之中而不在其他事物之中;又由于作为个别者,它们将不会作为普遍者被表述于任何事物之上。不过,某些不可分个体即使不属于实体,但只要属于其他范畴,就绝无妨碍其在主体之中——如果说这甚至不是绝对必然的话。

语法注3 条
  1. 1.2Τῶν λεγομένων εἶναι τὰ μέν εἰσιν

    Τῶν λεγομένων 为名词化分词,用作句首的部分属格。随后的不定式 εἶναι 起到限制性作用(“就其作为……而言”),为紧随其后由主要动词 εἰσιν 展开的分类提供了一个先导框架。

  2. 1.2διὰ τὸ καὶ τὸν τέταρτον συντιθέμενον τὸν δέκα ἀπογεννᾶν

    介词结构 διὰ τό 后接不定式 ἀπογεννᾶν(产生)。不定式的逻辑主语是 τὸν τέταρτον(第四个数),并由一致修饰的分词 συντιθέμενον(相加时,即 1+2+3+4)所限定;宾语为 τὸν δέκα(数“十”)。此句在结构上化用了毕达哥拉斯学派的“四元数(tetraktys)”概念。

  3. 1.2πλὴν ἔνια τῶν ἀτόμων, εἰ καὶ μὴ τῆς οὐσίας, τῶν μέντοι ἄλλων κατηγοριῶν οὐδὲν κωλύει, εἰ μὴ καὶ πᾶσα ἀνάγκη, ἐν ὑποκειμένῳ εἶναι

    句子的核心骨架为 οὐδὲν κωλύει ἔνια τῶν ἀτόμων ... ἐν ὑποκειμένῳ εἶναι(无物妨碍某些个体……在主体之中)。两个插入分句 εἰ καὶ μὴ τῆς οὐσίας [省略 ἐστί](即使不属于实体)与 εἰ μὴ καὶ πᾶσα ἀνάγκη [省略 ἐστί](即便不是绝对必然的话)中,系动词 ἐστί 均被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:5.3-6.11