← 佚名

亚里士多德《范畴篇》释义

§60.29-62.9

能动与受动的区分及能动行为的系统分类

作者澄清了能动与受动在单一底层物中混合出现的现象,从而将二者严格区分开来,论证了动力因(能动者)在四因中是最本真的原因,并系统地将能动划分为理性、非理性和无魂三类,进而将理性之能动细分为观相、制作与实践及其下位种属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#16

καὶ εἴπερ εἴη γένος, κἂν ἄμικτον εἴη· πολλὰ μέντοι τῶν ποιούντων καὶ πάσχει ὑπὸ τοῦ δύο ἀρχὰς τήν τε παθητικὴν καὶ τὴν δραστικὴν εἰς μίαν συμπίπτειν φύσιν,1 ὥσπερ ὁ κασσίτερος ποιεῖ μὲν καθαίρων τὸν ἄργυρον, πάσχει δὲ ὑπ’ ἐκείνου ἀναλισκόμενος. μήποτε δὲ τῷ γε καθαρῶς διορίζοντι φανείη οὔτε τὸ ποιοῦν, ᾗ ποιεῖ, καὶ πάσχειν, οὔτε τὸ πάσχον, ᾗ πάσχει, καὶ ποιεῖν, ἀλλὰ καθ’ ἑτέρους λόγους ἑκάτερον καὶ ποιεῖν καὶ πάσχειν. διὸ τὰ μὲν πρῶτα τῶν αἰτίων ἀκίνητά ἐστιν ὧν κινήσεων αἴτια2 γίνεται, τινὰ δὲ τῶν ἑξῆς κινούντων καὶ κινεῖται ὑπὸ τοῦ ἀμφοτέρας ἔχειν ἐν ἑαυτοῖς τὰς ἀρχὰς καὶ εἶναι μέν τι αὐτῶν κινοῦν, εἶναι δὲ καὶ κινούμενον ἕτερον, καὶ οὕτως τὸ ὅλον κινεῖν καὶ κινεῖσθαι δοκεῖ. περισπᾷ δὲ τοὺς πολλοὺς εἰς τὸ καὶ ἐν ταῖς ποιήσεσι ταῖς πρώταις κινήσεις τίθεσθαι τὸ νομίζειν ὤσεσι καὶ μοχλείαις κἀκείνας γίνεσθαι, ἀλλὰ μὴ τῇ δραστηρίῳ δυνάμει τοῦ ποιοῦντος καὶ τῇ ἐπιτηδειότητι τοῦ πάσχοντος. τὰ γὰρ ὠθοῦντα καὶ ἕλκοντα καὶ τὰ τοιαῦτα σύμμικτά ἐστιν ἔκ τε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν. ὥσπερ δὲ ἔν τισι τῶν ποιούντων καὶ τὸ πάσχειν συνέγνωμεν τῷ τὴν ὕλην οὕτως ἔχειν, οὕτω καὶ ποιεῖ ἐν αὐτοῖς καὶ τῶν ἐν τῷ πάσχειν ἔνια, οἷον τὸ ἰοῦσθαι τὸν σίδηρον καὶ σήπεσθαι τὸ μῆλον, διὰ τὴν ἑτεροφυῆ τῶν ὑποκειμένων σύνθεσιν καὶ τῶν ἐναντίων μῖξιν τῶν μὲν πασχόντων τῶν δὲ ποιούντων. ἀκριβεῖ δὲ λόγῳ ἡ περὶ τοῦ ποιεῖν θεωρία περὶ αἰτίου ἐστί, καὶ τούτου τοῦ μάλιστα· ἡ μὲν γὰρ ὕλη καὶ τὸ εἶδος, ὡς συναίτια μᾶλλον ὄντα ἢ αἴτια, οὐκ ἂν εἶεν τῆς περὶ τοῦ ποιεῖν ἐνεργείας συνειλημμένα, τὸ δὲ τέλος καὶ τὸ παράδειγμα οὐκ ὄντα τοῦ ἀποτελέσματος προσεχῶς, ἀλλὰ τῷ ποιοῦντι τοῦ ποιεῖν αἴτια· πρός τι δ’ ἂν καὶ αὐτὰ τοῦ γινομένου ἀλλ’ οὐ κυρίως αἴτια λέγοιτο. λείπεται δὴ τὸ ποιοῦν εἶναι τὸ μάλιστα αἴτιον, καὶ τὸ ποιοῦν τοῦ ποιητικοῦ αἰτίου ὀνόματι διαφέρει μόνον. ὅσα οὖν τὰ ποιοῦντα αἴτια καὶ ὁποῖα, καὶ τίνα μὲν αὐτῶν πρῶτα, τίνα δὲ δεύτερα ἢ τρίτα, πάντα ταῦτα καὶ ἐπὶ τὸ ποιεῖν οἰκείως μετενεκτέον. Ἐπεὶ δὲ καθόλου διώρισται τί ἐστι ποιεῖν, δεῖ διελέσθαι καὶ κατ’ εἴδη αὐτό. τοῦ δὴ ποιεῖν τὸ μέν ἐστιν ἐν λογικοῖς, τὸ δὲ ἐν ἀλόγοις, τὸ δὲ ἐν ἀναισθήτοις καὶ ἀψύχοις. τοῦ δὴ λογικῶς ποιεῖν τὸ μέν ἐστι θεωρεῖν, τὸ δὲ ὁμωνύμως τῷ γένει ποιεῖν, τὸ δὲ πράττειν. καὶ θεωρεῖν μέν ἐστι τὸ ἀύλοις ἐνεργείαις καὶ ἀτρέπτοις χρώμενον, ποιεῖν δὲ τὸ εἰς οὐσίαν ἄγειν τὰ μηδέπω τοῦ εἶναι μετέχοντα, πράττειν δὲ τὸ τὰς τοῦ λόγου περὶ τὰ αἰσθητὰ καὶ σύνθετα προαιρέσεις ἐπιτροπεῦον. καὶ τοῦ θεωρεῖν δὲ τὸ μὲν ὁμωνύμως τῷ γένει καὶ αὐτὸ θεωρητικὸν λέγεται, ὃ περὶ τῶν νοητῶν καὶ ἀμερίστων οὐσιῶν ἐπισκοπεῖται ἁπλαῖς νοήσεσιν, οἷόν ἐστι τὸ νοερόν· τὸ δὲ ὃ περὶ τῶν ἀκινήτων καὶ μαθηματικῶν οὐσιῶν ποιεῖται τὴν διανόησιν,3 οἷόν ἐστι τὸ γεωμετρεῖν ὡρισμέναις μὲν οὐ μὴν ἁπλαῖς ἔτι χρώμενον ταῖς ἐπιβολαῖς, ἀλλὰ συνθέτοις ἤδη καὶ κατὰ διέξοδον, οἷαι τῆς καθαρᾶς διανοίας εἰσὶν ἐνέργειαι. τρίτον δέ ἐστιν ὃ περὶ τῶν ἀιδίων καὶ ἀεικινήτων αἰσθητῶν οὐσιῶν ποιεῖται τὴν ἐπίσκεψιν, αἰσθήσει μετὰ λογισμοῦ χρώμενον, οἷόν ἐστι τὸ ἀστρονομεῖν συμφώνους τοὺς λόγους τοῖς φαινομένοις ἐπιδεικνύον. καὶ τέταρτον τὸ περὶ τῶν αἰσθητῶν καὶ ἐν γενέσει καὶ φθορᾷ διαλαμβάνον οὐσιῶν, ὃ καὶ φυσιολογικὸν καλεῖται, τά τε πάθη καὶ τὰς παντοίας τροπὰς καὶ μεταβολὰς αἰτιολογοῦν τὰς περὶ αὐτάς. καὶ ταῦτα μὲν τοῦ θεωρεῖν. τοῦ δὲ ποιεῖν τὸ μέν ἐστι θεῖον καὶ δημιουργικόν, τὸ δὲ ἐν τῇ φύσει τοῦ παντὸς καὶ μάλιστα ἀπὸ τοῦ οὐρανοῦ καθῆκον ἐπὶ πᾶν τὸ γινόμενον, τὸ δὲ τεχνικόν, οἷον οἰκοδομεῖν, γεωργεῖν, ὑφαίνειν. ἡ γὰρ τέχνη τὴν φύσιν μιμεῖται, τὸ ἐλλεῖπον ἐκείνῃ ἀναπληροῦσα· ὑγείαν γὰρ τὴν μὲν ἡ φύσις ποιεῖ, τὴν δὲ ἰατρός, καὶ σκέπη τοῖς ζώοις ἡ μὲν αὐτοφυῆ ὡς τὰ ἄντρα τε καὶ τὰ δέρματα, ἡ δὲ τεχνικὰ ὡς οἰκία καὶ ἱμάτιον. τοῦ δὲ πράττειν τὸ μέν ἐστι καθόλου τὰ τῶν πόλεων πράγματα διοικοῦν, ὃ καὶ πολιτικὸν λέγεται· τὸ δὲ ὃ τὰς οἰκίας εὐθετίζει, ὅπερ οἰκονομικὸν καλεῖται· τὸ δὲ τὸ τὰ ἤθη ἐπανορθοῦν καὶ τὰς ἀλόγους τῆς ψυχῆς δυνάμεις ὑποτάττον τῷ λογικῷ, ὃ καὶ ἠθικὸν ὀνομάζεται. ἕτεροι δὲ ποιητικὰς τέχνας τῶν πρακτικῶν ἐν τούτῳ διορίζουσιν.

并且,如果它是一个属,它亦当是无混合的;然而,许多能动之物亦承受受动,这是由于受动与作动这两种本原汇合于单一的本性之中,正如锡在提纯银方面施加动作,但在被银消耗方面承受受动。然而对于纯粹界定的人而言,或许既不会显现为能动者在其能动的意义上亦在受动,亦不会显现为受动者在其受动的意义上亦在能动,而是二者各自依不同的道理既在能动又在受动。因此,诸原因中最在先者,对于它们成为其原因的那些运动而言是不可动的,而其后起的一些运动促成者自身亦在被运动,这是由于它们在自身中兼有这两种本原,且它们之中的某一部分在促成运动,另一部分在被运动,从而整体显现为既在运动着又在被运动。然而,使多数人偏离而将运动亦置于最原初的制作活动之中的,是他们认为那些制作活动亦是通过推力与杠杆作用而发生的,而非凭借能动者的作动能力与受动者的合宜性。因为推者与拉者以及诸如此类之物,乃是由能动与受动复合而成的混合物。正如在某些能动之物中,由于质料具有如此状态,我们亦承认了受动,同样在它们之中某些处于受动中的事物亦施加动作,例如铁的生锈与苹果的腐烂,这是由于底层物的异质复合以及相反者之间的混合所致,其中一些在受动,另一些在能动。但依精确的道理而言,关于能动的观照乃是关于原因的观照,且尤其是关于最核心原因的观照;因为质料与形式,作为协因而非真正的原因,不会被包含在关于能动的现实活动之中,而目的与范型并非结果的近邻原因,而是对能动者而言施加动作的原因——它们自身亦可被称为与生成之物相关的某种相对原因,但非严格本真意义上的原因。因此,所剩下的便是能动者乃是最主要的原因,而能动者与动力因仅在名称上有别。因而,能动原因有多少且属何种品质,它们之中哪些是第一位的,哪些是第二位或第三位的,这一切亦应当本己地转用到能动作本身上。 既然关于能动作是什么已从总体上予以规定,便亦有必要按种将它区分。在能动作中,一部分存在于理性事物中,一部分存在于非理性事物中,一部分存在于无感觉且无魂之物中。在理性地能动之中,一部分是观相,一部分是与属同名的制作,一部分是实践。观相是运用非质料且不变的现实活动;制作是将尚未分有存在的事物引向实体;实践则是监督理性关于可感与复合事物的抉择。在观相中,一部分与属同名地自身亦被称为理论的,它通过纯粹的思想对可思及不可分割的实体进行省察,如智性活动;另一部分对不动且数学性的实体进行推论思考,如进行几何学研究,它运用虽确定但已非单纯的专注,而是运用复合且依论证步骤的探求,恰如纯粹推论理智的现实活动;第三部分是对永恒且恒常运动的可感实体进行考察,运用伴随推算的感知,如进行天文学研究,表明其论说与现象相一致;第四部分是研讨处于生成与消灭之中的可感实体,这亦被称为自然学的,它阐明围绕它们的情状以及各种变异与转化的原因。这些便是属于观相的部分。在制作之中,一部分是神圣且造物主式的,一部分存在于宇宙全体的本性中,尤其是从天界下贯至一切生成之物,一部分是技艺性的,例如建筑、农耕、织造。因为技艺模仿本性,补足本性所欠缺者;例如健康,一部分由本性产生,另一部分由医生促成;动物的庇护所,一部分是天然生就的,如洞穴与皮革,另一部分是技艺性的,如房屋与斗篷。在实践之中,一部分是全盘管理城邦事务的,这亦被称为政治的;一部分是整饬家室的,被称为家政的;一部分是矫正品格并将灵魂的非理性能力归服于理性者,这亦被命名为伦理的。而其他人在此点上将制作性技艺与实践性技艺区分开来。

语法注3 条
  1. 1.8πολλὰ μέντοι τῶν ποιούντων καὶ πάσχει ὑπὸ τοῦ δύο ἀρχὰς τήν τε παθητικὴν καὶ τὴν δραστικὴν εἰς μίαν συμπίπτειν φύσιν

    介词 ὑπό 与带有中性单数属格冠词的宾格不定式短语(τοῦ ... συμπίπτειν)结合,表原因(“由于……”)。不定式 συμπίπτειν 的逻辑主语是宾格 δύο ἀρχάς,随后的 τήν τε παθητικὴν καὶ τὴν δραστικήν 是其同位语。

  2. 1.8τὸ δὲ τέλος καὶ τὸ παράδειγμα οὐκ ὄντα τοῦ ἀποτελέσματος προσεχῶς, ἀλλὰ τῷ ποιοῦντι τοῦ ποιεῖν αἴτια

    此分词短语与前文关于质料与形式的句式相呼应。名词 αἴτια 作为分词 ὄντα 的表语补足语:“由于目的与范型并非结果的近邻原因,而是对能动者而言施加动作的原因”。属格 τοῦ ἀποτελέσματος 和 τοῦ ποιεῖν 依附于 αἴτια 作宾格性属格,与格 τῷ ποιοῦντι 则是表关涉的与格。

  3. 1.8τὸ δὲ ὃ περὶ τῶν ἀκινήτων καὶ μαθηματικῶν οὐσιῶν ποιεῖται τὴν διανόησιν

    此处指明观相(θεωρεῖν)的第二种,中性冠词 τὸ 直接与关系代词从句 ὃ ... ποιεῖται 结合构成主语结构(“对不动且数学性的实体进行推论思考者”)。它与前文的 τὸ μὲν ... λέγεται 并列,省略了主要系词/谓语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:60.29-62.9