- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:59.14-60.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在由包围推及神圣空间后,注疏者进而讨论“能动”与“受动”两范畴,考察两者的定义与不对称性、阿尔库塔斯的论述,解释为何选取不定词“能动”而非分词或“制作活动”作为范畴名称,并论证它们与运动的区别。
τὸ αὐτὸ δὲ καὶ ἀπὸ τῆς περιοχῆς ἔστι συλλογίσασθαι. τὸ γὰρ μέχρι τῶν ἀνωτάτω ἀνῆκον αἴτιον τῆς περιοχῆς προάγει ἡμᾶς ἐπ’ ἐκεῖνον τὸν θεῖον τόπον, ὅστις αὐτός τε ἑαυτοῦ ἐστιν αἴτιος καὶ αὐτὸς ἑαυτοῦ περιληπτικὸς ἐν ἑαυτῷ ὑφέστηκε καὶ χωριστὴν τῶν ὄντων ἔχει τὴν ὑπόστασιν. Μετὰ δὲ τὸ ποτὲ καὶ τὸ ποῦ ἀκόλουθον ἂν εἴη περὶ τοῦ ποιεῖν καὶ πάσχειν διαλαβεῖν. τοὺς μὲν οὖν πληρεστάτους λόγους περὶ αὐτῶν ἐν ἄλλαις πραγματείαις ἐκδεδωκέναι φθάνομεν, ἔν τε τῇ πρώτῃ φιλοσοφίᾳ καὶ Μετὰ τὰ φυσικὰ καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς· οἰκειοτέρα γὰρ ἡ περὶ αὐτῶν ἐκεῖσε σκέψις. ἐπὶ τοσοῦτον δ’ ἐνταῦθα θεωρῆσαι περὶ αὐτῶν προειλόμεθα, ἐφ’ ὅσον χρήσιμον τοῖς εἰσαγομένοις καὶ πρὸς τὴν λογικὴν ἀνήκει πραγματείαν. ἔστι δὲ ποιεῖν μὲν τὸ κυρίως καὶ πρώτως ἐν ἑαυτῷ ἔχον τὴν αἰτίαν τῆς ἐνεργείας, πάσχειν δὲ τό τε ἐν ἑαυτῷ καὶ ἐν ἑτέρῳ, ὡς ὁ χαλκὸς ἐν ἑαυτῷ τὴν τῆς κινήσεως αἰτίαν ἔχει καὶ ἐν τῷ ἀνδριαντοποιῷ. τὸ μὲν γὰρ ποιεῖν ἔστιν ὅπου καὶ ἀσύζυγόν ἐστι πρὸς τὸ πάσχειν, τὸ μέντοι πάσχειν καθάπαξ τοῦ ποιοῦντος ἐξήρτηται. ἢ γὰρ ἀναίτιόν ἐστι τὸ πάθος, ὅπερ ἄτοπον εἶναί τι τῶν γινομένων, ὑπὸ δὲ μηδεμιᾶς αἰτίας γενόμενον, ἢ ἔχον αἰτίαν.1 καὶ εἰ τοῦτο, ἢ ἐν αὐτῷ τῷ πάσχοντι, καὶ οὕτως οὐ μόνον πάσχον ἐστὶν ἀλλὰ καὶ ποιοῦν, ἢ ἔξωθεν καὶ ἐν ἑτέρῳ. ὡς ἄν δὲ ποιῇ τὸ ποιοῦν καὶ ἅπερ, ταῦτα πάσχει τὸ πάσχον. γράφει δὲ καὶ Ἀρχύτας περὶ αὐτῶν οὕτω “τῶ δὲ ποιέοντος ἴδιόν ἐστι τὸ ἐν ἑαυτῷ ἔχον τὴν αἰτίαν τῆς κινήσεως, τῶ δὲ ποιουμένω καὶ τῶ πάσχοντος τὸ ἐν ἑτέρῳ. ὁ μὲν γὰρ ἀνδριαντοποιὸς ἐν ἑαυτῷ τὴν αἰτίαν ἔχει τῶ ποιεῖν τὸν ἀνδριάντα, ὁ δὲ χαλκὸς τῶ ποιεῖσθαι ἐν ἑαυτῷ τε καὶ τῷ ἀνδριαντοποιῷ. καὶ ἐπὶ τῶν παθέων δὲ τῆς ψυχῆς ὁ αὐτὸς λόγος· ὁ γὰρ θυμὸς ἐφ’ ἑτέρῳ τινὶ πέφυκεν ἀνεγείρεσθαι καὶ ὑφ’ ἑτέρου τινὸς ἔξωθεν ἐρεθίζεσθαι οἷον ὀλιγωρίας, ἀτιμίας, ὕβριος· ὁ δὲ ταῦτα δρῶν ἐν ἑαυτῷ τὴν αἰτίαν ἔχει τῷ ταῦτα δρᾶν”. ἀλλ’ ἆρα τὸ ποιεῖν ἦν τίθεσθαι εἰς γένος ἢ τὸ ποιοῦν ἢ τὴν ποίησιν, ὥσπερ καὶ ἡ ποιότης ἦν γένος καὶ τὸ ἀπ’ αὐτῆς ποιόν; ἢ σύζυγα μὲν ὑπάρχει καὶ ἐνταῦθα ποίησις, ποιεῖν καὶ ποιοῦν· καὶ τὸ μὲν ποιοῦν ὡς συλλαμβάνον καὶ τὸ ὑποκείμενον καὶ σύνθετον ὑπόνοιαν ἔκ τε τοῦ ἐνεργοῦντος καὶ τῆς ἐνεργείας ἐμποιοῦν ἐξ ἀρχῆς οὐκ ἐδέχθη τόπον, ἡ δὲ ποίησις καὶ τὸ ποιεῖν ὡς ἁπλούστερα καὶ μὴ συνθέσεως ἐφαπτόμενα οἰκειότερα μᾶλλον τοῦ ποιοῦντος εἰς γένους ἀφορισμὸν προεκρίθη. τούτων δ’ αὖ τὸ ποιεῖν καὶ τῆς ποιήσεως προτετιμήκαμεν, ὡς διπλῆς οὔσης ἐκείνης· ἥ τε γὰρ ἐνέργεια καὶ τὸ τέλος τῆς ἐνεργείας ποίησις ὀνομάζεται· χρεία δὲ ἦν οὐ τοῦ ἀποτελέσματος, ἀλλὰ τῆς ἐνεργείας, ἣν τὸ ἐνεργεῖν εἴτ’ οὖν τὸ ποιεῖν σημαίνει μονοειδῶς. ἀλλ’ εἰ τὸ ποιεῖν τὸ ἐνεργεῖν παρίστησι, διὰ τί τὸ γένος οὐκ ἐνέργειαν μᾶλλον τίθεμεν ἀλλὰ τὸ ποιεῖν; εἰ δὲ ἡ ἐνέργεια διὰ τοῦτο οἰκειοτέρα τῆς ποιήσεως, διότι τὸ κατὰ κίνησιν ἐμφαίνει, πῶς οὐκ αὐτόθεν γένος ἐν κατηγορίαις τὴν κίνησιν ἠριθμήσαμεν; ὥσπερ γὰρ τὰ ἄλλα πάντα περὶ τὴν οὐσίαν, οὕτω καὶ ἡ κίνησις,2 ἐν ᾗ τὸ ποιεῖν καὶ τὸ πάσχειν· ἄμφω γὰρ ἐν κινήσει. ἀλλ’ ἦν ἂν τοῦτο, εἴπερ πᾶν ποιοῦν ἐκινεῖτο ἢ πᾶσα ἐνέργεια κίνησις· νυνὶ δὲ τὸ πρώτως ποιοῦν καὶ κυρίως ποιοῦν ἀκίνητον, αἵ τε νοεραὶ πᾶσαι ἐνέργειαι καὶ αἰσθητικαὶ καὶ ἁπλῶς αἱ τέλειαι ἵστανται κατὰ τὴν τελειότητα, οὐ κινοῦνται· ὥστε οὔθ’ ἅπαν τὸ ποιοῦν ἢ ἐνεργοῦν ἡ κίνησις περιλήψεται, καὶ τοῦ ποιεῖν τὸ πάσχειν διακριθήσεται καὶ ὡς διάφορα γένη τοῦ ὄντος καταταχθήσεται. ὑπομνήσειε δ’ ἄν τις τὸ δύο γένη εἶναι τό τε ποιεῖν καὶ τὸ πάσχειν καὶ ἀπὸ τῆς ἐν τῷ παντὶ φύσεως. εἰ γὰρ τὸ μὲν γεννᾷ τὸ δὲ ὑποδέχεται τὴν γένεσιν, καὶ τὸ μέν ἐστι δραστικὸν τὸ δὲ παθητικόν, ἐξ ἀνάγκης δεῖ ταῖς ἀρχαῖς ὁμολογουμένως καὶ τὰ γένη διττὰ εἶναι. καὶ ἐπεὶ πανταχοῦ τὸ ἄμικτον προηγεῖται τοῦ μὴ τοιούτου, ἐξ ἀνάγκης καὶ τὸ καθαρῶς ποιεῖν καὶ πάσχειν τοῦ μικτοῦ τῆς κινήσεως γένους προυπάρχει· αὕτη γὰρ ὑπὸ ἄλλου γινομένη εἰς ἄλλο ποιεῖ.
同样的事情亦可从包围推论出来。因为伸展至最高事物的包围原因,将我们引向那神圣的空间;这空间自身即是自身的原因,作为包含自身者立足于自身之中,并拥有与存在者分离的实体性。在“何时”与“何处”之后,接下来讨论“能动”与“受动”将是顺理成章的。关于它们的最完备论述,我们此前已在其他著作中予以发表,既在《第一哲学》即《形而上学》中,亦在《论生成与消灭》中;因为关于它们的考察在那里更为本己。但在此处,我们仅选择在有益于初学者且属于逻辑探讨的限度内考察它们。能动是指在本原上且主要地将现实活动的原因保存在自身之中的东西,而受动是指既在自身之中又在另一事物之中拥有原因的东西,正如青铜在自身之中亦在雕塑家之中拥有运动的原因一样。因为能动在某些情况下甚至可以不与受动配对,而受动则全然依赖于能动者。因为情状要么是无原因的——这显然是荒谬的,即生成之物中的某种东西竟然不是由任何原因所生成的——,要么是拥有原因的。若属后者,则要么在受动者自身之中(如此一来它不仅是受动者而且亦是能动者),要么来自外部且在另一事物之中。能动者以何种方式能动以及做出何种作为,受动者便承受这些。阿尔库塔斯亦就此写道:“能动者所固有者,在于将运动的原因保留在自身之中;而被制成者与受动者所固有者,则在于将原因保留在另一事物之中。因为雕塑家将制作雕像的原因保留在自身之中,而青铜将受制作的原因既保留在自身之中亦保留在雕塑家之中。在灵魂的情状方面亦有同样的道理;因为怒气本性上易于针对另一事物而被唤起,并受外部的另一事物所激惹,例如被轻慢、受辱、遭受凌辱;而施加这些作为者,则将施加这些作为的原因保留在自身之中。”然而,究竟是应当将能动作、能动者还是制作活动确立为属,正如性质是一个属而从其派生的具性质者亦然?抑或在此处制作活动、能动作与能动者亦同样成对存在?能动者由于一并摄取了底层物,并在能动者与现实活动两方面产生了复合的概念,从一开始便未被赋予地位;而制作活动与能动作作为更为单纯且不涉及复合之物,被挑选出来,比能动者更适于界定属。而在这些之中,我们反过来甚至优先选择能动作而非制作活动,因为后者具有双重意义;实则现实活动与现实活动的目的皆被称为制作活动;但我们所需要的并非成效,而是现实活动,而进行现实活动亦即能动作,是以单一相形式来表示这一点的。但若能动作体现了进行现实活动,为何我们不更将属确立为现实活动,反而确立为能动作?如果现实活动之所以比制作活动更合适,是因为它表明了符合运动的状态,那么为何我们不直接在范畴中将运动算作一个属呢?因为正如其余一切皆围绕实体一样,运动亦是如此,能动与受动皆存在于运动之中;二者皆在运动之中。但若每一个能动者都在运动,或者每一种现实活动皆是运动,这才会成立;然而实际上,最原初且本真地能动者是不可动的,所有理智现实活动、感觉现实活动以及一切单纯完全的现实活动,皆依完全性而静止,并不运动;因此运动既不能囊括一切能动或处于现实活动之物,受动亦将与能动相区别,并被归为存在者的不同之属。人们亦可从宇宙中的本性来提示能动与受动是两个属。因为如果一者生成而另一者接受生成,一者是作为性的而另一者是受动性的,那么诸属必然与诸本原相符合而具有双重性。并且既然在一切场合无混合者皆先于非此之物,纯粹的能动与受动亦必然先于运动这一混合之属而预先存在;因为运动是在由另一者生成的同时,对又一者进行施加动作。
- 1.8ἢ ἔχον αἰτίαν
在二者择一的句式 ἢ γὰρ ἀναίτιόν ἐστι τὸ πάθος ... ἢ ἔχον αἰτίαν 中,分词 ἔχον 与前一分句的述语 ἀναίτιόν ἐστι 相对应,省略了系词 ἐστι 而构成述谓。
- 1.8ἀλλ’ ἦν ἂν τοῦτο, εἴπερ πᾶν ποιοῦν ἐκινεῖτο ἢ πᾶσα ἐνέργεια κίνησις
非现实(与事实相反)条件句。归结从句由未完成过去时 ἦν 配合 ἄν 构成,条件从句由 εἴπερ 引导直陈式未完成过去时 ἐκινεῖτο(与 κίνησις 连用处省略了 ἦν)。
